← 佚名

亚里士多德《修辞学》佚名评注

§106.27-108.8

令人羞耻的其他对象与引发羞耻的情境

本节注解亚里士多德《修辞学》卷二第6章(1384b13–1385a8),阐释了令人感到羞耻的对象(初次请求者、熟人、竞争的同等者)以及产生羞耻的各种情形(恶行的迹象、关乎法律或声誉的过失、不幸时被目击、关联者的不当行为等),并结合欧里庇得斯与屈狄亚斯的例证加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.6#3

αἰσχυνόμεθα καὶ τοὺς πρῶτόν τι δεηθέντας ἡμῶν, εἴ γε οὐδέποτε ἐφάνημεν αὐτοῖς ἄδοξοι, ἀλλ’ ὡς ἀεὶ τιμώμενοι παρ’ αὐτῶν ἐκτελοῦμεν καὶ τὴν αἴτησιν· εἰ γὰρ βουλόμεθα φίλοι τούτοις γενέσθαι, οὐκ ἀποπεμπόμεθα αὐτοὺς πρώτως δεηθέντας· [b 15] τὰ γὰρ βέλτιστα τίθενται ἤτοι οὐκ ἠδόξησάν ποτε παρ’ αὐτοῖς, εἴπερ φιλῆσαι θέλουσιν. [b 16] Εὐριπίδης πρὸς τοὺς Συρρακουσίους πρέσβυς ἀποσταλεὶς καὶ περὶ εἰρήνης καὶ φιλίας δεόμενος, ὡς ἐκεῖνοι ἀνένευον, εἶπεν ‘ἔδει, ἄνδρες Συρρακούσιοι, εἰ καὶ διὰ μηδὲν ἄλλο, ἀλλά γε διὰ τὸ ἄρτι ὑμῶν δεῖσθαι αἰσχύνεσθαι ἡμᾶς ὡς θαυμάζοντας’. τὸ δὲ ὅλον τοιοῦτόν ἐστι· φησὶν ὁ Εὐριπίδης πρὸς τοὺς Συρρακουσίους ὡς ‘οὐ δεῖ ἀποπεμφθῆναι παρ’ ὑμῶν, διότι ἅπαξ ὑμῶν ἐδεήθημεν ὡς ὑμᾶς θαυμάζοντες’. [b 16] καὶ ἀπὸ τῶν πάλαι γνωρίμων οἱ μηδὲν καθ’ ἡμῶν συνειδότες κακὸν αἰσχύνονται ἡμᾶς.1 [b 19] ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, οἷον τὸ τζιμπίσαι. καὶ οὐ μόνον ποιοῦντες τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες· ἔλεγε γὰρ καὶ ὁ Δημόκριτος ‘λόγος ἔργου σκιή’. [b 23] ὧν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύειν·2 καταφρονοῦσι γὰρ αὐτῶν, διότι, εἰ καὶ κατ’ αὐτῶν εἴπωσί τι, ἀλλ’ οὐ δόξωσιν ἀληθεύειν. [b 25] ἀλλὰ τοὺς μὲν γνωρίμους αἰσχύνονται τὰ πρὸς ἀλήθειαν κακά,3 ἤτοι μή πως νομισθῶσιν, ὅτι εἰσὶ φαῦλοι ἐν τοῖς κατὰ ἀλήθειαν οὖσι κακοῖς, οἷον ὅτι εἰσὶν ἀκόλαστοι ἢ ἠλίθιοι. τοὺς δὲ ἄποθεν αἰσχύνονται τὰ πρὸς τὸν νόμον, ἤτοι μὴ πως φωραθῶσι παρ’ αὐτῶν ποιήσαντες ἐκεῖνα, ἃ τῷ νόμῳ κολάζονται, οἷον εἰ προδότης ἐστίν· εἴ που γὰρ προσαγγείλῃ τῷ βασιλεῖ, ὅτι προδότης εἰμί, κολασθήσομαι παρ’ αὐτοῦ· ὁ γὰρ νόμος τοὺς προδότας κολάζει. γράφεται καὶ τοὺς δὲ ἄποθεν τὰ πρὸς δόξαν μόνον, ἤτοι ἵνα μὴ νομισθῶσι παρ’ αὐτοῖς φαῦλοι ἐν τοῖς κατὰ δόξαν οὖσι κακοῖς· εἰσὶ γάρ τινα μὴ κατὰ ἀλήθειαν ὄντα κακὰ ἀλλὰ φαινόμενα καὶ δοκοῦντά τισι κακά. [b 28] πρῶτον μέν, εἴ τινες ὑπάρχουσιν ἔχοντες πρὸς αὐτοὺς οὕτως, ὥσπερ ἔχειν ἔφαμεν, οὓς αὐτοὶ αἰσχύνονται· οἷον ἐπεὶ αἰσχυνόμεθα τοὺς θαυμάζοντας ἡμᾶς, δηλονότι καὶ ἄλλοι αἰσχυνθῶσιν ἡμᾶς, εἴ γε διάκεινται οὗτοι πρὸς ἡμᾶς οὕτως, ὡς ποιεῖν αὐτοὺς θαυμάζεσθαι παρ’ ἡμῶν· καὶ εἰ αἰσχυνόμεθα ἐκείνους, παρ’ ὧν θαυμαζόμεθα, λοιπὸν καὶ ἄλλοι ἡμᾶς αἰσχυνθῶσιν, εἴ γε παρ’ ἡμῶν θαυμάζονται. [b 31] ἢ ὧν δέονται κατά τινα χρείαν, ὧντινων οὐκ ἂν ἐπιτύχωσιν, εἴ γε δόξουσιν ἐκείνοις ἄδοξοι ὡς ἀπαίδευτοι· οὐ γὰρ τὰ τῶν μυσαττομένων παρ’ ἡμῶν ἐκτελοῦμεν αἰτήματα. [b 32] καὶ οὗτοι οἱ θαυμάζοντες ἢ εἴ εἰσιν ὁρῶντες ἡμᾶς, μέλλουσιν αἰσθήσεσθαι καὶ νοῆσαι ἡμᾶς ὡς πράξαντάς τι κακόν. οἱ Λακεδαιμόνιοι καὶ οἱ Ἀθηναῖοι ἀμφισβητοῦντες, τίνι ἀνήκει ἡ Σάμος, ἔθεντο κλήρους περὶ αὐτῆς. ὁ Κυδίας Λακεδαιμόνιος ἦν. [b 36] διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες· οἷον εἰ εὐδαίμων ὢν εἶχον πολλοὺς τοὺς ζηλοῦντάς με, εἰ δυστυχήσω, αἰσχύνομαι βλέπειν ἐκείνους τοὺς ζηλοῦντας ἐμέ. [1385 a 1] αἰσχύνονται καὶ ὅταν ἔχωσιν ἔργα τοιαῦτα, ἃ καταισχυνοῦσι τὰ ἔργα καὶ τὰς πράξεις ἢ αὐτῶν ἢ τῶν προγόνων ἢ φίλων, ὑπὲρ ὧν αἰσχύνονται οὗτοι. [a 4] καὶ οἱ εἰς αὐτοὺς ἀναφερόμενοι· οἷον εἰ διδάσκαλος ὢν τοῦ Σωκράτους ἐποίησά τι, δι’ οὗ ἀπεφάνθην ἀμαθής, δηλονότι καὶ τὸν μαθητήν μου ἀμαθῆ ἀπέδειξα· ὁ γὰρ μαθητὴς πρὸς τὸν διδάσκαλον ἀναφέρεται. καὶ εἰ συνεβουλευσάμην τινὶ ποιῆσαι τό, εἶτα ἐφάνη κακόν τι ποιήσας καὶ ἀλόγιστον, κατῄσχυνα καὶ τὸν ἐμοὶ χρησάμενον συμβούλῳ ὡς ἀπατηθέντα καὶ μὴ χρησάμενον ἀγαθῷ συμβούλῳ. [a 6] ἢ ἐὰν ὦσιν ἕτεροι ὅμοιοι, πρὸς οὓς φιλοτιμοῦνται, ἤτοι εἰ σοφοί εἰσι, πρὸς οὓς ἐπιδεικνύμεθα σοφοὶ ὄντες καὶ αὐτοί, αἰσχυνόμεθα αὐτούς· καὶ δι’ αὐτούς, εἰ ἐνεργοῦμεν, πολλὰ ποιοῦσι καὶ παρὰ τὴν οἰκείαν προαίρεσιν καὶ οὐ ποιοῦσι δι’ αἰδῶ. [a 8] καὶ εἴ μέ τις σύνοιδεν ὡς πόρνον, εἰ μέλλω τούτῳ ὁρᾶσθαι καὶ συνδιάγειν αὐτῷ ὡς συνειδότι, αἰσχύνομαι.

我们亦羞对那些初次向我们有所请求之人,只要我们在他们眼中从未显得声名狼藉,反而作为始终受到他们尊重的人亦成全其请求;因为若我们希望与这些人成为朋友,便不会打发走初次提出请求的他们。 因为“他们作最好的设想”,即只要他们意图示好,便从未在他们面前蒙受过恶名。 欧里庇得斯作为使节被派往叙拉古人那里请求和平与友好,当他们拒绝时,他说:“叙拉古人啊,即便不因别的缘故,单凭方才向你们提出请求这一点,你们亦当羞对作为钦佩你们的我们。”整体的意思乃是如此:欧里庇得斯对叙拉古人说,“我们不该被你们打发走,因为我们既然钦佩你们,便曾向你们有所请求。” 且在昔日的熟人中,那些未察觉我们有任何恶行的人亦羞对我们。 “而且亦羞对这件事情的迹象”,例如掐拧。且不仅在做出可耻之事时,而且在言谈中亦然;因为德谟克利特亦曾说:“言论乃行为之影。” “人们大为蔑视其讲真话之声誉的人[面前则不感到羞耻]”;因为他们蔑视这些人,乃是由于即便这些人针对他们说了什么,亦不会被认为是在讲真话。 但在熟人面前,他们所羞愧的是实质上的恶事,即唯恐在真正为恶之事上(例如放荡或愚蠢)被认为卑劣。而在远方之人面前,他们所羞愧的是关乎法律之事,即唯恐被他们发觉自己行了依法当受惩处之事,例如充当叛徒;因为若有人向国王告发我是叛徒,我便会受到他的惩罚;因为法律惩处叛徒。亦有抄本作:“在远方之人面前仅羞愧关乎声誉之事”,即为了不至于在声誉上为恶之事中在他们眼中被认为卑劣;因为有些事并非实质之恶,而是在某些人看来显得是恶。 “首先,若有某些人对于他们具有正如我们所言他们自身所羞对之人的那种关系”。例如,既然我们羞对钦佩我们的人,显然只要其他人对我们的态度使得自己受到我们的钦佩,他们亦会羞对我们;且若我们羞对那些钦佩我们的人,那么只要其他人受到我们的钦佩,最终他们亦会羞对我们。 “或因某种需要而有所求之人[存在]”,若在这些人眼中显得如同无教养之人般声名狼藉,便无法从其获得所求;因为我们不会成全我们所厌恶之人的请求。 “且这些钦佩之人”,或者若他们正注视着我们,便将察觉并看出我们行了恶事。拉刻代蒙人与雅典人争论萨摩斯岛归属于谁,曾就其抽签。屈狄亚斯乃是拉刻代蒙人。 “因此处于不幸中被人目睹[亦感到羞耻]”;例如若我亨通时曾有许多羡慕我的人,若我遭遇不幸,便羞于见到那些曾羡慕我的人。 当他们拥有此类败坏自身或祖先或朋友的行为与作为之事时,他们亦感到羞耻,他们亦替这些朋友感到羞耻。 “以及归咎于他们之人[的行为亦使人羞耻]”。例如我作为苏格拉底的老师若做了某事因而被显明为无知,显然亦证明了我的学生是无知的;因为学生乃是与老师相关联的。且若我曾建议某人做某事,随后显明他做了恶劣且愚蠢之事,我便亦使将我当作顾问之人蒙羞,因其受了蒙骗且未曾采用优秀的顾问。 “或者若有其他与自己竞争的同等之人”,即若有智者,而身为智者的我们亦向其展现自身,我们便羞对他们;且为了他们,若我们有所举动,他们甚至会违背自己的意愿做许多事,并因慎重而不去做许多事。 且若有人知晓我为男娼,若我将要被此人看见并与知情的他共同度日,我便感到羞耻。

语法注3 条
  1. 2.0.6καὶ ἀπὸ τῶν πάλαι γνωρίμων οἱ μηδὲν καθ’ ἡμῶν συνειδότες κακὸν αἰσχύνονται ἡμᾶς

    亚里士多德原文(1384b16)使用的是受格“不察觉恶行的人[为人所羞对]”,而注解者在此将其改写为主格主语 οἱ μηδὲν... συνειδότες、动词 αἰσχύνονται 与宾格 ἡμᾶς,表述为“他们亦羞对我们”的相互关系句式。

  2. 2.0.6ὧν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύειν

    关系代词 ὧν 是受动词 καταφρονοῦσι 支配的属格宾语(指代人),其后的属格短语 τῆς δόξης 表示被轻蔑的具体内容,冠词加不定词 τοῦ ἀληθεύειν 则充当修饰 δόξης 的同格或说明性属格(“讲真话之声誉”)。

  3. 2.0.6ἀλλὰ τοὺς μὲν γνωρίμους αἰσχύνονται τὰ πρὸς ἀλήθειαν κακά

    αἰσχύνονται 构成了双重受格句式:表示所羞对之人的受格(τοὺς μὲν γνωρίμους)以及表示感到羞耻的方面或事由的受格(τὰ πρὸς ἀλήθειαν κακά,充当关系受格或内在受格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:106.27-108.8