- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:213.35-214.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫阐明了波菲利所论属与种的第三种共有特性(类比于整体)及其余相异之处,解释了基于肯定与否定的对等抵消的相异结构,随后依照惯例补充了其他共有特性与相异之处,并转入词句训诂。
ἔτι κοινωνοῦσιν ὅτι οἱονεὶ ὅλον εἰσί. διὰ τί δὲ ‘οἱονεὶ ὅλον’ εἴπομεν, καὶ οὐχ ὅλον; ὅτι τὸ μὲν ὅλον οὐχ ὡς ὅλον εἰς τὰ ἑαυτοῦ μέρη θεωρεῖται, ἐπεὶ ἔσται τῶν μερῶν ἓν καὶ ἕκαστον ὅλον, τὸ δὲ γένος, φημὶ δὲ τὸ ζῷον, ὅλον ὡς ὅλον θεωρεῖται ἐν τῷ ἁπλῶς ἀνθρώπῳ καὶ Σωκράτει, αὐτός τε ὁ ἄνθρωπος ἐν τῷ Σωκράτει ὅλος ὡς ὅλος θεωρεῖται, ὅτι ἔχει τὸ ὅλον τὸ διαιρεθὲν εἰς πολλούς. διαφέρουσι δὲ ὅτι τὸ μὲν γένος φύσει προτερεύει, τὸ δὲ εἶδος οὐκέτι· πῶς δὲ φύσει προτερεύει εἰρήκαμεν. ἔτι δὲ διαφέρουσιν ὅτι τὸ μὲν γένος ὕλῃ ἔοικε, τὸ δὲ εἶδος μορφωθείσῃ ὕλῃ, ὡς ἵνα νοήσῃς μοι τὸν ἀνδριάντα1 ἐκ χαλκοῦ καὶ μορφῆς συνιστάμενον· τοιοῦτον γὰρ καὶ ὁ ἄνθρωπος· ὥστε οὖν ὁ μὲν ἄνθρωπος σύνθεσις εὑρίσκεται, τὸ δὲ γένος ἁπλοῦν. πιστοῦται δὲ αὕτη ἡ διαφορὰ τὴν πρὸ αὐτῆς· εἰ γὰρ ἔοικε τὸ γένος τῇ ὕλῃ, τὸ δὲ εἶδος τῇ μορφωθείσῃ ὕλῃ, ὁμολογουμένως τὸ γένος τοῦ εἴδους φύσει προτερεύει, ὥσπερ ἡ ἄμορφος ὕλη τῆς μορφωθείσης. ἀποδίδωσι δὲ καὶ ἑτέρας δύο διαφοράς, τὴν μὲν μίαν ἐξ ἀντανισώσεως καταφατικῆς, τὴν δὲ ἑτέραν ἐξ ἀντανισώσεως ἀποφατικῆς. ποία δέ ἐστιν ἡ ἐκ καταφατικῆς διαφορά; διαφέρει τὸ γένος τοῦ εἴδους ὅτι πλείονας ἔχει διαφοράς· ἔχει γὰρ τὰς ἀντιδιαιρετικὰς δυνάμει, τὸ λογικὸν καὶ τὸ ἄλογον. τὸ δὲ εἶδος οὐκέτι τὰς ἀντιδιαιρετικὰς ἔχει, ἔχει δὲ πλείονας, καθὸ ἐνεργείᾳ αὐτὰς ἔχει. διὰ τοῦτο καὶ ἀνωτέρω ἐλέγομεν τὴν διαφορὰν περιττεύειν τῷ εἴδει τοῦ γένους.2 καταφατικὴ δὲ εἴρηται διὰ τὸ καὶ τὸ γένος ἔχειν πλείονας καὶ τὸ εἶδος. ἀποφατικὴ δὲ διαφορά ἐστιν ἡ λέγουσα ὅτι οὔτε τὸ γενικώτατον γένος δύναται καὶ εἶδος εἶναι οὔτε τὸ εἰδικώτατον εἶδος δύναται καὶ γένος εἶναι. ἀποφατικὴ δὲ εἴρηται διὰ τὸ ἀπαγορεύειν ἑκάτερον. εἰρηκότες δὲ τὰς κοινωνίας καὶ τὰς διαφορὰς τοῦ φιλοσόφου φέρε κατὰ τὸ σύνηθες καὶ ἑτέρας προσευπορήσωμεν. κοινωνεῖ τὸ γένος καὶ τὸ εἶδος, καθὸ δύνανται καὶ γένη καὶ εἴδη εἶναι. ἔτι δὲ κοινωνοῦσι καθὸ συνωνύμως κατηγοροῦνται· τὸ γὰρ γένος καὶ τῷ εἴδει καὶ τῷ ἀτόμῳ μεταδίδωσιν ὀνόματος καὶ πράγματος καὶ τὸ εἶδος ὁμοίως τοῖς ἀτόμοις. ἔτι δὲ κοινωνοῦσι καθὸ ἐν τῷ τί ἐστι κατηγοροῦνται. διαφέρουσι δὲ ὅτι τὰ μὲν γένη ὥρισται καὶ τῇ φύσει καὶ τῇ γνώσει, τὰ δὲ εἴδη μόνῃ τῇ φύσει ὥρισται. χωρητέον δὲ ἐπὶ τὴν λέξιν.
此外,它们还在于是“犹如整体”这一点上共有。但是我们为何说“犹如整体”,而非“整体”呢?因为整体并非作为整体在其自身的部分中被考察(否则各部分中的每一个都将成为整体),而属,我指的是动物,在单纯的人和苏格拉底中皆整个地作为整体被考察,而人自身在苏格拉底中亦整个地作为整体被考察,因为它拥有被分割入多数事物的整体[性质]。另一方面,它们相异之处在于属在本性上居先,而种则不再如此;至于它如何在本性上居先,我们已经说明了。此外,它们相异之处还在于属犹如质料,而种则犹如被赋予形式的质料,正如你可以为我想象一座由青铜和形式构成的雕像一样;因为人也是这样的事物;因此人被发现是复合的,而属则是单纯的。这一相异之处确证了它之前的相异之处;因为如果属犹如质料,而种犹如被赋予形式的质料,那么正如无形式的质料在本性上先于被赋予形式者,公认属在本性上先于种。他还给出了另外两种相异之处,一种是出于肯定的对等抵消,另一种则是出于否定的对等抵消。那么出于肯定的相异之处是哪一种呢?属与种相异在于它拥有更多的种差;因为它潜能地拥有细分对立的种差,即理性的与非理性的。而种虽然不再拥有细分对立的种差,却因现实地拥有它们而在这一方面拥有更多的种差。为此,我们在前文中也曾说过种差对于种而言多于属。而之所以称为肯定的,是因为属拥有更多,种也拥有更多。否定的相异之处则是主张最高之属不能成为种,最低之种也不能成为属。之所以称为否定的,是因为它否定了二者中的每一个。既然已经叙述了这位哲学家的共有特性和相异之处,来吧,按照惯例让我们也另外补充一些。属与种共有之处在于它们既能成为属亦能成为种。此外,它们共有之处还在于以同义的方式被述说;因为属将名称和实情赋予种和个体,种亦同样赋予个体。此外,它们共有之处还在于在“何物”中被述说。另一方面,它们相异之处在于诸属在本性上和认识上皆被限定,而诸种则仅在本性上被限定。现在应当进而研读原文词句了。
- 2.32.14ὡς ἵνα νοήσῃς μοι τὸν ἀνδριάντα
连词 ὡς ἵνα 在晚期注释文献中用于引出例证或说明。与格 μοι 用作伦理与格,起提醒读者或听众注意例证的作用。
- 2.32.14τὴν διαφορὰν περιττεύειν τῷ εἴδει τοῦ γένους
τῷ εἴδει 是从属于动词 περιττεύειν(过剩、超出)的所属或关系与格(“在种中/对种而言”),属格 τοῦ γένους 则充当比较属格(“比属”)。宾格 τὴν διαφορὰν 是不定词的主语,构成“种差在种中相比于属存在过剩”的比较结构。
