← 佚名

亚里士多德《修辞学》佚名评注

§105.14-106.27

人们对其感到羞耻的对象与特征

注解者围绕亚里士多德《修辞学》卷二第六章(1384a23–b13),阐释了由于羞耻乃是关于声名狼藉的表象,因而人们会对哪些人感到羞耻(所钦佩者、竞争对手、明智者、目击者、不同过者、多嘴泄密者等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.6#2

[a 23] ἐπεὶ δὲ ἡ αἰσχύνη ἐστὶ φαντασία περὶ ἀδοξίας ἤτοι τὸ φαντάζεσθαι, ὅτι θέλω ἀτιμηθῆναι καὶ ἀδοξασθῆναι, καὶ ταύτης αὐτῆς χάριν ἤτοι καὶ φαντάζεσθαι ἀτιμηθῆναι χάριν ταύτης αὐτῆς ἤτοι χάριν αὐτοῦ τοῦ ἀτιμηθῆναι, ἀλλὰ μὴ φαντάζεσθαι ἀτιμηθῆναι ἕνεκεν τῶν ἀποβαινόντων ἤτοι ἐκ τοῦ ἀφαιρεθῆναι τὰ οἰκεῖα χρήματα ἤτοι τοῦ ἐλπίζειν ἡττηθῆναι εἰ πολεμήσει, οὐδεὶς δὲ φροντίζει τῆς δόξης ἀλλ’ ἢ διὰ τοὺς δοξάζοντας,1 ἀνάγκη αἰσχύνεσθαι τούτους, ὧν ἔχει λόγον ἤτοι ὧν φροντίζει. [a 27] φροντίζει δὲ τῶν θαυμαζόντων αὐτόν, ἵνα μὴ παρ’ ἐκείνοις ἄδοξος νομισθῇ, καὶ οὓς θαυμάζει· ἐπειδὴ γὰρ θαυμάζει αὐτούς, δῆλον, ὡς καλοὺς ὄντας θαυμάζει αὐτοὺς καὶ διὰ τοῦτο φροντίζει, μή πως ἄδοξος φανῇ παρ’ αὐτοῖς ἀγαθοῖς οὖσι. [a 28] καὶ πρὸς οὓς φιλοτιμεῖται καὶ ἐπιδείκνυται, καὶ ὧν τις δόξης οὐ καταφρονεῖ ἤτοι καὶ ὑφ’ ὧν δοξάζεται, οὐ καταφρονεῖ. [a 30] οἳ ἔχουσί τι ἀγαθὸν τῶν τιμίων, οἷον ἡ σοφία τίμιόν ἐστι καὶ ἡ ἀρετή. θαυμάζουσι καὶ ἐκείνους, ὧν δέονται σφόδρα ἕνεκά τινος, ὧν οὗτοί εἰσι κύριοι, οἷον οἱ ἐρῶντες θαυμάζουσι τοὺς ἐρωμένους, ἵνα παρ’ αὐτῶν τύχωσιν ἢ ὁμιλίας ἢ συνουσίας, ἧς κύριοί εἰσιν οἱ ἐρώμενοι. [a 32] φιλοτιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους, οἷον οἱ φιλόσοφοι πρὸς τοὺς φιλοσόφους. μᾶλλον δὲ φροντίζουσι τῶν φρονίμων, διότι οὗτοι ἀληθεύουσιν, εἴ τι ἂν καὶ εἴπωσι. [a 34] τοιοῦτοι δὲ ἤτοι φρόνιμοί εἰσιν οἱ πρεσβύτεροι καὶ οἱ γηραιότεροι διὰ τὸν χρόνον καὶ οἱ πεπαιδευμένοι ἤτοι οἱ σοφοί. αἰσχύνονται καὶ τὰ ἐν ὀφθαλμοῖς ἤτοι τὰ φανερά, οἷόν τινες ἐπιτηδεύονται· τὰ μὲν μανίκια τῶν ὑποκαμίσων ποιοῦσι καὶ καθαρὰ καὶ ψιλὰ (αἰσχύνονται γάρ, εἴ γε ταῦτα μὴ τοιαῦτά εἰσι, διὰ τὸ φανερὰ εἶναι), τὸ δὲ ὅλον κορμίον καὶ ῥυπαρὸν καὶ τραχὺ ποιοῦσιν. [a 35] ὅθεν καὶ ἡ παροιμία τὸ εἶναι αἰδῶ καὶ ἐντροπὴν ἐν τοῖς κειμένοις ὀφθαλμοῖς ἤτοι εἰς τὸ φανερόν. καὶ διὰ τοῦτο αἰσχύνονται τοὺς αἰεὶ παρεσομένους ἤτοι τοὺς ἀνθρώπους, μεθ’ ὧν ἀεὶ συνδιάγουσι, καὶ τοὺς προσέχοντας καὶ παρατηροῦντας αὐτοὺς ἀεί, διότι ἐν ὀφθαλμοῖς ἐστι καὶ τῶν συνδιαγόντων αὐτοῖς ἀεὶ καὶ τῶν παρατηρούντων. [b 1] καὶ τοὺς μὴ περὶ ταὐτὰ ἐνόχους, οἷον ὁ κάπηλος αἰσχυνθῇ ἂν τὸν μὴ ὄντα κάπηλον, κάπηλος δὲ κάπηλον οὐδέποτε αἰσχύνεται· δῆλον γάρ, ὅτι οἱ μὴ ἔνοχοι τοῖς αὐτοῖς ἐγκλήμασιν ἤτοι οἱ μὴ κάπηλοι ὄντες τἀναντία δοξάζουσι τοῖς καπήλοις. [b 2] καὶ τοὺς μὴ συγγνωμονοῦντας, εἴ τινα ἴδωσιν ἁμαρτήσαντα· ἃ γάρ τις αὐτὸς ποιεῖ ἤτοι εἰ κλέπτης ἐστί τις καὶ ἄδικος, λέγει μὴ νεμεσᾶν καὶ μέμφεσθαι τοῖς πέλας, εἴ γε καὶ οὗτοι δρῶσι ταῦτα ἤτοι τὸ κλέπτειν καὶ τὸ ἀδικεῖν, ὁ δὲ μὴ ποιῶν ἤτοι ὁ μὴ κλέπτων δῆλον ὅτι νεμεσᾷ τῷ κλέπτῃ. [b 5] καὶ τοὺς ἐξαγγελτικοὺς ἤτοι τοὺς μὴ φυλάσσοντας μυστήριον, ἀλλ’ εἴ τι ἂν ἀκούσωσι, τοῦτο καὶ λέγουσι· τὸ γὰρ μὴ δοκεῖν ἤτοι συνιέναι, οἷοί εἰσιν2 οἱ ἀναίσθητοι, καὶ συναισθάνεσθαι καὶ τὸ μὴ ἐξαγγέλλειν καὶ λέγειν, ἃ ἀκούσωσι, ταὐτά εἰσιν. [b 7] ἐξαγγελτικοὶ δέ εἰσιν οἱ ἀδικηθέντες παρά τινος καὶ διὰ τοῦτο παρατηροῦντες, μή πως ἀκούσωσιν αὐτοῦ εἰπόντος λόγον τινά, καὶ οἱ κακολόγοι ἤτοι οἱ λοίδοροι· εἰ γὰρ ὑβρίζουσι τοὺς μὴ ἁμαρτήσαντας, πολλῷ μᾶλλον ὑβρίζουσι τοὺς ἁμαρτήσαντας. [b 11] αἰσχύνονται καὶ ἐκείνους, ἐν οἷς μηδὲν ἀποτετυχήκασιν ἤτοι ἐν οἷς οὐδέποτε ἀπέτυχον δεηθέντες· καὶ διὰ τοῦτο φοβοῦνται, μή ποτε νοηθέντες αὐτῷ φαῦλοι οὐκ ἂν ἐπιτύχωσιν, οὗ δέονται. γράφεται καὶ [b 13] οὐδέν πω ἠδοξηκότες.

羞耻既然是关于声名狼藉的表象,即想象自己将要遭受耻辱与名誉扫地,并且是为了其自身之故,即为了这件事情自身,即为了受辱本身而想象受辱,而不是因其后果,即由于自家的财产被夺走,或由于若作战便预期被打败而想象受辱;并且,若非因为那些持有意见之人,没有人会在意名声,因此必然会羞对那些自己所看重的人,即自己所在意的人。 人在意那些钦佩自己的人,以免在他们眼中被认为声名狼藉;亦在意自己所钦佩的人;因为既然钦佩他们,显然是把他们当作高尚之人来钦佩,因此好生在意,唯恐在身为善人的他们面前显得声名狼藉。 并且[人在意]与自己竞争并向其炫耀之人,以及人们不蔑视其评价之人,即人们受其评价而不予蔑视之人。 [他们钦佩]那些拥有某种珍贵善好之人,例如智慧与德性皆是珍贵之物。他们亦钦佩那些因某些事物而极需其帮助、且这些人对其拥有支配权的人;例如爱慕者钦佩其所爱之人,以便从他们那里获得交谈或相伴,而这些正是所爱之人所支配的。 他们亦与同等之人竞争,例如哲学家与哲学家竞争。且他们更在意明智之人,因为无论这些人说什么,他们都在讲真话。 这样的人,即明智之人,乃是年长者以及因年岁而苍老之人,还有受过教育者,即智者。他们亦对眼前的即公开展现之事感到羞耻,正如某些人所讲究的那样:他们把内衣的袖子弄得既洁净又光鲜(因为若是并非如此他们便会感到羞耻,因其是公开显露的),却把整个身体弄得既肮脏又粗糙。 因此亦有俗谚称:“羞耻与敬畏在明处之眼中”,即在公开展现之处。且正因如此,他们羞对那些将常在身旁之人,即常与自己共同度日的人,以及时刻注意并观察他们的人,因为这亦是在常与他们共同度日者及观察者的眼前。 并且[他们亦羞对]未卷入相同之事的人;例如零售商会羞对不是零售商的人,但零售商绝不羞对零售商;因为显然,未卷入相同罪名的人,即不是零售商的人,持有与零售商相反的看法。 并且[他们亦羞对]若见有人犯错便不予宽恕的人;因为对自己所行之事,即若某人自己是个盗贼且不义之人,他说若邻人亦行这些事即偷盗与不义,自己并不愤慨或指责,但不行这些事的人,即不偷盗的人,显然会对盗贼感到愤慨。 并且[他们亦羞对]搬弄是非之人,即不保守秘密、听到什么便说什么的人;因为不以为意即不予理解(如那些麻木不仁者)且不察觉,与不外泄并不说出所听到的事情,乃是一回事。 搬弄是非之人乃是受到某人侵害、因而观察是否或许会听到他说出某句话的人,以及恶语中伤者即谩骂者;因为他们若连未曾犯错之人尚且辱骂,便远更会辱骂犯错之人。 他们亦羞对那些在他们面前自己未曾遭遇失败的人,即在提出请求时从未落空的人;且正因如此,他们害怕一旦被对方察觉出卑劣,便可能无法获得所需之物。亦有抄本作: “尚且未曾蒙受恶名者”。

语法注2 条
  1. 2.0.6οὐδεὶς δὲ φροντίζει τῆς δόξης ἀλλ’ ἢ διὰ τοὺς δοξάζοντας

    否定词(οὐδείς)之后的短语 ἀλλ’ ἤ 是表示“除……之外”“唯有”的习语。此外,该分句紧随前面的从属原因分句 ἐπεὶ δὲ... 之后,作为进入主句(ἀνάγκη...)之前的并列前提。

  2. 2.0.6τὸ γὰρ μὴ δοκεῖν ἤτοι συνιέναι, οἷοί εἰσιν οἱ ἀναίσθητοι, καὶ συναισθάνεσθαι καὶ τὸ μὴ ἐξαγγέλλειν καὶ λέγειν, ἃ ἀκούσωσι, ταὐτά εἰσιν

    该句是对亚里士多德原文 τὸ γὰρ μὴ δοκεῖν καὶ μὴ ἐξαγγέλλειν ταὐτόν(“不以为意与不外泄乃是同一的”)的展开诠释。主语由带冠词不定词 τὸ μὴ δοκεῖν(以及注解者的解释)与 καὶ τὸ μὴ ἐξαγγέλλειν(不外泄)构成,表语为 ταὐτά εἰσιν,意指未察觉到过错与察觉到却不外泄在结果上是相同的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:105.14-106.27