← 无敌的戴维

波菲利《导论》评注

§207.19-207.36

偶性定义的缺陷与在思维中的分离

大卫评注了波菲利关于不可分的偶性在思维中可与基底分离的论断(13,1),随后论证指出,给偶性的定义加上“或在现实活动中或在思维中”无论如何理解都会在逻辑上陷入困境,因此没有一个定义是健全的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.2#1

p. 13,1 Δύναται δὲ ἐπινοηθῆναι κόραξ λευκὸς καὶ Αἰθίοψ ἀποβαλὼν τὴν χροιὰν χωρὶς φθορᾶς τοῦ ὑποκειμένου. Τοῦτο ἐπιλύει τὸ ἀπορούμενον· πρὸς γὰρ τοὺς λέγοντας μὴ ἀπογίνεσθαι τὰ ἀχώριστα χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς φησιν ὅτι δυνατὸν ἐπινοίᾳ. Ἰστέον δὲ ὡς οὐδεὶς τῶν ὁρισμῶν ὑγιῶς ἔχει· σκόπει γὰρ τὸν πρῶτον τί λέγει· συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς ἢ ἐνεργείᾳ ἢ ἐπινοίᾳ. ὁ ἢ ὧδε σύνδεσμος1 ἢ συμπλεκτικὸς νοεῖται ἢ διαζευκτικός· καὶ εἰ μὲν συμπλεκτικός, ἵν’ ᾖ οὕτως ‘καὶ ἐνεργείᾳ καὶ ἐπινοίᾳ’, ψεύδεται ὁ ὁρισμὸς οὗτος ἐπὶ τῶν ἀχωρίστων συμβεβηκότων (οὔτε γὰρ τὰ ἀχώριστα γίνεται καὶ ἀπογίνεται ἐνεργείᾳ καὶ ἐπινοίᾳ χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, τὰ μέντοι χωριστὰ τοιαῦτά ἐστιν), εἰ δὲ διαζευκτικός, οὐχ εὑρίσκεται τὸ τοιοῦτον ὁρισμὸς ἀλλὰ διαίρεσις· ὁρισμοῦ γὰρ ἔργον ὑπάρχει τὸ συνάγειν τὰ πολλὰ εἰς ἕν τι, διαιρέσεως δὲ τὸ ἐξ ἑνὸς πολλὰ ποιεῖν. τοιοῦτον δὲ καὶ τὸ προκείμενον· φησὶ γὰρ ἢ ἐνεργείᾳ ἢ ἐπινοίᾳ, ὅλαι δὲ αἱ φωναὶ τῶν ὁρισμῶν ἐπὶ ἑνὸς θέλουσι λέγεσθαι,2 καὶ οὐκ ἐπὶ διαφόρων. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ δευτέρου· ἔχει γὰρ τὸ ἐνεργείᾳ ἢ ἐπινοίᾳ. περὶ δὲ τοῦ τρίτου ὡς κακῶς ἔχει ἐν τῇ θεωρίᾳ ἡμῖν δέδεικται.

“但是,构想一只白乌鸦和一个失去肤色的埃塞俄比亚人而没有基底的毁灭,是可能的。” 这解决了所疑难的问题;因为针对那些说不可分的偶性若非基底毁灭便不会离去的人,他说在思维中是可能的。然而应当知道,没有一个定义是健全的;因为且看第一个定义说了什么:“偶性是在基底不毁灭的情况下生成与离去者,或在现实活动中或在思维中。”这里的连词“或”要么被理解为连接性的,要么被理解为选言性的;如果它是连接性的,以致于成为“既在现实活动中又在思维中”,那么这个定义在不可分的偶性上就证明是假的(因为不可分的偶性并不会在基底不毁灭的情况下既在现实活动中又在思维中生成与离去,不过可分的偶性确实是如此的);但如果是选言性的,那么这样的东西就被发现不是定义而是区分;因为定义的作用是将多数事物汇聚为一个,而区分的作用则是从一个制造出多数事物。而眼前的定义也正是如此;因为他说“或在现实活动中或在思维中”,而定义的全部语词都应当就单一事物被述说,而不是就不同事物被述说。同样的论理也适用于第二个定义;因为它包含“在现实活动中或在思维中”。至于第三个定义,它是有缺陷的,这在总论中已由我们指明了。

语法注2 条
  1. 2.32.2ὁ ἢ ὧδε σύνδεσμος

    阳性定冠词ὁ和名词σύνδεσμος将作为元语言提及的连词ἤ包夹其中(“此处的连词‘或’”),随后引出相对应的选言结构ἢ συμπλεκτικὸς ... ἢ διαζευκτικός(“要么是连接性的,要么是选言性的”)。

  2. 2.32.2θέλουσι λέγεσθαι

    动词θέλουσι连带无生命主语αἱ φωναί(“各表达”),所表达的并非心理层面的意愿,而是功能性或规范性的要求(“理应被述说”或“必须被述说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:207.19-207.36