- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:210.24-211.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫总结了属与种差之间的共同点,根据波菲利阐述了两者基于本性居先性与普遍性程度等的差异,并补充了注解者自己所提出的额外共同点与差异。
ἐὰν οὖν εἴπῃς τὸ συμβεβηκὸς αὐτῆς τὸ τετρασύλλαβον, τοῦτο οὐ κατηγορεῖται τοῦ ἀνθρώπου, ἐπειδὴ οὐσία αὐτῆς οὐκ ἔστι τοῦτο. κοινωνοῦσι πάλιν ὅτι ὥσπερ ἀναιρουμένου τοῦ γένους ἀναιρεῖται καὶ τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτως ἀναιρουμένης τῆς διαφορᾶς ἀναιρεῖται καὶ τὰ ὑπ’ αὐτὴν εἴδη. Εἰρηκὼς τὰς κοινωνίας χωρεῖ καὶ ἐπὶ τὰς διαφοράς. φησὶ δὲ ὅτι διαφέρει τὸ γένος τῆς διαφορᾶς, ὅτι τὸ μὲν γένος φύσει πρῶτόν ἐστι τῆς διαφορᾶς. ὅτι δὲ φύσει πρῶτόν ἐστι, σαφὲς ἐκ τῶν παρακολουθούντων τοῖς φύσει πρώτοις· συναναιρεῖ καὶ οὐ συναναιρεῖται· ζῴου γὰρ ὄντος ἔστιν ἄλογον καὶ λογικόν, ζῴου δὲ μὴ ὄντος οὐκ εἰσὶ τὰ τοιαῦτα· λογικοῦ δὲ καὶ ἀλόγου μὴ ὄντων ἔσται γένος· δύναται γὰρ εἶναι τὸ ζῷον, οὐσία ἔμψυχος αἰσθητική, τῶν τοιούτων μὴ ὄντων. ἔτι συνεισφέρεται καὶ οὐ συνεισφέρει· εἴ τι μὲν γὰρ λογικόν, τοῦτο καὶ ζῷον, εἴ τι δὲ ζῷον, οὐ τοῦτο καὶ λογικόν. ἔτι διαφέρει ὅτι τὸ μὲν γένος πλειόνων εἰδῶν κατηγορεῖται, ἡ δὲ διαφορὰ οὐ πολλῶν ἴσον τοῦ γένους.1 ὥστε οὖν καθολικώτερόν ἐστι τὸ γένος τῆς διαφορᾶς. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος δυνάμει περιέχει τὴν διαφοράν, ἡ δὲ διαφορὰ οὐ δυνάμει περιέχει τὸ γένος. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστιν. ἔτι διαφέρει τὸ γένος τῆς διαφορᾶς, ὅτι ἐν ἑκάστῳ εἴδει πάντως ἓν γένος θεωρεῖται, ἐν ἑκάστῳ δὲ εἴδει οὐ πάντως μία διαφορὰ ἀλλὰ πλείους· ἰδοὺ γὰρ ἐν τῷ ἀνθρώπῳ ἓν μὲν τὸ ζῷον θεωρεῖται, πολλαὶ δὲ αἱ διαφοραί, λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἐπειδὴ δὲ εἰρήκαμεν τὰς τοῦ φιλοσόφου κοινωνίας καὶ διαφοράς, φέρε καὶ ἡμεῖς προσευπορεύσωμεν ἑτέρας κοινωνίας καὶ διαφοράς. κοινωνοῦσιν οὖν αἱ διαφοραὶ καὶ τὰ γένη, ὅτι ὥσπερ τὰ γένη συμβάλλεται τοῖς ὁρισμοῖς, οὕτω καὶ αἱ διαφοραί. ἔτι κοινωνοῦσιν ὅτι τὰ δύο ἁπλᾶ ἐστι. κοινωνοῦσι δὲ πάλιν ὅτι μέρη συνθέτων εἰσὶν ἁπλᾶ ὄντα· ὁ γὰρ ἄνθρωπος σύνθετος· μέρη δὲ τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τὸ λογικόν. διαφέρουσι δὲ ὅτι δύναται τὸ γένος προκόψαι, ὅπου οὐ δύναται ἡ διαφορά· οἷον τὰ γενικώτατα ὑπερβεβηκὸς γένος οὐκ ἔχει, αἱ δὲ διαφοραὶ ὅπου δἂν2 προκόψωσι πάντως ἔχουσι πρὸ αὐτῶν γένος. ἔτι διαφέρουσιν ὅτι τὸ μὲν γένος μεταδίδωσιν ὀνόματος καὶ πράγματος, αἱ δὲ διαφοραὶ μόνου πράγματος.
因此,如果你说出偶属于它的事物,即它是四音节的,这便不会就人被述说,因为这并非它的实体。它们再次相通还在于,正如属被取消时其所属的各种亦被取消,同样种差被取消时其所属的各种亦被取消。在述说了共同点之后,他亦转向了差异。他说属与种差相异,在于属在本性上先于种差。而它在本性上居先,从伴随本性居先者的性质中便显而易见:它一同取消而不被一同取消;因为在动物存在时,便有无理性的与有理性的;而在动物不存在时,这类事物便不存在;但即使有理性的与无理性的不存在,属仍然存在;因为即使这类事物不存在,动物——即有灵魂具感觉的实体——仍能够存在。此外,它被一同引入,却不一同引入;因为若某物是有理性的,它亦是动物,但若某物是动物,它并不由此也是有理性的。此外它相异还在于,属就较多数的种被述说,而种差则不像属那样同等地就多数[的种被述说]。因此,属比种差更普遍。此外它们相异还在于,属在潜能中包含种差,而种差并不在潜能中包含属。此外它们相异还在于,属在“何物”中被述说,而种差则在“何种”中被述说。此外属与种差相异还在于,在每个种之中必然只考察到一个属,但在每个种之中却并非必然只考察到一个种差,而是多数;因为看哪,在人之中考察到的是一个动物,而种差则是多数的:有理性的、会死的、能接受理智与知识的。既然我们已经述说了哲学家[波菲利]的共同点与差异,且让我们自己也额外补足其他的共同点与差异。因此种差与属相通在于,正如各种属对定义有所贡献,各种种差亦是如此。此外它们相通还在于,两者皆是单纯的。它们再次相通还在于,作为单纯者,它们是复合者的组成部分;因为人是复合的,而人的组成部分是动物与有理性的。它们相异还在于,属能够前进至种差不能前进之处;例如最高属并不具有超越其上的属,但各种种差无论前进至何处,在其之前皆必定有属。此外它们相异还在于,属赋予名称与事物,而各种种差仅赋予事物。
- 2.32.5οὐ πολλῶν ἴσον τοῦ γένους
ἴσον 用作副词性宾格(表示程度或限制),支配比较属格 τοῦ γένους,意为“与属同等地”。πολλῶν 省略了承接前文 πλειόνων εἰδῶν 中的名词 εἰδῶν。
- 2.32.5ὅπου δἂν
系 ὅπου δέ ἄν 发生元音省音(elision)而合写为 ὅπου δἂν。它支配虚拟式 προκόψωσι,构成表示“无论前进至何处”的不定关系从句(一般条件从句)。
