← 无敌的戴维

波菲利《导论》评注

§211.18-213.2

属与种差之差异的次序与逐条注解

大卫逐节注解波菲利论述属与种差等之差异的文段(14,8–15,4)。他批评了波菲利在论述顺序上的赘述,并解答了关于偶性、构成性种差的比对以及每个种只有一个属的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.6

p. 14,8 Οὐ μόνον τοῦ λογικοῦ ἀλλὰ καὶ τῶν ὑπὸ τὸ λογικὸν εἰδῶν κατηγορεῖται τὸ χρῆσθαι λόγῳ. Οὐ τῷ προφορικῷ φησιν, ἐπεὶ οὐκ ἔσται ὁ ἄγγελος λογικὸς μὴ προφέρων λόγον (προφορικοὶ δὲ οὔκ εἰσιν οἱ ἄγγελοι διὰ τὸ μὴ δεῖσθαι), τὸν ἐνδιάθετον οὖν λόγον λέγει.

“不仅就理性的,而且就属于理性的各种而言,‘使用理性’亦被述说。” 他指的并非外发的言语,因为天使若不吐露言语便将不是理性的(而天使因无此需要并不吐露言语);因此他指的是内在的理性。

§2.32.7

p. 14,14 Ἴδιον δὲ τοῦ γένους τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι. Ἰστέον ὡς ἀδολεσχίας τρόπον ὑπέστη1 ὁ Πορφύριος· λέγει γὰρ ὅτι διαφέρουσι καθὸ τὸ μὲν γένος καθολικόν ἐστιν, ἡ δὲ διαφορὰ οὐ τὸ ἴσον καθολική ἐστιν. ἐπιφέρει δὲ πάλιν ἑτέραν διαφορὰν λέγων ὅτι διαφέρει τὸ γένος τῆς διαφορᾶς, καθὸ φύσει πρῶτον ὑπάρχει. ἀδολεσχεῖ δὲ οὕτω τάξας τὰς διαφοράς· ἤδη γὰρ συμπεριέλαβε τὸ φύσει πρῶτον ἐν τῷ λέγειν καθολικώτερον εἶναι τὸ γένος τῆς διαφορᾶς· τὰ γὰρ καθολικὰ πάντα φύσει πρῶτά εἰσιν. ἔδει δὲ μᾶλλον τὸ φύσει πρῶτον τάξαι πρὸ τοῦ καθόλου· εἴ τι μὲν γὰρ καθολικόν, τοῦτο καὶ φύσει πρῶτον ὑπάρχει, οὐκ εἴ τι δὲ φύσει πρῶτον, τοῦτο καὶ καθολικόν·2 ἰδοὺ γὰρ ἡ μονὰς τῶν δύο φύσει πρώτη ἐστίν, οὐ καθολικωτέρα δὲ τῶν δύο καὶ τῶν τριῶν. ὅτι δὲ φύσει πρώτη ἐστί, σαφὲς ἐκ τοῦ δέχεσθαι τοὺς κανόνας τῶν φύσει πρώτων· συναναιρεῖ γὰρ καὶ οὐ συναναιρεῖται (μονάδος γὰρ μὴ οὔσης οὐκ ἔσται δύο, δύο δὲ μὴ ὄντων ἡ μονὰς ἔσται), συνεισφέρεται καὶ οὐ συνεισφέρει· ὅπου γὰρ δύο, πάντως ἔστιν ἐκεῖ καὶ μονάς, οὐχ ὅπου δὲ μονάς, ἐκεῖ καὶ δυὰς ὑπάρχει.

“属的固有特性在于就更多事物被述说。” 应当知道,波菲利落入了某种赘述;因为他说它们相异在于属是普遍的,而种差并非同等地普遍。他又再次附加了另一种相异,说属与种差相异在于属在本性上居先。但他这样安排这些相异便犯了赘述;因为他在说属比种差更普遍时,便已将本性上居先包含在内了;因为所有普遍的事物皆在本性上居先。相反,他本应当将本性上居先置于普遍之前;因为若某物是普遍的,它亦在本性上居先,但并非若某物在本性上居先,它便也是普遍的;因为看哪,单子在本性上先于二,但并非比二和三更普遍。而它在本性上居先,从它符合本性居先者的准则中便显而易见:因为它一同取消而不被一同取消(因为单子若不存在二便不存在,但二若不存在单子仍存在),它被一同引入却不一同引入(因为二所在之处,单子必定亦在那里,但并非单子所在之处,二亦在那里)。

§2.32.8

p. 14, 14 Ἴδιον δὲ τοῦ γένους τὸ ἐπὶ πλειόνων κατηγορεῖσθαι ἤπερ ἡ διαφορὰ καὶ τὸ εἶδος καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. Ἐκ περιουσίας θέλει εἰπεῖν πῶς διαφέρει τῶν ἄλλων φωνῶν· οὐ προέκειτο γὰρ αὐτῷ εἰπεῖν, εἰ μὴ τὴν διαφορὰν αὐτοῦ καὶ τῆς διαφορᾶς.3

“属的固有特性在于比种差、种、固有特性和偶性就更多事物被述说。” 他是多余地想要说明属如何不同于其他诸语词;因为除了说明属与种差的相异之外,他原本并无意多言。

§2.32.9

p. 14, 15 Τὸ μὲν γὰρ ζῷον ἐπ’ ἀνθρώπου καὶ ἵππου καὶ ὀρνέου καὶ ὄφεως, τὸ δὲ τετράπουν ἐπὶ μόνων τῶν τέσσαρας πόδας ἐχόντων. Τὸ δὲ τετράπουν ἀντὶ τοῦ ἡ διαφορά.

“因为动物就人、马、鸟与蛇[被述说],而四足的仅就具有四足者[被述说]。” 而“四足的”是用来代指“种差”。

§2.32.10

p. 14, 18 Καὶ τὸ συμβεβηκὸς ὁμοίως ἐπ’ ἐλαττόνων ἤπερ τὸ γένος. Τινὲς ἀποροῦσι λέγοντες ὅτι πλειόνων κατηγορεῖται τὸ συμβεβηκὸς τοῦ γένους, καὶ τοσοῦτον ὅτι γενῶν κατηγορεῖται· πῶς οὖν ἄλλως λέγει ὁ Πορφύριος; καλῶς δὲ ἀποροῦσι. δεῖ οὖν προσθεῖναι ὅτι τὸ γένος πλειόνων κατηγορεῖται τοῦ συμβεβηκότος τοῦ θεωρουμένου δὲ ἐν αὐτῷ·4 τὸ γὰρ ζῷον ὅλων τῶν ὑπ’ αὐτὸ εἰδῶν κατηγορεῖται, τὸ φαλακρὸν δὲ οὐ κατηγορεῖται ὅλων τῶν ὑπὸ τὸ ζῷον εἰδῶν.

“而偶性同样比属就更少事物[被述说]。” 有人提出疑问,说偶性比属就更多事物被述说,甚至于就诸属被述说;那么波菲利为何说得不同呢?他们提出疑问是很合理的。因此必须补充说明:属比偶性,即就其内部所考察的偶性而言,就更多事物被述说;因为动物就其所属的一切种被述说,而秃头并不就动物所属的一切种被述说。

§2.32.11

p. 14, 19 Δεῖ δὲ διαφορὰς λαμβάνειν, αἷς τέμνεται τὸ γένος. Φησὶν ὅτι πλειόνων κατηγορεῖται τὸ γένος τῆς διαφορᾶς, διαφορᾶς δὲ λέγω τῆς διαιρετικῆς· αἱ γὰρ συμπληρωτικαὶ διαφοραὶ τοῦ ζῴου πλειόνων κατηγοροῦνται τοῦ ζῴου, τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν.

“但应当选取属借以被划分的种差。” 他说属比种差就更多事物被述说,但我指的是划分性的种差;因为动物的构成性种差,即有灵魂的和具感觉的,比动物就更多事物被述说。

§2.32.12

p. 14, 21 Καὶ τὰ μὲν γένη πρότερα τῶν ὑπ’ αὐτὰ διαφορῶν. Εἴπομεν ὅτι ὀφείλει προτάξαι τοῦτο πρῶτον.

“且诸属先于其所属的诸种差。” 我们已经说过,他本应当将此条置于首位。

§2.32.13

p. 15, 4 Ἔτι τὸ γένος μὲν ἓν καθ’ ἕκαστον εἶδος, οἷον ἀνθρώπου τὸ ζῷον. Τινὲς ἀποροῦσι λέγοντες ὅτι καὶ πολλὰ γένη καθ’ ἕκαστον εἶδος θεωρεῖται· ἰδοὺ γὰρ ἐπὶ τοῦ ἀνθρώπου θεωρεῖται τὸ οὐσία τὸ ἔμψυχον καὶ τὸ ζῷον, ταῦτα δὲ γένη εἰσί· πῶς οὖν φησιν ἓν γένος εἶναι ἐν ἑκάστῳ εἴδει; καλῶς δὲ οἱ ἐξηγηταὶ πρὸς τούτους ἀπαντῶντές φασιν ὅτι ἕν ἐστι τὸ γένος· μόνον γὰρ τὸ οὐσία ὑπάρχει γένος, τὰ δὲ λοιπὰ συστατικαὶ διαφοραί εἰσιν ἀτομοῦσαι τὴν οὐσίαν μέχρι τοῦ ζῴου. τὸ αὐτὸ οὖν ἐστιν οὐσία ἔμψυχος αἰσθητικὴ καὶ τὸ ζῷον·

“此外,就每个种而言属为一个,例如人的[属是]动物。” 有人提出疑问,说就每个种而言亦考察到多个属;因为看哪,就人而言考察到了实体、有灵魂的与动物,而这些皆是属;那么他为何说在每个种之中只有一个属呢?然而诠释家们针对这些人作出了妥当的回答,说属只有一个;因为唯有实体作为属存在,其余的则是构成性种差,将实体具体化直至动物。因此,有灵魂具感觉的实体与动物是同一个事物。

语法注4 条
  1. 2.32.7ἀδολεσχίας τρόπον ὑπέστη

    动词 ὑφίσταμαι 带有宾格补足语 τρόπον(意为“陷入/承担了某种赘述/唠叨”),属格 ἀδολεσχίας 作 τρόπον 的修饰语。

  2. 2.32.7οὐκ εἴ τι δὲ φύσει πρῶτον, τοῦτο καὶ καθολικόν

    句首的否定词 οὐκ 否定了整个条件命题的有效性(尤其是后件的必然性):“并非若某物在本性上居先,它便也是普遍的”。它与前句的肯定命题(εἴ τι μὲν γὰρ καθολικόν, τοῦτο καὶ φύσει πρῶτον ὑπάρχει)形成对称对比。

  3. 2.32.8οὐ προέκειτο γὰρ αὐτῷ εἰπεῖν, εἰ μὴ τὴν διαφορὰν αὐτοῦ καὶ τῆς διαφορᾶς

    非人称结构 προὔκειτο αὐτῷ(“摆在他面前的任务是”)统领不定式 εἰπεῖν,后接表示排除的 εἰ μή;其后的宾格 τὴν διαφορὰν ... 为省略的 εἰπεῖν 的直接宾语(即 εἰ μὴ [εἰπεῖν] τὴν διαφορὰν...)。

  4. 2.32.10τοῦ συμβεβηκότος τοῦ θεωρουμένου δὲ ἐν αὐτῷ

    后置小词 δὲ 嵌入带冠词分词短语 τοῦ θεωρουμένου ... 的第二位,对前置的属格 τοῦ συμβεβηκότος 引入了限制性与说明性的补充(“即在其内部所考察的偶性”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:211.18-213.2