← 无敌的戴维

波菲利《导论》评注

§208.1-209.12

五个语词的普遍共同点与普遍差异

大卫讨论了五个语词的普遍共同点与差异,论证了共同点犹如疑难必先于作为解答的差异,并在波菲利所举的一对之外,补充列举了五个普遍共同点与五个普遍差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.2#2

Περὶ κοινωνιῶν καὶ διαφορῶν τῶν πέντε φωνῶν. Κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν μετὰ τὸ λόγῳ δημιουργῆσαι τὰς πέντε φωνὰς φέρε τὰς κοινωνίας αὐτῶν καὶ τὰς διαφορὰς παραθησόμεθα. καὶ ἔδει μὲν ὅσον γε πρὸς τὸ ἐντελῶς μαθεῖν ἡμᾶς τὰς πέντε φωνὰς τέλος λαβεῖν τὸ σύγγραμμα1 (ὁ γὰρ εἰδὼς τὰς πέντε φωνὰς καὶ τὰς τούτων ὑπογραφὰς αὐτόθεν οἶδε καὶ τὰς τούτων κοινωνίας καὶ διαφοράς), ἀλλ’ ἐπειδὴ πρὸς εἰσαγομένους ἐποιεῖτο τὸν λόγον, ἀναγκαῖον ἡγήσατο καὶ ταύτας παραδοῦναι. ἰστέον δ’ ὅτι τὰ πράγματα οὔτε πάντῃ κοινωνοῦσιν ἀλλήλοις οὔτε πάντῃ διαφέρουσιν, ἀλλὰ κατά τινα μὲν κοινωνοῦσι κατά τινα δὲ διαφέρουσι. καὶ κοινωνοῦσι μὲν καθὸ ἐκ μιᾶς ἀρχῆς ἤρτηνται, διαφέρουσι δὲ κατὰ τὴν ὕλην. δισσῶν δὲ οὐσῶν τῶν κοινωνιῶν καὶ τῶν διαφορῶν, καθολικῶν τε καὶ μερικῶν, τὴν πρώτην τάξιν εἰλήφασιν αἱ καθολικαί. ἀλλὰ τῆς διαφορᾶς ἀξία ἡ κοινωνία προτάττεσθαι· ἔοικε γὰρ τῇ ἀπορίᾳ· ἐν γὰρ τῷ δεικνύειν ὅτι πᾶσαι κοινωνοῦσι κατὰ ἕν τι συνάφειαν αὐτῶν καὶ ἕνωσιν ποιεῖται,2 τὸ δὲ ἕν τι εἰπεῖν τὰς πέντε φωνὰς ἀπορίας ἐστὶν ἔργον· ἀπορήσει γάρ τις διὰ τί αἱ πέντε φωναὶ ἕν τί εἰσιν. ἔοικε δὲ τῇ λύσει ἡ διαφορά· δείκνυσι γὰρ ὅτι ἕν τι οὐκ εἰσὶν καὶ ἐν τῷ δεικνύειν ὅτι ἕν τι οὐκ εἰσὶ τὴν ἀπορίαν λύει. εἰ προηγεῖται οὖν ἡ ἀπορία τῆς λύσεως, προηγήσεται ἄρα ἡ κοινωνία τῆς διαφορᾶς. Φησὶν οὖν ὁ Πορφύριος ὅτι καθολικὴ κοινωνία αὐτῶν ὑπάρχει τὸ κατὰ πλειόνων πάσας τὰς φωνὰς κατηγορεῖσθαι· κοινωνοῦσι γὰρ κατὰ τοῦτο, καθὸ πᾶσαι κατὰ πλειόνων κατηγοροῦνται. διαφέρουσι δὲ καθὸ οὐ πᾶσαι τοῦ αὐτοῦ ὑποκειμένου κατηγοροῦνται· αἱ μὲν γὰρ τῶν εἰδῶν κατηγοροῦνται ὡς τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ συμβεβηκός, αἱ δὲ τῶν κατὰ μέρος ὥσπερ τὸ ἴδιον καὶ τὸ εἶδος. καὶ αὐτὸς μὲν ὁ Πορφύριος μίαν κοινωνίαν καὶ μίαν διαφορὰν παρέθετο, ἡμεῖς δὲ ἑκάστῳ σκέλει προσθήκην ποιησόμεθα· φέρε γὰρ καὶ ἑτέρας καθολικὰς κοινωνίας καὶ διαφορὰς παραδώσομεν καὶ πρῶτόν γε τὰς κοινωνίας. καθολικῶς πάλιν κοινωνοῦσιν, ὅτι πᾶσαι ὁμώνυμοί εἰσι. τρίτην κοινωνίαν πάλιν αὐτῶν ὁρῶμεν, ὅτι πᾶσαι ἐν μιᾷ καὶ ἑκάστῃ κατηγορίᾳ θεωροῦνται· εἰ γὰρ γένη εἰσὶν αἱ κατηγορίαι, πάντως καὶ τὰς ἄλλας φωνὰς συνεισφέρουσιν· ὅπου γὰρ γένος, ἐκεῖ καὶ αἱ ὑπόλοιποι φωναί. τετάρτην ἔτι ὁρῶμεν κοινωνίαν τὸ εἶναι πάσας ὅρους καὶ πέρατα τῶν κατὰ φιλοσοφίαν φωνῶν· πᾶσαι γὰρ αἱ κατὰ φιλοσοφίαν φωναὶ εἰς αὐτὰς περατοῦνται καὶ ἐκτὸς αὐτῶν οὐκ ἔστιν ἑτέρα. πέμπτη αὐτῶν κοινωνία ὁρᾶται τὸ συνεισάγειν καὶ συναναιρεῖν ἀλλήλας· ὅπου γάρ ἐστι μία φωνὴ τούτων, ἐκεῖ εἰσι καὶ αἱ λοιπαί, ὅπου δὲ μία ἐκλείπει, ἐκεῖ καὶ πᾶσαι ἐκλείπουσιν. εἰρηκότες τὰς κοινωνίας χωρήσωμεν καὶ ἐπὶ τὰς διαφοράς. δευτέρα διαφορὰ ὑπάρχει αὐτῶν ὁ τρόπος τῆς κατηγορίας· αἱ μὲν γὰρ ἐν τῷ τί ἐστι κατηγοροῦνται ὥσπερ τὸ γένος καὶ τὸ εἶδος, αἱ δὲ ἐν τῷ ὁποῖόν τί ἐστιν ὥσπερ ἡ διαφορὰ καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκός. τρίτη διαφορὰ αὐτῶν ἐστιν οἱ διάφοροι ὁρισμοί· ὧν γὰρ διάφοροι οἱ ὁρισμοί, τούτων διάφοροι καὶ αἱ οὐσίαι.3 τετάρτη δὲ διαφορὰ πάλιν ἐστὶ τὸ ἐκ διαιρέσεως αὐτὰς εἶναι· τὰ γὰρ ἐκ διαιρέσεως ὑπάρχοντα διάφορά ἐστιν· εἰς τὸ αὐτὸ γὰρ οὐ διαιρεῖταί τι. πέμπτη διαφορὰ ἐστὶ τὸ μὴ σημαίνειν αὐτὰς ἀλλήλας κατὰ τὸ αὐτό· τὸ γὰρ γένος οὐ σημαίνει καὶ εἶδος κατὰ τὸ αὐτό. τὰ μὴ δυνάμενα οὖν εἰς ἄλληλα λαμβάνεσθαι διάφορά ἐστιν ὁμολογουμένως.

论五个语词的共同点与差异。遵照我们的承诺,在依论理建构了五个语词之后,来吧,我们当列举它们的共同点与差异。诚然,就我们完全掌握五个语词而言,这部著作本该就此终结(因为凡知晓五个语词及其粗略界说者,自然也知晓它们的共同点与差异);但由于他是面向初学者立论,便认为将这些也传授下去是必然的。应当知道,事物之间既非在一切方面互通,亦非在一切方面相异,而是在某些方面相通,在另一些方面相异。它们相通,在于它们依附于单一的本原;它们相异,则依据其质料。共同点与差异既然各有两类,即普遍的与个别的,普遍的便占据了首位。但是共同点理应置于差异之先;因为它类似于疑难;因为在表明一切语词依照某一个事物而相通的过程中,它造成了它们的关联与同一,而说这五个语词是一个东西,正是疑难的功能(因为人会质疑为什么五个语词是一个东西)。相反,差异则类似于解答;因为它指明它们不是一个东西,且在指明它们不是一个东西的过程中化解了疑难。因此,若疑难先于解答,则共同点亦必先于差异。波菲利于是说,它们的普遍共同点在于一切语词皆就多数事物而被述说;因为它们正是依此相通,即一切都就多数事物而被述说。但它们相异,在于并非一切都就同一基底被述说;因为有些是就种被述说,如属、种差与偶性,有些则是就个别事物被述说,正如固有属性与种。波菲利本人虽然只列举了一项共同点与一项差异,我们却要对每一分支予以补充;来吧,我们将传授另外的普遍共同点与差异,并且首先传授共同点。它们普遍相通的又一点在于,它们全都是同名异义的。我们又看到它们的第三个共同点,即它们全都在每一个范畴中被考查;因为范畴若是属,便无论如何也同时引入其余的语词;因为何处有属,何处便也有其余的语词。我们还看到第四个共同点,即它们全都是哲学中各语词的限度与界限;因为哲学中的一切语词皆止于它们,在它们之外便无其他语词。它们的第五个共同点,可见于它们彼此互为存亡;因为这些语词中何处有一项存在,何处便有其余各项,何处缺失一项,何处便全都缺失。在陈述了共同点之后,让我们也转向差异。它们的第二个差异是述说的样式;因为有些是在“是什么”中被述说,正如属与种,有些则是在“是何样的事物”中被述说,正如种差、固有属性与偶性。它们的第三个差异是不同的定义;因为凡定义相异者,其实体亦相异。第四个差异又在于它们出于区分;因为出于区分而存在的事物是相异的;因为没有任何事物会被区分为同一之物。第五个差异在于它们并不依同一方面指示彼此;因为属并不依同一方面亦指示种。因此,不能相互混同的事物,公认是相异的。

语法注3 条
  1. 2.32.2καὶ ἔδει μὲν ὅσον γε πρὸς τὸ ἐντελῶς μαθεῖν ἡμᾶς τὰς πέντε φωνὰς τέλος λαβεῖν τὸ σύγγραμμα

    无人称动词 ἔδει 不带小词 ἄν,表示过去的应当或适宜性,带有与过去事实相反的让步意味(“本该终结却未终结”)。ὅσον γε πρὸς... 为限定性副词短语,其后支配带主语性宾格(ἡμᾶς)的定冠词不定式结构(τὸ... μαθεῖν)。

  2. 2.32.2ἐν τῷ δεικνύειν ὅτι πᾶσαι κοινωνοῦσι κατὰ ἕν τι συνάφειαν αὐτῶν καὶ ἕνωσιν ποιεῖται

    介词 ἐν 与中性单数与格定冠词不定式(ἐν τῷ δεικνύειν)构成表示手段或伴随情况(“在表明……的过程中/通过表明……”)的副词短语,修饰主句动词 ποιεῖται。

  3. 2.32.2ὧν γὰρ διάφοροι οἱ ὁρισμοί, τούτων διάφοροι καὶ αἱ οὐσίαι

    这是一个相关句结构,关系词分句 ὧν... οἱ ὁρισμοί 充当主句指示代词 τούτων 的先行成分。ὧν 与 τούτων 均为领属属格,在由谓语形容词 διάφοροι 与省略的系动词(εἰσίν)构成的对等句中修饰各自的主语(οἱ ὁρισμοί 与 αἱ οὐσίαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:208.1-209.12