← 佚名

亚里士多德《修辞学》佚名评注

§108.9-109.9

恩惠的定义与危难之时的重大恩惠

本文基于亚里士多德《修辞学》卷二第7章(1385a16–29),阐明了不求回报且纯粹为对方着想的恩惠之定义,分析了在危难或流放等紧迫时刻给予的援助何以被视为大恩,并说明了如何在演说论证中确立恩惠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.7#1

7. Ἔστω δὴ χάρις, ὅταν τις ὑπουργῇ καὶ βοηθῇ τῷ δεομένῳ χάριν ἤτοι δωρεὰν καὶ μὴ ἀντί τινος ἤτοι καὶ μὴ διότι ἔπαθε παρ’ αὐτοῦ τι ἀγαθόν ποτε οὐδὲ ἐβοήθησεν αὐτῷ ὡς ἐλπίζων αὐτὸς ὁ ὑπουργήσας καὶ βοηθήσας εὑρεῖν τι ἀγαθὸν παρὰ τοῦ βοηθηθέντος, οὐδ’ ἵνα αὐτῷ τῷ βοηθοῦντι γένηταί τι ὕστερον ἀγαθόν, ἀλλ’ ἵνα ἐκείνῳ ἤτοι ἀλλ’ ἁπλῶς δι’ ἐκεῖνον τὸν δεόμενον ἐποίησεν, ὃ ἐποίησε, καὶ ἐβοήθησε. [a 20] μεγάλη δὲ χάρις ἐστίν, ἐὰν ἡ χάρις καὶ ἡ βοήθεια πρός τινας δεομένους σφόδρα καὶ χρείαν ἔχοντας τοῦ βοηθήσοντος· ἢ εἰ δέονται μεγάλων καὶ δυσκόλων καὶ βοηθήσομεν αὐτοῖς, καὶ οὕτω μεγάλη χάρις, ἢ εἰ ἐβοήθησα αὐτῷ τῷ δεομένῳ ἐν καιρῷ τοιούτῳ ἤτοι ἐν πολέμῳ ἤ, ὅτε παρὰ τοῦ βασιλέως δέσμιος ἐκρατεῖτο καὶ οὐ συνεχώρειτό τις δοῦναι αὐτῷ ἄρτον, ἐγὼ δέδωκα τούτῳ ἄρτον, ἢ εἰ μόνος ἐγὼ αὐτῷ ἐβοήθησα, ἢ εἰ πολλῶν βοηθησάντων ἐγὼ πρῶτος ἐβοήθησα, [a 22] καὶ τούτων τῶν ὀρέξεων ἐκείνου αἱ ὀρέξεις τοῦ πράγματος τοῦ μὴ γινομένου μετὰ λύπης,1 ἤτοι ὅ, ἐὰν 〈μὴ〉 γένηται, λύπην μοι προξενεῖ. καὶ ἐν ταῖς τοῦ σώματος κακώσεσιν, ἤτοι καὶ εἰ κολαζομένῳ τινὶ αὐτῷ ἐβοήθησα καὶ ἀπήλλαξα τῆς κολάσεως. διὸ καὶ οἱ παριστάμενοι καὶ οἱ βοηθοῦντες τῷ ἐν πενίᾳ ὄντι ἢ ἐν φυγαῖς ἤτοι ἐξορίαις. [a 26] κἂν μικρὰ ὑπηρετήσωσι καὶ βοηθήσωσι διὰ τὸ μέγεθος τῆς αἰσθήσεως, ἤτοι διότι ᾐσθάνθη ὁ παθὼν τὴν χάριν, ὅτι μεγάλη ἐστίν (ἐν καιρῷ γὰρ τοιούτῳ ἐβοήθησαν αὐτῷ), κεχαρισμένοι τούτῳ νομίζονται. [a 28] οἷον ὁ ἐν Λυκείῳ τὸν φορμὸν διδοὺς ἤτοι μικρὸν καλαθίσκιον· κἂν γὰρ μικρὰ ᾖ χάρις, ἀλλ’ οὖν μεγάλη αὐτῷ ἐνομίσθη ὡς ἀποκεκλεισμένῳ ὄντι καὶ δι’ αὐτοῦ ἐξελθόντι· ἐν τείχει γὰρ ἢ πύργῳ ἦν τις ἀποκεκλεισμένος, εἶτα διερχόμενός τις καὶ ἰδὼν αὐτὸν ἐναπόκλειστον, ἐπαφῆκε φορμὸν εἰς τὸν πύργον, οὗ ἐντὸς ἐμβληθεὶς καθῆκεν ἑαυτὸν διὰ τοῦ πύργου ἢ τοῦ τείχους. [a 28] ἀνάγκη οὖν τὸν παθόντα ταύτην τὴν χάριν ἔχειν τὴν ὑπουργίαν2 ἤτοι τὴν ἀνθυπουργίαν καὶ τὴν ἀντίχαριν ποιεῖν εἰς τοιαῦτα ἤτοι ἐν καιρῷ φυλακῆς ἢ πολέμου καὶ αὐτὸν ποιῆσαι τὴν αὐτὴν ἀντίχαριν πρὸς αὐτόν, ἤτοι καλαθίσκον δοῦναι αὐτῷ ἢ ἄρτον, εἰ ἔλαβεν ἄρτον. [a 29] εἰ δὲ μὴ τὰ αὐτὰ δύναται ποιῆσαι, ἀλλ’ οὖν τὰ ἴσα ἢ τὰ μείζω. καὶ πῶς ἔχουσιν ἤτοι διακειμένοις ἡ χάρις δίδοται αὐτοῖς. φανερὸν ἐστιν ἐκ τούτων, πῶς ἰσχύσομεν δεῖξαι μὲν τούτους ὄντας τοιούτους ἤτοι δεομένους βοηθείας, ἢ ὅτι ποτὲ ἐδεήθησαν καὶ ἐγένοντο ἐν τοιαύτῃ λύπῃ ἤτοι μεγάλης δεομένῃ παρηγορίας καὶ ἐν δεήσει, ἤτοι ἑαυτοὺς δὲ δείξομεν ὑπηρετηκότας καὶ βοηθήσαντας αὐτοῖς ἐν χρείᾳ οὖσι βοηθείας.

7. 所谓恩惠,乃是当某人出于好意,即无偿地、非为了回报任何事物而帮助并扶持有所求之人,即并非因为曾从他那里得到过某种好处,提供帮助与扶持者本人亦非指望从受助者那里得到某种好处而提供帮助,亦非为了使施助者本人日后获得某种好处,而是为了那个人,即仅仅为了那个有所求之人而行了所行之事并提供了帮助。 大恩则是指,若恩惠与帮助乃是给予极其迫切且需要救助者之人;或者若他们所求乃是重大且艰难之事而我们帮助了他们,如此亦为大恩;或者若我在如此关头帮助了那有所求之人,即在战争中,或者当他被国王扣留为囚徒且不准任何人给他面包时,我给了他面包;或者若唯独我帮助了他,或者若在众人相助时我首先帮助了他。 且在他这些欲望中,[若属于]未能实现便伴随痛苦的事物之欲望[亦为大恩],即若〈未〉实现便给我带来痛苦之事;又或在身体的苦难中,即若在某人遭受惩罚时我帮助了他并使其免除惩罚。因此,支持并帮助处于贫困中或逃亡(即流放)之中的人[亦施予了大恩]。 即便他们只提供了微小的帮助与扶持,但由于切身感受之巨大,即由于受惠者体会到这恩惠之重大(因为他们是在如此关头帮助了他的),在受惠者看来他们亦被视为值得感激者。 例如在吕克昂赠予席篮(即小篮子)之人;因为即便恩惠微小,但对于被关押且借此脱身的人而言,这恩惠仍被视为重大;因为曾有人被关在城墙或塔楼中,随后一位路过之人见他被关在里面,便向塔中投下席篮,他钻入其中,顺着塔楼或城墙将自己放了下来。 因此,受此恩惠之人必须在诸如此类的境况中,即在监禁或战争的关头,报答此项协助,即提供互助并回报恩惠,且自己亦对他施行同样的返还恩惠,即若接受了面包,便给他篮子或面包。 若无法做同样的事,至少亦当做同等或更大的事。且[亦说明了]给予他们恩惠时他们处于何种状态,即处于何种境况。由此显而易见,我们将如何能够一方面证明这些人正是此类人,即需要帮助者,或者他们曾有所求并陷入此类痛苦中(即需要极大安慰的痛苦中)以及恳求中,另一方面证明我们自己曾在他们急需帮助时提供过协助并扶持了他们。

语法注2 条
  1. 2.0.7τοῦ πράγματος τοῦ μὴ γινομένου μετὰ λύπης

    此句对应亚里士多德原文(1385a22)的 μάλιστα δὲ ὧν ὀρέγονται μὴ γιγνομένων μετὰ λύπης。分词短语 τοῦ μὴ γινομένου 实质上带有条件含义(“若其未能实现”),这从注解者随后的释义 ἤτοι ὅ, ἐὰν 〈μὴ〉 γένηται, λύπην μοι προξενεῖ(“即若未实现便给我带来痛苦之事”)得到了明确印证。

  2. 2.0.7ἀνάγκη οὖν τὸν παθόντα ταύτην τὴν χάριν ἔχειν τὴν ὑπουργίαν

    这是由无人称表达式 ἀνάγκη [ἐστί] 所统辖的“宾格加不定式”句式。不定式的逻辑主语是 τὸν παθόντα ταύτην τὴν χάριν。在主要不定式 ἔχειν 之后,同位语性质的 ἤτοι ... ποιεῖν(“即做出回报与恩惠”)以及随后的 καὶ αὐτὸν ποιῆσαι 并列出现,用以具体说明这项责任与义务的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:108.9-109.9