← 佚名

亚里士多德《修辞学》佚名评注

§102.29-104.2

产生自信的诸条件与情境

注解亚里士多德《修辞学》第2卷第5章(1383a20-b11)关于自信(tharros)的论述,阐释了人们产生自信的各种条件,包括对手的力量状况、盟友与救助手段、无知盲目或经验熟练、军事力量与地理优势、神明的庇佑以及先发制人等。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.5#3

θαρροῦμεν καὶ ὅτε περιπεσόντες πειρασμοῖς ἔχομεν ἐπανορθώσεις καὶ βοηθείας καὶ μεγάλας καὶ πολλάς. καὶ εἰ μήτε ἠδικήθημεν παρά τινος μήτε ἠδικήσαμεν, καὶ οὕτω θαρροῦμεν, ὡς οὐκ ἂν ποτε βλαβῶμεν παρά τινος.1 [a 22] καὶ ὅτε ἢ ὅλως ἀνταγωνιστὰς καὶ ἀντιπάλους οὐκ ἔχομεν ἢ ἔχομεν ἀντιπάλους ἀδυνάτους δέ. ἢ θαρροῦμεν καὶ ὅτε ἔχομεν ἀντιπάλους δυνατούς, εἰσὶ δὲ οὗτοι φίλοι ἡμῶν, ἢ ὅτι ἐποιήσαμεν αὐτοὺς εὖ ἤτοι ὅτι εὐηργετήσαμεν αὐτούς ποτε, ἢ ὅτι ἐπάθομεν καὶ εὐηργετήθημεν παρ’ αὐτῶν ποτε καὶ λοιπὸν οὐδὲ νῦν βλαβησόμεθά ποτε παρ’ αὐτῶν. ἢ θαρροῦμεν καὶ ὅτε ἐλπίζομεν ἀδικηθῆναι παρά τινος, εἰσὶ δὲ καὶ ἄλλοι πολλοὶ οἱ μέλλοντες τὰ αὐτὰ ἐμοὶ δεινὰ παθεῖν καὶ διὰ τοῦτο συμφέρει αὐτοῖς, ὃ καὶ ἐμοί, ἤγουν τὸ ἀποκρούσασθαι τὸν ἀδικήσαντα· θαρροῦμεν γοῦν, ὅτι ὁ ἀδικήσων ἐστὶν εἷς, ἡμεῖς δὲ πολλοὶ καὶ διὰ τοῦτο ἰσχύσομεν νικῆσαι αὐτόν. ἢ εἰ πολλοὶ μὲν οὐκ εἰσιν οἱ ταῦτα παθεῖν ἐμοὶ κινδυνεύοντες, ὀλίγοι δὲ πλὴν ἰσχυροὶ καὶ κρείττους, διὰ τοῦτο θαρροῦμεν κρείττους γενέσθαι τοῦ ἀδικήσαντος· [a 25] ἢ εἰ εἰσὶν οἱ μέλλοντες τὰ αὐτὰ παθεῖν ἐμοὶ ἄμφω ἤτοι καὶ κρείττους ἤγουν καὶ ἰσχυροὶ καὶ πολλοί. [a 28] διχῶς οἱ ἄνθρωποι γίνονται ἀπαθεῖς ἤτοι θαρραλέοι, ἢ τῷ μηδέποτε πεπειρᾶσθαι κακοῦ — καὶ διὰ τοῦτο, κἂν πειρασμοῖς ἐμπέσωσι, θαρροῦσιν ἀποφυγεῖν — ἢ ἐν τῷ ἔχειν βοηθείας πολλάς, δι’ ὧν ἀποφύγωσι τὰ δεινά· [a 29] ὥσπερ εἴ τις ἐν θαλάσσῃ περιπέσῃ κλύδωνι ἄπειρος τοῦ χειμῶνος ἤτοι μὴ ἰδών ποτε κλύδωνα καὶ τὰ ἐκ τούτου κακά, θαρρεῖ περὶ τὸ μέλλον, ὡς οὐ κινδυνεύσει· ἀλλὰ θαρρεῖ καὶ ὁ ἐμπεσὼν κλύδωνι, ἔχων δὲ βοήθειαν ἐκ τῆς τέχνης καὶ ἐμπειρίας· ἴσως γὰρ εἴη ναύτης καλός. [a 32] καὶ ἐὰν τοῖς ὁμοίοις φοβερὸν μὴ ᾖ, ἤτοι εἰ καὶ τοῖς συνναύταις αὐτοῦ οὐ δοκεῖ ὁ κλύδων φοβερός, οὐδὲ αὐτῷ ἔσται φοβερός. καὶ εἰ μηδὲ τοῖς ἥττοσιν αὐτοῦ ἤτοι τοῖς μὴ ναύταις οὖσιν οὐ δοκεῖ φοβερός, πολλῷ μᾶλλον αὐτῷ οὐκ ἔσται. κεκρατήκασι δὲ πολλάκις ἢ τῶν κρειττόνων ἢ τῶν ὁμοίων αὐτοῖς καὶ θαρροῦσιν, ἐὰν οἷόν τε ἔχειν πλείους δυνάμεις ἢ μείζους· οἷον εἰ οἱ πολέμιοι ἔχουσιν ἑκατὸν τοξότας, ἡμεῖς δὲ διακοσίους, ἢ εἰ ἐκεῖνοι ἔχουσι τοξότας μόνους, ἡμεῖς δὲ καὶ τοξότας καὶ κονταράτους. [b 2] ἰσχὺς σωμάτων, ἤγουν εἰ δυνατοί εἰσιν ἢ ἐὰν φίλους πολλοὺς ἔχωμεν ἢ χώραν μεγάλην καὶ δύσβατον, θαρροῦμεν κατὰ τῶν πολεμίων. καὶ ἐὰν πάσας τὰς παρασκευὰς ἔχωμεν τὰς πρὸς πόλεμον, οἷον τοξότας, ἀκοντιστάς, πεζούς, ἱππεῖς· ἢ εἰ πάσας ἔχομεν, ἀλλ’ οὖν τὰς μεγίστας.2 [b 3] θαρροῦμεν καὶ εἰ οὐκ ἠδικήσαμεν τούτους, παρ’ ὧν φοβούμεθα ἀδικηθῆναι· εἰ γὰρ οὐκ ἠδικήσαμεν αὐτούς, οὐδὲ βλαβησόμεθα παρ’ αὐτῶν. [b 5] καὶ ὅλως θαρροῦμεν, ἐὰν τὰ πρὸς θεοὺς καλῶς ἔχωμεν ἤτοι εὐσεβοῦμεν· τοῦτο δὲ τὸ παρὰ τῶν θεῶν σκέπεσθαι· ἢ ἐὰν ἀπὸ σημείων, ἢ ἐὰν ἀπὸ τῶν λογίων, οἷον εἰ μάντις τις ἐξεῖπε τὸ εὐμενεῖς εἶναι πρὸς ἡμᾶς τοὺς θεούς. ἀλλὰ καὶ ἡ ὀργὴ ἤτοι τὸ οἴεσθαι ὀργίζεσθαι τὸ θεῖον κατὰ τῶν πολεμίων θαρραλέους ποιεῖ ἡμᾶς·3 τὸ γὰρ ἀδικεῖν ἐκμαίνει τὸ θεῖον. [b 9] καὶ ὅταν προεπιχειροῦντές ἐσμεν, καὶ προεπιχειροῦντες τοῖς πολεμίοις ἐπιτεθῶμεν ἀφανῶς ἀνετοίμοις οὖσι, θαρροῦμεν ὡς προεπιχειρήσαντες καὶ προετοιμασθέντες, ἢ μηδὲν παθεῖν παρὰ τῶν πολεμίων ἢ κατορθῶσαι καὶ νικῆσαι.

当我们陷入考验,却拥有巨大而繁多的匡正与援助手段时,我们亦会心怀自信。且若我们既未受到任何人的不义对待,亦未曾对任何人施加不义,我们在此情形下亦会充满自信,确信自己绝不会遭受任何人的伤害。 并且,当我们要么根本没有竞争对手和敌手,要么虽有敌手却软弱无力时,[亦会心怀自信]。或者,当我们虽有强大的敌手,但这些人却是我们的朋友时,我们亦会心怀自信,这要么是因为我们曾善待他们,即曾经施惠于他们,要么是因为我们过去曾从他们那里经历并获得恩惠,因而如今亦绝不会遭受他们的伤害。或者,当我们预料会遭受某人的不义对待,却另有许多人将与我遭受同样的灾难,因此对他们有益之事亦对我有益,即击退施加不义者,在此情形下我们亦会心怀自信;无论如何,我们确信,意图行不义者仅有一人,而我们人数众多,正因如此我们必有力量战胜他。或者,若与我一同冒着遭受这些祸患之险的人虽不众多,人数虽少却强有力且更为优越,正因如此我们亦确信自己必能胜过行不义者;又或者,将与我遭受同样祸患的人乃是“兼具两者”,即既更为优越,亦即既强有力又人数众多。 人们以两种方式变得“无动于衷”,即心怀自信:要么是由于从未经历过灾祸——正因如此,即便他们陷入考验,亦确信自己能够逃脱——要么是由于拥有繁多的援助手段,借此能够逃脱险境;正如某人在海上遭遇巨浪,若缺乏风暴的经验,即从未见过巨浪及由此产生的灾祸,他对未来便心怀自信,确信自己不会陷入险境;然而遭遇巨浪之人若凭借技艺与经验而拥有救助手段,亦会心怀自信;因为他或许是一位出色的水手。 “且若对其同等之人并非可怕”,即巨浪若连对其同船水手亦不显得可怕,对他而言亦不会是可怕的。且若对其不如之人即非水手者亦不显得可怕,对他而言就更是绝非可怕之事。而那些屡次战胜优于自己或与自己同等之人的人亦会心怀自信;若有可能拥有更多或更强大的军力,他们亦会心怀自信;例如敌人拥有一百名弓箭手,而我们拥有二百名,或者他们仅有弓箭手,而我们兼有弓箭手与长枪兵。 “肉体的强壮”,即若他们体魄强健,或者若我们拥有众多盟友或广袤险阻的国土,我们对敌人便心怀自信。且若我们拥有面向战事的一切准备,例如弓箭手、投枪手、步兵、骑兵;或者若我们拥有[虽非]全部,但终归拥有最重要的准备。 若我们未曾侵害那些我们害怕会受其不义对待之人,我们亦会心怀自信;因为若我们未曾侵害他们,我们亦不会遭受他们的伤害。 总体而言,若我们与神明的关系处于良好状态,即我们虔敬行事,我们便会心怀自信;而这即是蒙受神明的庇护;抑或通过征兆,抑或通过神谕,例如若某位占卜者宣称神明对我们怀有善意。然而愤怒——即认为神明对敌人动怒——亦使我们充满自信;因为行不义之事会激怒神明。 “且当我们先发制人时”,当我们先发制人并在敌人毫无准备之时暗中对其发动攻击,我们作为先发制人且预先做好准备之人便心怀自信,确信要么绝不会受到敌人的任何伤害,要么必能成功并夺取胜利。

语法注3 条
  1. 2.0.5ὡς οὐκ ἂν ποτε βλαβῶμεν παρά τινος

    连词 ὡς 后接 ἄν 与不定过去时被动态虚拟式(βλαβῶμεν)。这是后古典希腊语中用虚拟式替代潜能祈愿式(βλαβεῖμεν)的用法,表示主观信念(“确信自己绝不会遭受伤害”)。

  2. 2.0.5ἢ εἰ πάσας ἔχομεν, ἀλλ’ οὖν τὰς μεγίστας

    省略结构,语境意为“或者纵使并未拥有全部,但终归拥有最重要的准备”;条件句中蕴含了省略否定词(“纵使并非全部”)的让步语气。

  3. 2.0.5ἀλλὰ καὶ ἡ ὀργὴ ἤτοι τὸ οἴεσθαι ὀργίζεσθαι τὸ θεῖον κατὰ τῶν πολεμίων θαρραλέους ποιεῖ ἡμᾶς

    亚里士多德原文(1383b6-7)中的 ἡ ὀργή(受不义对待者的愤怒)在此被注释者理解为神明的愤怒,并由 ἤτοι 引导的不定词短语 τὸ οἴεσθαι ὀργίζεσθαι τὸ θεῖον... 作同格解释。主句动词为 ποιεῖ,宾语为 ἡμᾶς,谓语形容词为 θαρραλέους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:102.29-104.2