- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:213.3-213.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫根据波菲利将属和种差比作质料与形式的比喻,论述了关于“何物”与“何种”的述说,并就属在本性上先于种这一差异提出了三项限定,随后转入对二者共有特性的考察。
p. 15,6 Τὸ μὲν γένος ἔοικεν ὕλῃ, μορφῇ δὲ ἡ διαφορά. Τοῦτο κατασκευαστικόν ἐστι τοῦ λέγοντος1 ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τὸ γένος, τὴν δὲ διαφορὰν ἐν τῷ ὁποῖόν τί ἐστι· φησὶ γὰρ ὅτι τῇ μορφῇ ἔοικεν ἡ διαφορά, ἡ μορφὴ δὲ ποιόν τί ἐστιν, ὡς εἴρηται Ἀριστοτέλει ἐν Κατηγορίαις· ἡ διαφορὰ δὲ ἐοικυῖα τῇ μορφῇ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορηθήσεται· εἴρηται δὲ καὶ περὶ τούτου ἐν τοῖς προλαβοῦσιν. Τὴν διδασκαλίαν τῆς διαφορᾶς τὸ εἶδος διεδέξατο, ἤδη καὶ περὶ τῆς τάξεως μετ’ αὐτῆς διαμφισβητῆσαν. παρατίθησιν οὖν ὁ Πορφύριος τοῦ γένους καὶ τοῦ εἴδους τρεῖς κοινωνίας καὶ τέσσαρας διαφοράς. ἐπειδὴ δὲ δεῖται προσδιορισμοῦ ἡ μία τῶν διαφορῶν, φέρε πρὸ τῆς τῶν κοινωνιῶν καὶ διαφορῶν διδασκαλίας ὀλίγα περὶ αὐτῆς καταβάλωμεν. φησὶν ὅτι διαφέρει τὸ γένος τοῦ εἴδους ὅτι φύσει προτερεύει τὸ γένος τοῦ εἴδους. τούτου οὕτως ἔχοντος ἐὰν ἔστι τὸ γένος καὶ εἶδος, μὴ λάβῃς κατὰ τὸ αὐτὸ γένος καὶ εἶδος, ἐπεὶ ἔσται τὸ ἓν ἑαυτοῦ προτερεῦον, ἀλλὰ τὸ ἔμψυχον λάβε γένος καὶ τὸ ζῷον εἶδος· καὶ οὕτως εὑρίσκεται ὁ λόγος καλῶς ἔχων. δεύτερος προσδιορισμός· μὴ λάβῃς μοι2 τὸ γένος κατ’ ἄλλο μὲν εἶδος καὶ πάλιν τὸ εἶδος κατ’ ἄλλο γένος, ἀλλ’ ὡσαύτως μένοι ὁ λόγος, ἐπεὶ ἐὰν λάβῃς τὸ ἔμψυχον ὡς εἶδος τὸ δὲ ζῷον ὡς γένος, εὑρίσκεται τὸ εἶδος φύσει προτερεῦον τοῦ γένους. διὰ τοῦτο οὖν εἴπομεν, ἵν’ ὡσαύτως μείνῃ τὸ γένος καὶ τὸ εἶδος. τρίτος προσδιορισμός· προτερεύει τὸ γένος τοῦ εἴδους οὐ κατὰ τὰς γενικὰς καὶ εἰδικὰς διαφοράς (τοῦτο δέ φημι, οὐχ ὡς γένος τὸ γένος εἴδους προτερεύει· τὰ γὰρ πρός τι ἅμα θέλει εἶναι), ἀλλὰ κατὰ τὸ πρᾶγμα· ὥσπερ γὰρ ὁ πατὴρ τοῦ υἱοῦ οὐ προτερεύει ὡς πατήρ (εἰ γὰρ πατήρ, ἅμα καὶ υἱός), ἀλλ’ ὡς ἄνθρωπος προτερεύει ὁ Σωφρονίσκος τοῦ Σωκράτους, οὕτω καὶ τὸ γένος οὐ προτερεύει τοῦ εἴδους ὡς γένος ἀλλ’ ὡς πρᾶγμα· ἡ γὰρ οὐσία ἔμψυχος αἰσθητικὴ κατὰ τὸ πρᾶγμα τοῦ ἀνθρώπου προτερεύει· προϋπῆρχε γὰρ τοῦ ἀνθρώπου. Εἰρηκότες τοὺς προσδιορισμοὺς τῆς τοιαύτης διαφορᾶς φέρε ἐπὶ τὰς κοινωνίας χωρήσωμεν, εἶθ’ ὕστερον ἐπὶ τὰς διαφορὰς βαδίσωμεν. κοινωνεῖ τὸ γένος καὶ τὸ εἶδος, καθὸ κατὰ πλειόνων κατηγοροῦνται. ἔτι κοινωνοῦσι καθὸ προτερεύουσιν ὧν κατηγοροῦνται·3 τὸ γὰρ γένος καὶ τοῦ ἀνθρώπου προτερεύει καὶ τοῦ Σωκράτους, τὸ δὲ εἶδος προτερεύει ὅλων τῶν ὑπ’ αὐτὸ ἀτόμων.
“属犹如质料,而种差犹如形式。” 这是在确立那种主张属是在“何物”中被述说、而种差是在“何种”中被述说的学说。因为他说种差犹如形式,而形式是一种性质,正如亚里士多德在《范畴篇》中所言;种差既然犹如形式,便将在“何种”中被述说;而关于这一点,在先前各节中亦已论及。 种继承了关于种差的教导,且已就位次问题与它产生了争议。因此,波菲利列举了属与种的三种共有特性和四种相异之处。但既然其中一种相异之处需要附加限定,来吧,在讲授共有特性和相异之处之前,让我们先就此提出几点说明。他说属与种相异在于属在本性上先于种。既然如此,如果属也是种,切勿在同一关联下同时取属与种,否则同一个事物将先于自身,而应当取有灵魂的为属,动物为种;如此一来,这一定论便被发现是妥当的。第二种附加限定:切勿给我将属相对于一个种来取,又将种相对于另一个属来取,而应让论说保持在相同的关联中;因为如果你将有灵魂的取为种,而将动物取为属,种便被发现是在本性上先于属了。因此我们才说了这番话,以便属与种保持在相同的关联中。第三种附加限定:属先于种并非依照属的与种的诸种差(我的意思是,属并非作为属先于种;因为关系范畴的事物倾向于同时存在),而是依照事实本身;因为正如父亲并非作为父亲先于儿子(因为若是父亲,同时亦必有儿子),而是作为人,索弗罗尼斯科斯先于苏格拉底,属同样亦非作为属、而是作为事实本身先于种;因为有灵魂且具感觉的实体就事实本身而言先于人;因为它原本就先于人而存在。 既然已经说明了此种相异之处的诸项附加限定,来吧,让我们进而探讨共有特性,随后再走向相异之处。属与种共有之处在于它们就多数事物被述说。此外,它们的共有之处还在于先于它们所被述说的事物;因为属既先于人亦先于苏格拉底,而种则先于其下的一切个体。
- 2.32.14τοῦ λέγοντος
用作名词的现在分词属格,充当谓语形容词 κατασκευαστικόν 的补足语。在语境中意指“陈述……的学说/论点”,并直接统辖随后的宾格不定式短语(ἐν τῷ τί ἐστι κατηγορεῖσθαι...)。
- 2.32.14μὴ λάβῃς μοι
带有伦理与格(μοι)的禁止性不定过去时虚拟式(μὴ λάβῃς),用于向听者或读者传达一种对话式的提醒与强调。
- 2.32.14ὧν κατηγοροῦνται
关系代词 ὧν 既充当被动动词 κατηγοροῦνται(要求属格表示“就……被述说”)的补足语,同时也符合主句动词 προτερεύουσιν 所要求的属格(省略了先行词 τούτων)。
