← 无敌的戴维

波菲利《导论》评注

§209.13-210.24

共同点与差异的同时提示以及属与种差的共同点

大卫阐明波菲利在提出共同点的同时暗中教授了差异,从而驳斥了该书分为三部分的说法。随后他解释了偶性述说的先后次序,说明为何不相互指称属于差异而非共同点,并考察了属与种差的个别共同点(本质述说的传递)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.3

p. 13,10 Κοινὸν μὲν δὴ πάντων τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἐκ τῆς κοινωνίας καὶ τὴν διαφορὰν λεληθότως παραδίδωσιν ὁ Πορφύριος· φησὶ γὰρ ὅτι κατηγοροῦνται κατὰ πλειόνων, ἀλλ’ οὐχ ὁμοίως· τὸ μὲν γὰρ γένος καὶ ἡ διαφορὰ καὶ τὸ συμβεβηκὸς εἰδῶν καὶ ἀτόμων κατηγοροῦνται, τὸ δὲ ἴδιον καὶ εἶδος ἀτόμων. κακῶς οὖν τινες λέγουσιν ὅτι εἰς τρία τμήματα διαιρεῖται τὸ βιβλίον, ἐν μὲν τῷ πρώτῳ τὰς οὐσίας αὐτῶν διδάσκον,1 ἐν δὲ τῷ δευτέρῳ τὰς κοινωνίας, ἐν δὲ τῷ τρίτῳ τὰς διαφοράς· ψεύδονται γάρ· ἅμα γὰρ τὰς κοινωνίας καὶ τὰς διαφορὰς παραδίδωσι.

“诚然,对一切而言共同的,便是就多数事物而被述说。” 波菲利暗中也从共同点中传授了差异;因为他说,它们就多数事物被述说,但并非以同样的方式;因为属、种差与偶性就种和不可分者[个体]被述说,而固有属性与种则就不可分者被述说。因此,有些人说这部书被划分为三个部分,在第一部分教授它们的本质,在第二部分教授共同点,在第三部分教授差异,这是错误的;因为他们说了虚妄之言;因为他同时传授了共同点与差异。

§2.32.4

p. 13,15 Τὸ δὲ ἄλογον. Τοῦτ’ ἔστιν ἡ διαφορά. καταχρηστικῶς ἄλογον αὐτὴν ἐκάλεσεν, ἔδει γὰρ ἀλογότητα 〈εἰπεῖν2〉.

“以及无理性的事物。” 这就是种差。他转借地将它称为“无理性的事物”;因为他本应当[说]“无理性”。

§2.32.5#1

p. 13,20 Ἀλλὰ προηγουμένως μὲν τῶν ἀτόμων, κατὰ δεύτερον δὲ λόγον καὶ τῶν περιεχόντων τὰ ἄτομα. Φησὶν ὅτι ἐν τοῖς ἀτόμοις πρῶτον θεωρεῖται τὸ συμβεβηκός, εἶθ’ ὕστερον ἐν τοῖς εἴδεσι· πρῶτον γὰρ τὸ λευκὸν καὶ θερμὸν ὁρᾶται ἐν τῷ Σωκράτει, καὶ ἐκ τούτου τὸν ἄνθρωπον λέγομεν λευκὸν ἢ θερμόν. Ἴσως δὲ ἀπορήσει τις λέγων ὅτι τὸ μὴ σημαίνειν αὐτὰς ἀλλήλας κοινωνία ὑπάρχει·3 ἰδοὺ γὰρ λέγω κατὰ τοῦτο κοινωνοῦσι, καθὸ εἰς ἀλλήλας οὐ λαμβάνονται. οὐκ ἔστι δὲ τὸ τοιοῦτον ἄπορον· ἐφ’ ὅλων γὰρ τῶν ὁμολογουμένων διαφορῶν ταὐτὸν δύναταί τις λέγειν· ἰδοὺ γὰρ λέγω καθὸ διαφέρουσι πᾶσαι ἀλλήλων, κατὰ τοῦτο κοινωνοῦσιν. οὐκ ἔστι δὲ τὸ τοιοῦτον κοινωνία ἀλλὰ διαφορά τις. Εἰρηκὼς ὁ Πορφύριος περὶ τῶν καθολικῶν κοινωνιῶν καὶ διαφορῶν χωρεῖ καὶ ἐπὶ τὰς μερικάς. καὶ πρῶτόν γε τὴν κοινωνίαν καὶ τὴν διαφορὰν τοῦ γένους πρὸς τὴν διαφορὰν λέγει. σκόπει δέ, ὅτε μὲν περὶ τῶν καθολικῶν ποιεῖται τὸν λόγον, τὴν διαφορὰν μετὰ τὸ γένος τάττει, ὅτε δὲ περὶ οὐσίας θέλει διδάξαι, τότε τὸ εἶδος δεύτερον τοῦ γένους τάττει· τὰ γὰρ πρός τι ἅμα θέλει διδάσκεσθαι. φησὶν οὖν ὅτι κοινωνεῖ τὸ γένος καὶ ἡ διαφορά, καθὸ ἄμφω εἰδῶν κατηγοροῦνται. ἔτι δὲ κοινωνοῦσιν ὅτι τὰ κατηγορούμενα τοῦ γένους ὡς γένους ταῦτα κατηγοροῦνται καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν, καὶ τὰ κατηγορούμενα τῆς διαφορᾶς ὡς διαφορᾶς ταῦτα κατηγορεῖται καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν. καλῶς λέγει ὡς γένους· τοῦτο γὰρ λέγει ἅτιν’ ἂν κατηγορῆται τοῦ γένους οὐσιωδῶς, ταῦτα καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν κατηγορεῖται· οἷον ἡ οὐσία τοῦ ζῴου οὐσιωδῶς κατηγορεῖται· τοῦτο δὲ καὶ τοῦ ἀνθρώπου κατηγορεῖται. τὸ ἔμψυχον πάλιν καὶ τὸ αἰσθητικὸν τοῦ ζῴου κατηγορεῖται· τοῦτο δὲ καὶ τοῦ εἴδους καὶ τοῦ ἀτόμου κατηγορεῖται· εἰ μὴ γὰρ ταῦτα ἐπὶ τοῦ γένους λάβωμεν ἀλλὰ τὰ συμβεβηκότα αὐτῷ, τὸ εἶναι αὐτὸ δισύλλαβον, τὸ καλεῖσθαι αὐτὸ γένος, τὸ καθολικῶς αὐτὸ λαμβάνεσθαι, οὐ συστήσεται ὁ λόγος·4 ταῦτα γὰρ τῇ οὐσίᾳ ἐμψύχῳ αἰσθητικῇ ἐπισυμβέβηκε, τὸ καλεῖσθαι αὐτὴν γένος, τὸ δισύλλαβον εἶναι, οἷον τὸ ζῷον, τὸ καθολικῶς λαμβάνεσθαι· ταῦτα δὲ τοῦ ἀνθρώπου οὐ κατηγορηθήσεται, ἐπειδὴ οὐσιωδῶς τοῦ γένους, τοῦτ’ ἔστι τῆς οὐσίας ἐμψύχου αἰσθητικῆς, οὐ κατηγορεῖται. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῆς διαφορᾶς· τὸ γὰρ οὐσιωδῶς αὐτῆς κατηγορούμενον τοῦτο καὶ τῶν ὑπ’ αὐτὴν εἰδῶν κατηγορηθήσεται· * * οὐσίαν γὰρ ἔχει τὸ λόγῳ χρῆσθαι, φημὶ δὲ τῷ ἐνδιαθέτῳ· τοῦτο δὲ καὶ τοῦ ἀνθρώπου καὶ τῶν ἀτόμων κατηγορεῖται.

“然而首要地就不可分者而言,第二位地亦就包容不可分者之事而言。” 他说,偶性首先见于不可分者[个体]之中,其后才见于种之中;因为白与热首先见于苏格拉底,由此我们才说人是白的或热的。也许有人会提出疑问说,它们并不互相指称是一个共同点:“因为看哪,我说它们依照这一点而相通,即在于它们不能彼此替代。”但这样的事情并非真正的疑难;因为对于所有公认的差异,人都可以说同样的话:“因为看哪,我说就一切事物皆彼此相异而言,依此它们便相通。”但这样的事情并不是共同点,而是一种差异。波菲利在论述了普遍的共同点与差异之后,亦转向了个别的共同点与差异。并且首先述说了属相对于种差的共同点与差异。请观察:当他就普遍事物立论时,将种差置于属之后;而当他想要教授关于实体的内容时,那时便将种作为仅次于属的第二位安置;因为相对之物总是要求被同时教授。因此他说,属与种差相通,在于两者皆就各种被述说。此外它们相通还在于,就作为属的属被述说的事物,这些亦就其下的各种被述说;而就作为种差的种差被述说的事物,这些亦就其下的各种被述说。他称“作为属”是极妥当的;因为他是指:凡是本质地就属被述说的事物,这些亦就其下的各种被述说;例如,实体本质地就动物被述说;而这也就人被述说。同样,有灵魂的与具感觉的就动物被述说;而这也就种与不可分者被述说;因为如果我们不在属的层面上把握这些,而是把握偶属于它的事物——即它自身是双音节的、它自身被称为属、它自身被普遍地理解——论证便无法成立;因为这些事物附随于有灵魂且具感觉的实体,即被称为属、是双音节的(例如“动物”)、被普遍地理解;而这些将不会就人被述说,因为它们并非本质地就属、即有灵魂且具感觉的实体被述说。同样的道理亦适用于种差;因为本质地就它被述说的事物,这也将就其下的各种被述说;……因为以运用理性——我是指内心的[理性]——为本质;而这也就人和各个不可分者被述说。

语法注4 条
  1. 2.32.3ἐν μὲν τῷ πρώτῳ τὰς οὐσίας αὐτῶν διδάσκον

    中性现在分词 διδάσκον 在语法上修饰主语中性名词 τὸ βιβλίον,充当伴随状语,说明所假设的三个部分中教授的内容。

  2. 2.32.4ἔδει γὰρ ἀλογότητα 〈εἰπεῖν〉

    非人称过去时动词 ἔδει 表示未能实现的应然义务(“本应当说[却未说]”),句意由校勘补入的动词不定式 εἰπεῖν 补足。

  3. 2.32.5τὸ μὴ σημαίνειν αὐτὰς ἀλλήλας κοινωνία ὑπάρχει

    带冠词不定式短语 τὸ μὴ σημαίνειν αὐτὰς ἀλλήλας 整体作为 λέγων 引导的间接陈述(ὅτι 从句)的主语,κοινωνία 为其表语名词。不定式自身的主语为宾格代词 αὐτάς,宾语为 ἀλλήλας。

  4. 2.32.5εἰ μὴ γὰρ ταῦτα ἐπὶ τοῦ γένους λάβωμεν ἀλλὰ τὰ συμβεβηκότα αὐτῷ, τὸ εἶναι αὐτὸ δισύλλαβον, τὸ καλεῖσθαι αὐτὸ γένος, τὸ καθολικῶς αὐτὸ λαμβάνεσθαι, οὐ συστήσεται ὁ λόγος

    从句 εἰ... λάβωμεν 是带有虚拟式的条件从句前件,主句后件为将来直陈式 οὐ συστήσεται。三个带冠词不定式短语(τὸ εἶναι..., τὸ καλεῖσθαι..., τὸ... λαμβάνεσθαι)作为同位语解释 τὰ συμβεβηκότα αὐτῷ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:209.13-210.24