- 底本
- Anonymus, In Aristotelis artem rhetoricam commentarium. Commentaria in Aristotelem Graeca XXI.2, ed. H. Rabe, Berlin: Reimer 1896, pp. 1-262. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:104.3-105.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《修辞学》卷二第6章(1383b12–1384a21)的注解。在给出羞耻与无耻的定义之后,注解者阐释了引发羞耻的具体行为与状态,如不当的交往、卑鄙的图利、微不足道的援助或可耻的借贷、阿谀奉承、自夸、因自身过错而无教养以及甘受肉体屈辱等。
6. Ἔστι δὲ αἰσχύνη λύπη καὶ ταραχὴ ἀπὸ τῶν κακῶν περὶ τὰ κακὰ τὰ εἰς ἀδοξίαν φέροντα, κἄν τε πάρεισι ταῦτα κἄν τε μέλλωσι γενέσθαι. [b 16] ἀναίσχυντος δέ ἐστιν ὁ καταφρονῶν τῶν τοιούτων κακῶν τῶν εἰς ἀδοξίαν φερόντων καὶ μηδὲν πάσχων ὑπὸ τῶν τοιούτων, ὅσα δοκοῦσιν αἰσχρὰ εἶναι ἢ αὐτῷ ἢ ὧν φροντίζει,1 ἤτοι φίλων, παίδων. [b 22] καὶ τὸ συγγενέσθαι, οἷς οὐ δεῖ, ἤτοι τῇ αὑτοῦ μητρυιᾷ, ἢ ὅπου οὐ δεῖ, ἤτοι εἰ ἐν ἐκκλησίᾳ ἐμοίχευσεν, ἢ ὅτε μὴ δεῖ, ἤτοι ἐν καιρῷ νηστείας καὶ προσευχῆς. καὶ τὸ σπουδάζειν ἁρπάζειν καὶ κερδαίνειν ἀπὸ τῶν μικρῶν ἤτοι τῶν πτωχῶν ἢ ἀπὸ αἰσχρῶν ἤτοι ἀπὸ τοῦ μαυλίζειν ἢ ἀπὸ τοῦ πορνοβοσκὸν εἶναι· [b 25] ὅθεν καὶ ἡ παροιμία λέγεται ἐπὶ τῶν σπουδαζόντων κερδαίνειν καὶ ἀπὸ τῶν τεθνεώτων τὸ κἂν καὶ ἀπὸ τῶν νεκρῶν φέρειν· ἐκδύουσι γὰρ τὰ σάβανα αὐτῶν, ὡς οἱ λωποδύται. [b 27] καὶ τὸ τὸν δυνάμενον βοηθῆσαι τῷ κινδυνεύοντι μεγάλως ἧττον ἤτοι μικρῶς βοηθῆσαι αἰσχύνης ἐστὶν ἄξιον τοῦτο δοκεῖν.2 αἰσχύνεσθαι δὲ δεῖ καὶ τὸ σὲ ἔνδοξον ὄντα βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων ἤτοι τῶν πτωχῶν. καὶ τὸ δανείζεσθαι, ὅτε δόξει αἰτεῖν· οἷον εἰσί τινες ζητοῦντες λαβεῖν ἀπό τινων χρήματα μὴ ἔχοντες καὶ οὐ ζητοῦσιν ἐξ ὀρθοῦ, ἀλλὰ δανειακῶς ζητοῦσι νομίσματα. [b 30] αἰσχύνεσθαι δὲ δεῖ καὶ τὸ ἐπαινεῖν τινα, ἵνα δόξῃ αἰτεῖν, ἤτοι διὰ τὸ λαβεῖν ἀπ’ αὐτοῦ τι· κολακεύει γὰρ τοῦτο. καὶ τό, ἐὰν ζητήσῃ τινὰ καὶ ἀποτύχῃ ἤτοι οὐ λάβῃ ἀπ’ αὐτοῦ τι, μηδὲν ἧττον ζητεῖν πάλιν. [b 32] καὶ τὸ ἐπαινεῖν μὲν τὰ ἀγαθὰ καὶ τὰ κατορθώματά τινος, συναλείφειν δὲ καὶ μειοῦν καὶ σμικρύνειν τὰ φαῦλα ἤτοι τὰ κακά. καὶ τὸ παρών τινι λυπουμένῳ δοκεῖν συλλυπεῖσθαι ἐκείνῳ καὶ ἐπέκεινα αὐτοῦ. [b 35] καὶ τὸ μὴ ὑπομένειν πόνους, οὓς οἱ πρεσβύτεροι, οἷον εἰ οἱ γηραιοὶ ἢ οἱ ἐν ἐξουσίᾳ ἑαυτοὺς λούουσι, σὺ δὲ βούλει ὑπ’ ἄλλων λούεσθαι. [1384 a 5] καὶ τὸ περὶ ἑαυτοῦ λέγειν καὶ ἐπαγγέλλεσθαι μεγάλα ἤτοι τὸ ἐπαινεῖν ἑαυτόν. καὶ τὸ φάσκειν τὰ ἀλλότρια πράγματα εἶναι ἑαυτοῦ· οἷον εἰ τὸ κτῆμα τὸ ἀλλότριον λέγω ἐμὸν εἶναι. [a 7] ὁμοίως καὶ τὰ ἔργα τῶν ἄλλων κακιῶν τῶν ἠθικῶν εἰσιν αἰσχρὰ καὶ ἄξια αἰσχύνης. αἰσχυντικόν ἐστι καί, εἰ μὴ μετέχει τις τοῦ ἀγαθοῦ, οὗ πάντες μετέχουσι· [a 13] κἂν ἐπὶ τοσοῦτον ἤγουν ἐπὶ μικρόν· οἷον εἰ πάντες μετέχουσι παιδεύσεως καὶ τῶν ἄλλων, οἷον γραμματικῆς, σὺ μόνος ἐστέρησαι· πάντα γοῦν ταῦτά εἰσιν αἰσχυντικά, εἴ γε φαίνεταί τις μείνας ἀπαίδευτος δι’ ἑαυτόν, ἤτοι εἰ αὐτὸς ἐγένετο αἴτιος ἑαυτῷ τοῦ μεῖναι ἀπαίδευτος καὶ τῶν ἑτέρων κακῶν ἢ τῶν ὑπαρχόντων, ἤτοι ὧν ἔχει, ἢ τῶν μελλόντων, φαίνεται φαύλης καὶ κακῆς γνώμης ὤν. [a 18] εἰς ὑπηρετήσεις σώματος, οἷον εἰ δουλεύει τινὶ ἢ εἰ δώσει τὸ ἑαυτοῦ σῶμα εἰς τὸ πορνεύεσθαι παρ’ ἄλλων, ἢ αἰσχρῶν ἔργων, ὧν ἐστι τὸ ὑβρίζεσθαι ἤγουν τὸ μαστροπεύειν. αἰσχρόν ἐστι καὶ τὸ πάσχειν μὲν τὰ πρὸς ἀκολασίαν, εἴτε ἑκών τις ταῦτα πάσχει εἴτε καὶ ἄκων, αἰσχυντηλὸν ἐστιν. [a 20] εἶτα λέγει καὶ τίνα εἰσὶ τὰ πρὸς ἀκολασίαν ἄκοντα καί φησι ‘φημὶ δὲ ἄκοντα τὰ πρὸς βίαν’, οἷον βίᾳ τις συσχεθεὶς ἐφθάρη παρὰ τοῦ κατασχόντος· ἄνανδρος γὰρ φαίνεται ὁ τοιοῦτος ὡς ὑπομείνας καὶ ἄκων τὴν οἰκείαν ὕβριν. αἰσχυντικόν ἐστι καὶ εἰ ἐβλάβην παρά τινος καὶ οὐκ ἀμύνωμαι αὐτόν.
6. 羞耻是因恶而生的、关于招致声名狼藉之恶的痛苦与扰动,无论这些恶是现前的还是即将发生的。 而无耻之人,则是蔑视这类招致声名狼藉之恶的人,对于在他自己看来或在他所关切之人——即朋友和子女——看来是可耻的一切事物,他均不受任何触动。 与不应当结合之人结合,即与自己的继母结合;或在不应当结合之处结合,即若在教堂内通奸;或在不应当结合之时结合,即在禁食与祈祷的时节结合,[皆属可耻]。且急于从小民即穷人身上掠夺图利,或从可耻之途图利,即通过拉皮条或经营妓院图利,[亦属可耻];因此,针对那些急于连死者身上亦要谋利之人,遂有俗谚称:“甚至从死者身上剥取”;因为他们就像偷衣贼一样,剥去死者的裹尸布。 并且,本能大力援助遇险者之人却援助较少,即仅给予微小援助,表现出这一点是配得羞耻的。而你身为有名望之人,却接受家境欠佳者即穷人的援助,亦当感到羞耻。且在显得像是在乞求之时借债,亦当感到羞耻;例如,有些人因没有钱财而企图从某些人那里获得钱财,他们不光明正大地索求,却以借贷的形式索取钱币。 为了显得像是在乞求而称赞某人,即为了从其身上获得某些东西而称赞,亦当感到羞耻;因为这是谄媚。并且,若向某人索求而未得,即未曾从其身上获得任何东西,却依然再次索求,[亦当感到羞耻]。 一方面称赞某人的长处与成就,另一方面却掩盖、削减并缩小其卑劣之处即恶行,[亦属可耻]。且在悲伤之人身旁时,显出与其一同悲伤甚至超过其悲伤的样子,[亦属可耻]。 且不承受年长者所承受的劳苦,[亦属可耻];例如,老年人或身居权位者自行沐浴,而你却想要让别人为你沐浴。 对自己夸夸其谈并大言不惭地许诺,即自我夸耀,[亦属可耻]。声称他人的财物为自己所有,[亦属可耻];例如,若我说他人的地产是我的。 同样,其他品德恶习的作为亦是可耻的,配得羞耻。若某人未能分得人人都分得的善好,这亦是可耻的;即便在如此程度,即在极小程度上亦是如此;例如,若人人都分得教育及其他学问如基础读写,唯独你被剥夺;无论如何,这一切皆是可耻的,假若某人显得是由于自身的缘故而保持未受教育,即若他自己成了让自己保持未受教育以及其他恶事——无论是现存的即其所拥有的,还是未来的恶事——的原因,因为他显出具有卑劣而邪恶的见识。 [这亦是可耻的,即]涉及身体的奴役,例如若给某人当奴仆,或将自己的身体交给他人卖淫;或可耻行为的〔奴役〕,其中之一是受凌辱,即拉皮条。遭受涉及放荡之事亦是可耻的;无论某人是自愿还是非自愿地遭受这些,皆是可耻的。 随后他亦说明了涉及放荡的非自愿之事是什么,并说:“我所说的非自愿乃是指涉及强力之事”,例如某人被强力制服,受制服他的人蹂躏;因为这样的人显得没有男子气概,因其即便非自愿亦忍受了自身的屈辱。若我受到某人的伤害而不予以还击,这亦是可耻的。
- 2.0.6ὧν φροντίζει
先行词[τούτοις]被省略,关系代词 ὧν 因动词 φροντίζει 支配属格而呈属格形式。包含先行词在内的整个从句与前文的与格 αὐτῷ(“对他自身而言”)构成并列。
- 2.0.6τὸ τὸν δυνάμενον βοηθῆσαι τῷ κινδυνεύοντι μεγάλως ἧττον ἤτοι μικρῶς βοηθῆσαι αἰσχύνης ἐστὶν ἄξιον τοῦτο δοκεῖν
主语为主格冠词不定式短语 τὸ ... βοηθῆσαι(宾格 τὸν δυνάμενον 为其逻辑主语),谓语为 αἰσχύνης ἐστὶν ἄξιον(“配得羞耻”)。末尾的 τοῦτο δοκεῖν 是用指示代词 τοῦτο 承接该主语内容、进而以不定式 δοκεῖν 作解说性附加(“被如此看待”)。
