← 佚名

亚里士多德《修辞学》佚名评注

§101.16-102.29

产生恐惧者的心境与自信的定义

注疏亚里士多德《修辞术》1382b20–1383a20,阐明何种人物(温和者与急躁者的对比)与处境令人畏惧,处于何种心境的人会产生恐惧(完全绝望者与极度顺遂者不会恐惧),演说中唤起听众恐惧的方法,以及自信的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0.5#2

οὐδὲ οἱ ὀξύθυμοί εἰσι φοβεροί· οἱ γὰρ πρᾶοί εἰσι φοβεροί, καθ’ ὃ ἄδηλοί εἰσιν, εἰ ἐχθροί εἰσιν ἡμῶν, καὶ διὰ τοῦτο οὐδὲ φυλάττονται παρ’ ἡμῶν, [b 21] ἢ ἐγγύς, ἤτοι ὡς ἐγγίζοντες καὶ φίλοι ἡμῶν φαινόμενοι· ὥστε οἱ ὀξύθυμοι 〈οὐκ〉 εἰσι φοβεροί, διότι πόρρω εἰσὶν ἡμῶν καὶ οὐ φαίνονται τὴν φιλίαν πρὸς ἡμᾶς ὑποκρινόμενοι καὶ διὰ τοῦτο ἀεὶ παραφυλάττονται παρ’ ἡμῶν· ἢ καὶ διότι, ὃ ἔχουσιν ἐν τῇ ψυχῇ, τοῦτο προφέρουσι καὶ ἐκτὸς καὶ ἔστι δήλη ἡ αὐτῶν κακία, οἱ δὲ πρᾶοι ἐνδομυχοῦσιν ἐντὸς καὶ διὰ τοῦτο φοβεροὶ ὡς κακοὶ ὄντες ἀφανεῖς. [b 22] πάντα δὲ τὰ φοβερὰ γίνονται φοβερώτερα, ὅσα, ἐὰν ἁμάρτωσι καὶ γένωνται,1 οὐ δύνανται ἐπανορθωθῆναι, ἀλλ’ ἢ ὅλως ἀδύνατα ἢ οὐχὶ ἐπ’ αὐτοῖς ἤτοι ἐπὶ τῇ ἐξουσίᾳ αὐτῶν κεῖται τὸ ἐπανορθώσασθαι τὸ ἁμάρτημα, ἀλλ’ ἐπὶ τοῖς ἐναντίοις· οἷον εἰ δι’ ἐμὲ ἐάσαντά σε ἐν τῷ πολέμῳ μόνον αἰχμάλωτος γέγονας, παρὰ τῇ ἐξουσίᾳ τῶν ἐναντίων ἤτοι τῶν πολεμίων κεῖται τὸ ἀπολυθῆναί σε, οὐ παρ’ ἐμοί. [b 25] καὶ ὧν βοήθειαι μή εἰσιν· οἷον εἰ ἐπιχειρήσω βασιλεῦσαι καὶ ἀποτύχω τούτου καὶ κρατηθῶ, οὐδεὶς ἔσται ὁ βοηθήσων· ἢ εἰ καὶ ἔσται βοηθηθῆναί με, ἀλλ’ οὐ ῥᾳδίως. καὶ ὅλως φοβερά εἰσιν ἐκεῖνα, ἃ εἰ ἴδω ἐπὶ ἑτέρων γινόμενα, ἐλεεινά μοι δοκοῦσιν, οἷον εἰ μαστιγούμενον ἴδω τινά, ἐλεῶ αὐτόν. [b 29] ὡς δὲ διακείμενοι ἤτοι πῶς δὲ διακείμενοι φοβοῦνται, λέγωμεν. [b 32] οὐδὲ τούτους φοβεῖται, ὑφ’ ὧν μὴ οἴεται βλαβῆναι, οὐδὲ τότε ἤτοι οὐδὲ ἐλπίζει τότε βλαβῆναι, ὅτε οὐκ οἴεται. ἐκεῖνοι γοῦν φοβοῦνται οἰόμενοι παθεῖν τι δεινόν, καὶ οἰόμενοι βλαβῆναι ὑπὸ τούτων ἤτοι ὑπὸ ἐνδόξων ἀνδρῶν καὶ δυναστῶν καὶ ταῦτα ἤτοι μεγάλα τινὰ βλαβῆναι καὶ τότε ἤτοι κατὰ τοῦτον τὸν καιρὸν φοβοῦνται, ὅτε καὶ ἐλπίζουσι βλαβῆναι. [b 35] οὔτε δὲ οἱ εὐτυχοῦντες φοβοῦνται οὔτε οἱ δοκοῦντες παρ’ ἑαυτοῖς εὐτυχεῖν καὶ διὰ τὸ μὴ φοβεῖσθαί εἰσιν ὑβρισταὶ καὶ ὀλίγωροι. οὔτε φοβοῦνται οἱ παθόντες πάντα τὰ δεινὰ καὶ διὰ τοῦτο ἀπεψυγμένοι καὶ ἀποκαραδοκοῦντες εἰς τὸ μέλλον· ἐπεὶ γάρ, εἴ τι ἂν εἶχον, ἀπώλεσαν,2 οὐκέτι φοβοῦνται ἀπολέσαι τι. [1383 a 5] ὥσπερ ἀποτυμπανιζόμενοι ἤτοι ἀποκεφαλιζόμενοι· οἴονται γὰρ οἷον ἀποκεφαλισθῆναι· τούτου δὲ οὐδὲν φοβερώτερον· ὁ γὰρ φοβούμενος ἐν δεινοῖς ὢν οὕτω φοβεῖται ἐν τῷ ἐλπίζειν σωτηρίαν καὶ ἀπαλλαγὴν ἔχειν τῶν δεινῶν, περὶ ὧν ἀγωνίζονται ἀπαλλαγῆναι, καὶ φοβοῦνται, μή πως οὐκ ἰσχύσωσιν ἀπαλλαγῆναι τῶν κινδύνων. [a 6] σημεῖον δὲ τοῦ τότε φοβεῖσθαι, ὅτε ἐλπίδα ἔχουσι σωτηρίας, διότι, εἰ φοβούμεθα, καὶ βουλευόμεθα, πῶς ἀπαλλαγησόμεθα· ὥστε, εἰ οὐκ ἐλπίζομεν, οὐκ ἂν ἐβουλευόμεθα. [a 8] ὥστε, εἰ συμβουλευόμεθά3 τινι τὰ λυσιτελῆ, δεῖ αὐτοὺς παρασκευάζειν τοιούτους ἤτοι φοβητικούς, εἴ γε καλόν ἐστι τὸ φοβεῖσθαι αὐτούς, ποιεῖν δὲ αὐτοὺς περιφόβους ἐν τῷ δεικνύειν, ὅτι δυνατοί εἰσι τοῦ παθεῖν παρὰ τοῦδε καὶ ἀδικηθῆναι, ἐπεὶ καὶ ἄλλοι μείζους καὶ κρείττους αὐτῶν ἔπαθον ἤτοι ἠδικήθησαν παρ’ αὐτοῦ· καὶ ὅτι οἱ ὅμοιοι αὐτοῖς, οἷς καὶ συμβουλεύουσι, πάσχουσιν ἢ ἔπαθον καὶ ἠδικήθησαν παρὰ τοῦδε. [a 11] καὶ ὑπὸ τούτων ἐβλάβησαν, ὑφ’ ὧν οὐκ ᾤοντο βλαβῆναι. [a 16] θάρρος δέ ἐστι τὸ ἐλπίζειν καὶ φαντάζεσθαι, ὅτι ἡ μὲν σωτηρία ἐστὶν ἐγγὺς καὶ ἤδη ἐστὶν ἡ σωτηρία, τὰ δὲ φοβερὰ ἢ οὐκ εἰσὶν ἢ ὅτι μακράν εἰσιν. [a 19] καὶ τὰ θαρραλέα ἐγγύς εἰσιν ἤτοι τὰ σωτήρια.

性情急躁的人也并非可怕之人;因为温和的人才是可怕的,就其是否为我们的敌人并不明朗而言,正因如此他们甚至未受到我们的防备,“或切近”,即表现得仿佛接近我们且是我们的朋友一样。因此性情急躁的人并非可怕之人,因为他们与我们相距甚远,且并不显出在对我们假装友好的样子,正因如此他们始终受到我们的严加防备;或者也因为,他们将灵魂中所怀之事亦形之于外,其恶性昭然若揭,而温和的人则潜藏于内,故此作为隐蔽的恶人而令人畏惧。 而凡是若人们犯错且其发生便无法加以匡正的可怕之事,皆变得更加可怕;这些事要么完全不可能匡正,要么匡正过错并不取决于他们自身即他们的权能,而是取决于对手;例如若因我在战事中将你独自撇下而使你沦为战俘,你获释一事取决于对手即敌人的权能,而非取决于我。 “以及无救助之事”;例如若我企图称王却归于失败并被擒获,便不会有任何人来施以救援;或者即便有可能使我获救,亦绝非易事。总体而言,那些若我看见发生在他人身上便觉得可怜之事,皆是可怕的;例如若我看见某人正在挨鞭笞,我便怜悯他。 “处于何种状态”,即处于何种心境的人会产生恐惧,让我们来说明。 人既不恐惧那些他不认为会伤害自己的人,亦不“在此时”,即不在他不作此认为之时指望受害。无论如何,那些心怀恐惧的人,乃是自认为会遭受某种可怕之事的人,自认为会受这些人即显贵与权贵之人的伤害,并在这些方面即遭受某种重大伤害,且正是在他们亦指望受害之时,即恰在此时产生恐惧。 顺遂之人不恐惧,自认为顺遂的人亦不恐惧,且由于心无恐惧,他们便傲慢而轻忽。受尽一切可怕之事并因此彻底麻木、对未来听天由命的人亦不恐惧;因为倘若他们曾拥有什么,如今也已丧失殆尽,故而不再害怕失去任何事物。 “正如受木枷杖毙之人”,即被斩首之人;因为他们自以为仿佛已被斩首;而没有什么比这更可怕的了。因为处于险境中而产生恐惧的人,其如此恐惧乃是在指望获得拯救与摆脱那些他们正竭力摆脱的可怕之事之时,且他们害怕自己或许无力摆脱险境。 而在抱有拯救希望之时方产生恐惧的征兆在于:若我们感到恐惧,我们亦会筹划如何才能摆脱;因此,若我们不抱希望,我们便不会去筹划。 因此,若我们向某人就得益之事提出建议,倘若他们产生恐惧确是一件好事,就应当使他们成为这样的人即心怀恐惧之人,并通过表明他们有可能遭受此人加害并蒙受不义来使他们充满惊恐;因为甚至其他比他们更伟大、更优越的人亦曾遭受此人加害,即遭受其不义侵害;且〔表明〕与〔劝告者〕亦向他们提出建议的那些人相似的人,正遭受或曾遭受此人加害并蒙受不义,“且遭受了那些人所加的伤害”,即他们未曾料到会加害于他们的人。 “自信则是”指望并想象拯救近在眼前且拯救已然存在,而可怕之事要么并不存在,要么相距遥远。 “且带来信心之事切近”,即带来拯救之事[切近]。

语法注3 条
  1. 2.0.5ἐὰν ἁμάρτωσι καὶ γένωνται

    插入在由 ὅσα(限定主句 πάντα τὰ φοβερά)引导的关系节中的条件从句。虚拟语气动词 ἁμάρτωσι 的隐性主语为泛指之人(“若人们犯错”),而接续的 γένωνται 的主语则是 ὅσα 所指的可怕之事(“且其发生”)。

  2. 2.0.5εἴ τι ἂν εἶχον, ἀπώλεσαν

    条件从句使用带有 ἄν 的未完成过去时,归结从句使用直陈式不定过去时 ἀπώλεσαν 的句式。它将反事实假设(“倘若他们曾拥有什么”)与已定的过去事实(“他们已丧失殆尽”)相结合,表达彻底失去的语气(“凡是他们可能拥有的东西,都已彻底丧失”)。

  3. 2.0.5συμβουλευόμεθά

    中动态形式 συμβουλευόμεθα 在古典希腊语中通常意为“咨询”、“征求建议”,但在此处的晚期注疏用法中,结合下文的 δεῖ αὐτοὺς παρασκευάζειν(“应当使他们成为这样的人”),其具有主动意义,即“提供建议”或“劝告”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4026.tlg001.humanitext-grc1:101.16-102.29