← 无敌的戴维

波菲利《导论》评注

§206.8-207.18

偶性对基底的毁灭与否定式定义

大卫完成了对第一偶性定义包含实体的反驳,并通过说明偶性是通过毁灭其相反者而附带地毁灭基底,化解了偶性是否渴望毁灭自身的疑难。接着他指出了第二和第三定义的不足,并解释了为何仅对偶性采用否定式定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.1#2

ἄλλως τε οὐ συμπεριέλαβε τὰ τοιαῦτα ὁ ὁρισμός· ἐν γὰρ τῷ λέγειν χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς δηλοῖ ὅτι φθείρεται τούτων τὸ ὑποκείμενον· ἐξ οὗ γὰρ ἔχει φθορὰν ὅλως τὸ ὑποκείμενον, πάντως φθείρεται, κἂν μή, ὅτε ἀπογίνεται τὸ συμβεβηκός.1 εἰ οὖν ταῦτα οὕτως ἔχει, τὸ δὲ ὑποκείμενον τοῦ πυρὸς καὶ τοῦ ὕδατος ἄφθαρτον ὑπάρχει (ἄποιον γὰρ αὐτῶν ἐστι τὸ σῶμα, καὶ τὰ ἄποια οὐ φθείρεται), σαφὲς ὅτι οὐ συμπεριέλαβεν ὁ ὁρισμὸς τὰ τοιαῦτα· λέγει γὰρ τὸ ὑποκείμενον φθειρόμενον, τούτων δὲ ἄφθαρτόν ἐστι τὸ ὑποκείμενον. Τῶν τοιούτων ὑπονοιῶν τὸν ὁρισμὸν ἐλευθερώσαντες φέρε καὶ ἐπὶ ἑτέραν ἀπορίαν χωρήσωμεν· λέγουσι γάρ τινες· εἰ οὐδέποτέ τι τῶν ὄντων τῆς ἑαυτοῦ ἀπωλείας ἐφίεται2 (κἂν γὰρ εἴπῃς τὰ ἄλογα ἑαυτὰ ἀπόλλυσιν ἀπὸ κρημνοῦ πηδῶντα ἢ εἰς ὕδωρ ῥιπτούμενα, οὐ τῆς ἀπωλείας ἐφιέμενα τὰ τοιαῦτα ποιοῦσιν, ἀλλ’ ἢ διὰ διωγμὸν ἑτέρων ἀλόγων ἢ διὰ θυμόν· κατὰ συμβεβηκὸς γὰρ ἑαυτὰ ἀπόλλυσι), πῶς τὰ συμβεβηκότα ἑαυτὰ ἐφίεται ἀπολλύειν; ὅτι δὲ ἑαυτὰ ἀπολλύει, σαφὲς ἐντεῦθεν· εἰ ἐν ὑποκειμένῳ ἐστὶ τὰ συμβεβηκότα, ἀπόλλυσι δὲ τὸ ὑποκείμενον, ὁμολογουμένως καὶ ἑαυτὰ ἀπολλύει. πῶς δὲ ἀπόλλυται τὸ ὑποκείμενον, λέξομεν· ὁ ἑκτικὸς πυρετὸς ἀπόλλυσι τὸ ὑποκείμενον· ἀμήχανον γὰρ αὐτὸν ἀπογενέσθαι χωρὶς τῆς φθορᾶς τοῦ ὑποκειμένου· εἰ οὖν τὸ ὑποκείμενον αὐτῷ ἀπολλύει, ἑαυτὸν ἀπολλύει. ἔστι δὲ εἰπεῖν πρὸς τούτους· ὅτι οὐδὲν τῶν συμβεβηκότων ἑαυτὸ ἥδεται φθεῖραι, ἀλλὰ μὴν οὐδὲ τὸ ὑποκείμενον φθεῖραι (κατὰ συμβεβηκὸς γὰρ αὐτὸ ἀπολλύει, οὐχ ἑκόντως), καὶ σαφὲς ἔνθεν, ὅτι ὁ ἑκτικὸς πυρετὸς ἀμετρία ἐστίν, ἡ δὲ ὑγιὴς κρᾶσις συμμετρία· ταῦτα δὲ ἐναντία εἰσίν. ἡ οὖν ἀμετρία σπεύδει τὴν συμμετρίαν φθεῖραι, φθείρουσα δὲ αὐτὴν κατὰ συμβεβηκὸς φθείρει καὶ τὸ ὑποκείμενον, φθείρουσα δὲ τὸ ὑποκείμενον καὶ ἑαυτὴν φθείρει. οὕτω καὶ ἡ φαλάκρα οὐ τὸ ἴδιον ὑποκείμενον φθείρει, λέγω δὴ τὴν κεφαλήν, ἀλλὰ τὴν ἀντικειμένην αὐτῇ δασύτητα τῶν τριχῶν. Ὁ δεύτερος ὁρισμὸς πάλιν ἀτελῶς ἔχει· φησὶ γὰρ συμβεβηκός ἐστιν ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, τοῦτο δὲ οὐ συλλαμβάνει τὰ ἀχώριστα συμβεβηκότα· οὔτε γὰρ ἐνδέχεται μὴ ὑπάρχειν αὐτά· τὸ μέλαν γὰρ τοῦ Αἰθίοπος οὐκ ἐνδέχεται μὴ ὑπάρχειν τῷ Αἰθίοπι. δεῖ οὖν προσθεῖναι ὅπερ καὶ τῷ πρώτῳ προσεθήκαμεν ‘ἢ ἐνεργείᾳ ἢ ἐπινοίᾳ’. ὁ τρίτος δὲ σχεδὸν οὔτε ὁρισμός ἐστιν· οὔτε γὰρ οἱ ὁρισμοὶ τὰ μὴ ὄντα τινὶ δηλοῦν βούλονται, ἀλλὰ τὰ ὄντα· ἀμέλει ὁριζόμενοι τὸν ἄνθρωπον οὔ φαμεν ὅτι ἄνθρωπός ἐστιν ὃ οὐ πέτεται οὔτε ὑλακτεῖ οὔτε χρεμετίζει, ἀλλὰ τὰ ὄντα αὐτῷ λέγομεν, ζῷον λογικὸν καὶ τὰ τοιαῦτα. ὁ οὖν ὁρισμὸς οὗτος ἃ ἔχει οὐ λέγει, ἀλλ’ ἃ οὐκ ἔχει· συμβεβηκός ἐστιν ὃ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον δύναται εἶναι * * τὸ γὰρ θεῖον διὰ τοῦτο ὁρίσασθαι οὐ δυνάμεθα, ἐπειδὴ τί ἐστιν οὐκ οἴδαμεν. λέγουσι δέ τινες ‘διὰ τί μὴ πάσας τὰς φωνὰς οὕτως ὡρίσατο, ἀλλὰ μόνον τὸ συμβεβηκός;’. πρὸς οὓς ἐροῦμεν ὅτι εἰ ἥμαρτε προσάπαξ ὁ Πορφύριος, οὐκ ἔδει αὐτὸν καὶ πανταχοῦ ἁμαρτῆσαι. ἔπειτα καὶ εἰ οὐκ ἦν τὸ τοιοῦτον ὑφ’ ἁμαρτίαν ἀγόμενον, ἀλλ’ οὖν ὅμως ἐπὶ τῶν ἄλλων φωνῶν οὐκ ἠδύνατο οὕτως ὁρίσασθαι· εἴρηται γὰρ ἡμῖν ὅτι τὰ ἀμφίβολα ἐξ ἀμφιβόλων οὐ πιστούμεθα, ἀλλ’ ἐξ ὁμολογουμένων· πρὸ τοῦ οὖν παραδοῦναι ἡμᾶς τὸ εἶδος καὶ τὰς ὑπολοίπους φωνὰς3 πῶς ἠδυνάμεθα εἰπεῖν ἐπὶ τοῦ γένους ‘γένος ἐστὶν ὃ οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον οὔτε συμβεβηκὸς ὑπάρχει’; τὸ τοιοῦτον δὲ ποιοῦντες ἀμφίβολον ἐξ ἀμφιβόλου ἐμέλλομεν πιστοῦσθαι, ὅπερ ἄτοπον. ἐπὶ μόνου δὲ τοῦ ἐσχάτου, φημὶ δὲ τοῦ συμβεβηκότος, τὸ τοιοῦτον ποιῆσαι δυνάμεθα.

此外,定义并未把此类事物包含在内;因为在说“在基底不毁灭的情况下”时,它表明这些事物的基底是会毁灭的;因为基底一旦根本上承受毁灭,就无论如何都会毁灭,即便不是在偶性离去的时候。因此,如果这些情况是如此,而火与水的基底却是不朽的(因为它们的物体是无性质的,而无性质的物体是不毁灭的),那么显而易见,定义并未包含此类事物;因为定义所言的基底是会毁灭的,而这些事物的基底却是不朽的。 既然使定义摆脱了此类嫌疑,来吧,让我们也进而探讨另一个疑难;因为有些人说:如果在存在者中没有任何事物曾经渴望自身的毁灭(因为即便你说无理性的动物跳下悬崖或投入水中毁灭自身,它们做这类事也不是因为渴望毁灭,而是要么因为其他无理性动物的追逐,要么出于愤怒;因为它们是出于附带而毁灭自身),那么偶性又怎会渴望毁灭自身呢?而偶性毁灭自身,从以下各点来看是显而易见的:如果偶性是在基底之中,并且它们毁灭基底,公认它们也就毁灭了自身。至于基底是如何被毁灭的,我们将予以说明:消耗热毁灭基底;因为在基底不毁灭的情况下它是不可能离去的;因此,如果它毁灭了自己的基底,它也就毁灭了自身。然而对这些人可以说:偶性中没有任何一种乐于毁灭自身,甚至也不乐于毁灭基底(因为它是出于附带而毁灭基底,并非自愿),这一点从以下事实是显而易见的:消耗热是不均衡,而健康的调和是均衡;而这两者是相反者。因此,不均衡力图毁灭均衡,在毁灭均衡时出于附带也就毁灭了基底,而在毁灭基底时也就毁灭了自身。同样,秃头所毁灭的并不是其自身的固有基底——我指的正就是头部——而是与它相对立的浓密毛发。 第二个定义同样是不完全的;因为他说偶性是容许属于或不属于同一主体者,但这并未囊括不可分的偶性;因为它们不可能不属于;埃塞俄比亚人的黑确实不容许不属于埃塞俄比亚人。因此必须加上我们在第一个定义上所加的内容,即“或在现实活动中或在思维中”。而第三个定义几乎甚至算不上定义;因为定义所意图表明的不是某物所不具有的事物,而是它所具有的事物;当然,我们在给人下定义时,并不说人是不飞、不吠、不嘶鸣者,而是陈述属于他的事物,即理性的动物诸如此类。因此这个定义没有说明它所具有的,而是说明了它所不具有的:偶性是既不能是属也不能是种、既非种差亦非固有属性者。事实上,我们之所以不能给神圣者下定义,正是因为我们不知道它是什么。然而有些人说:“为什么他不把所有的表达都这样下定义,而唯独对偶性如此?”对此我们将说,即使波菲利犯错了一次,他也不应当处处犯错。其次,即使这种做法不被归为错误,但无论如何在其他表达上也是不可能这样下定义的;因为我们已经说过,我们不是从可疑之物来证实可疑之物,而是从公认之物来证实;因此,在我们将种和其余的表达传授之前,我们怎么能在属上说“属是既非种亦非种差、既非固有属性亦非偶性者”呢?这样做我们就势必从可疑之物来证实可疑之物,这是荒谬的。但唯独对于最后的表达,我指的是偶性,我们能够这样做。

语法注3 条
  1. 2.32.1κἂν μή, ὅτε ἀπογίνεται τὸ συμβεβηκός

    在 κἂν μή 之后省略了承前文谓词 φθείρεται 而来的虚拟式 φθείρηται:“即便不是在偶性离去时[发生毁灭]”。这表明定义的标准在于基底本身根本上是否具有终有一灭的性质。

  2. 2.32.1εἰ οὐδέποτέ τι τῶν ὄντων τῆς ἑαυτοῦ ἀπωλείας ἐφίεται

    动词 ἐφίεται(渴望、追求)支配属格补足语 τῆς ἑαυτοῦ ἀπωλείας。接下来的 κἂν γὰρ εἴπῃς 直至 ἑαυτὰ ἀπόλλυσι 构成较长的让步性插入说明,随后呼应主句的疑问分句 πῶς τὰ συμβεβηκότα ἑαυτὰ ἐφίεται ἀπολλύειν。

  3. 2.32.1πρὸ τοῦ οὖν παραδοῦναι ἡμᾶς τὸ εἶδος καὶ τὰς ὑπολοίπους φωνάς

    介词短语 πρὸ τοῦ 与不定式 παραδοῦναι 结合,构成表示时间的结构(“在我们传授……之前”)。宾格代词 ἡμᾶς 用作不定式的逻辑主语,而 τὸ εἶδος καὶ τὰς ὑπολοίπους φωνάς 是其宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:206.8-207.18