← 无敌的戴维

波菲利《导论》评注

§204.24-206.8

偶性的第一定义及其反驳之回应

大卫开启了第32讲关于偶性的讨论,回应了波菲利未对偶性的同名异义性进行区分和明确含义的指责,并通过提出在思维中的可分离性以及质料基底(无性质物体)与本性之间的区分,为偶性的第一个定义(“在基底不毁灭的情况下产生并离去者”)针对缺漏与冗余的指责进行了辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32.1#1

" Πρᾶξις λβʹ." Περὶ συμβεβηκότος. Οἱ ὁρισμοὶ τοῦ συμβεβηκότος ἀποδιδόασι τὴν ὀφειλομένην αὐτῷ τάξιν· δηλοῦσι γὰρ ὅτι ἔσχατόν ἐστι καὶ ἀβληχρὸν καὶ ἀμενηνόν· τί γάρ ἐστι συμβεβηκός; ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. ἀποροῦσι δέ τινες λέγοντες διὰ τί ἐπὶ τοῦ συμβεβηκότος παρέβη τοὺς διηγορευμένους κανόνας· ὁμωνύμου γὰρ ὄντος αὐτοῦ οὐκ εἶπε ποσαχῶς λαμβάνεται, οὔτε περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, ἀλλ’ εὐθέως τῆς διδασκαλίας αὐτοῦ τὸν τρόπον ἐπήγαγεν. ἔστι δὲ εἰπεῖν πρὸς τούτους ὅτι τὸ ποσαχῶς παρῆκε διδάξας τοῦτο ἐν τοῖς φθάσασι· διττὸν γὰρ αὐτὸ εἶναι εἶπε, χωριστὸν καὶ ἀχώριστον. περὶ ποίου δὲ σημαινομένου λέγει, οὐκ ἐξέθετο βουλόμενος περὶ πάντων τῶν συμβεβηκότων διαλαβεῖν· τότε δὲ λέγομεν περὶ ποίου σημαινομένου βουλόμεθα διαλαβεῖν, ὅταν οὐ διδάσκωμεν περὶ ὅλων τῶν φωνῶν.1 Τριχῶς οὖν αὐτὸ ἀποδίδωσι· φησὶ γὰρ ὅτι συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, ἑτέρως δὲ ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἐξ ἀποφάσεως δὲ ὃ οὔτε γένος οὔτε εἶδος οὔτε διαφορὰ οὔτε ἴδιον δύναται εἶναι. ἐπειδὴ δέ τινες πειρῶνται κακίζειν τοὺς ἀποδεδομένους ὁρισμούς, φέρε τὰ ἐξ αὐτῶν λεγόμενα παραθησόμεθα, εἶθ’ ὕστερον τοῖς ἐξ αὐτῶν ῥηθεῖσι πρέπουσαν ἀπολογίαν ἀποδώσομεν. φασὶ δὲ τὸν πρῶτον ὁρισμὸν ἐλλείπειν καὶ περισσεύειν. ἐλλείπειν δὲ οὕτως· εἰ ὁ ὁρισμὸς οὗτος τὰ γινόμενα καὶ ἀπογινόμενα συμβεβηκότα δηλοῖ, μόνα τὰ χωριστὰ σημαίνει οἷον τὸ λευκόν· δύναται γὰρ ἐν ἐμοὶ γενέσθαι καὶ ἀπογενέσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, τὸ ἀχώριστον δὲ οὐ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· οὔτε γὰρ ἀπογίνεται τὸ μέλαν τοῦ Αἰθίοπος περιόντος τοῦ Αἰθίοπος, ὁμοίως οὐδὲ τοῦ κόρακος. ἔστι δὲ πρὸς τοῦτο εἰπεῖν ὅτι τῶν συμβεβηκότων τὰ μὲν ἐπινοίᾳ2 καὶ ἐνεργείᾳ χωρίζεται, τὰ δὲ μόνῃ ἐπινοίᾳ· ἐνεργείᾳ μὲν καὶ ἐπινοίᾳ τὰ χωριστά (δύνασαι γὰρ καὶ ἐνεργείᾳ ἀποχωρίσαι τὸ λευκὸν τὸ ἐν ἐμοί, δύνασαι καὶ ἐπινοίᾳ), ἐπινοίᾳ δὲ μόνῃ τὰ ἀχώριστα· τὸ γὰρ μέλαν τοῦ Αἰθίοπος δύνασαι ἐπινοίᾳ νοῆσαι ἀπογινόμενον χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· εἰ γὰρ νοήσεις λευκὸν Αἰθίοπα ἐπινοίᾳ, οὐδὲν λυμαίνῃ τῷ ὑποκειμένῳ. προστίθεσο οὖν τῷ ὁρισμῷ τὸ ἐνεργείᾳ καὶ ἐπινοίᾳ, καὶ οὐδὲν εὑρίσκεται ἐλλεῖπον· συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς ἐνεργείᾳ ἢ ἐπινοίᾳ. περισσεύειν δέ φασιν αὐτὸν οὕτως· εἰ ἐκεῖνό φαμεν συμβεβηκὸς ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, οὐκοῦν οὐ μόνον τὰ συμβεβηκότα συμπεριέλαβεν ὁ ὁρισμός, ἀλλὰ καί τινας οὐσίας· ἰδοὺ γὰρ ἡ θερμότης τοῦ πυρὸς γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, οὐσία δὲ αὐτοῦ ἡ θερμότης. εἰ δέ τις εἴποι ‘ἐὰν ἀπογίνηται ἡ θερμότης τοῦ πυρός, οὐ φθείρεται τὸ ὑποκείμενον;’ φαμὲν οὐχί· ἄποιον γὰρ τὸ σῶμα αὐτοῦ ἐστι, τὰ δὲ ἄποια σώματα οὐ φθείρεται.3 ὁμοίως καὶ τὸ ψυχρὸν τοῦ ὕδατος γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, συμβεβηκὸς δὲ οὐκ ἔστιν, ἀλλ’ οὐσία τοῦ ὕδατος. λέγομεν δὲ πρὸς τούτους ὅτι οὔτε ὅλως ἀπορίας ἥψαντο· φανερὰ γάρ ἐστιν ἡ ἐπίλυσις· ἔστι γὰρ τὸ ψυχρὸν οὐσία καὶ συμβεβηκός, ἀλλ’ οὐ κατὰ τὸ αὐτό· πρὸς μὲν γὰρ τὸ ὕδωρ οὐσία ἐστίν (οὐκ ἔστι γὰρ ἐπινοῆσαι ὕδωρ χωρὶς ψυχροῦ), πρὸς δὲ τὸ σῶμα τοῦ ὕδατος συμβεβηκός ἐστιν. ὁμοίως δὲ καὶ ἡ θερμότης τοῦ πυρὸς πρὸς μὲν τὸ πῦρ οὐσία ἐστίν (ἄνευ γὰρ θερμότητος οὐκ ἔστι τὸ πῦρ), πρὸς δὲ τὸ σῶμα τοῦ πυρὸς συμβεβηκός ἐστιν.

“第32讲。” 论偶性。偶性的诸定义赋予它应有的位次;因为它们表明它是最后的、微弱的和脆弱的;因为什么是偶性?就是在基底不毁灭的情况下产生并离去者。但有些人提出疑难说,为什么在偶性上他违背了预先明确阐述的规则;因为既然偶性是同名异义的,他却没有说明它是以多少种方式被理解的,也没有说明论说关乎哪一种含义,而是立刻引入了他的教学方式。然而可以对这些人说,他之所以略去“以多少种方式”,是因为他在前面的内容中已经教授了这一点;因为他说它是双重的,即可分的与不可分的。而关于他所说的是指哪一种含义,他没有加以阐明,是因为他意图论述所有的偶性;而我们只有在不是对所有的表达进行讲授时,才会说明我们意图论述哪一种含义。因此他以三种方式给出了它;因为他说,偶性是在基底不毁灭的情况下产生并离去者;以另一种方式说,是容许属于或不属于同一主体者;从否定方面说,是既不能是属也不能是种、既非种差亦非固有属性者。但既然有些人试图贬低这些给出的定义,来吧,让我们列举出由他们所说的话,然后随后对他们所言之事做出恰当的辩护。他们说第一个定义既有缺漏又有冗余。有缺漏是由于如下原因:如果这个定义表明的是产生和离去的偶性,它就仅指可分的偶性,例如白;因为它能够在我之中产生并离去而在基底上不发生毁灭,但不可分的偶性并不是在基底不毁灭的情况下产生并离去的;因为在埃塞俄比亚人存续时,埃塞俄比亚人的黑并不会离去,渡鸦的黑也同样不会离去。然而对此可以说,在偶性之中,有些是在思维和现实活动中都被分离,有些则仅在思维中被分离;在现实活动和思维中被分离的是可分者(因为你在现实活动中能够将我之中的白分离,在思维中也能如此),而仅在思维中被分离的是不可分者;因为你在思维中能够将埃塞俄比亚人的黑构想为在基底不毁灭的情况下离去;因为即使你在思维中构想一个白色的埃塞俄比亚人,你丝毫没有损害基底。因此,请给定义加上“在现实活动和思维中”,就不会发现任何缺漏:偶性是在现实活动或思维中在基底不毁灭的情况下产生并离去者。他们又说它有冗余,是由于如下原因:如果我们说偶性是在基底不毁灭的情况下产生并离去者,那么定义所包含的就不仅是偶性,甚至还包括某些实体;因为看哪,火的热是在基底不毁灭的情况下产生并离去的,然而热却是火的实体。如果有人说,“要是火的热离去,基底难道不毁灭吗?”我们说不;因为它的物体是无性质的,而无性质的物体是不毁灭的。同样,水中的冷也是在基底不毁灭的情况下产生并离去的,然而它不是偶性,而是水的实体。但我们对这些人说,他们根本没有触及疑难;因为解答是显而易见的;因为冷既是实体又是偶性,但不是就同一方面而言的;相对于水而言它是实体(因为离开冷便不能构想水),但相对于水的物体而言它是偶性。同样,火的热相对于火而言是实体(因为没有热,火便不存在),但相对于火的物体而言则是偶性。

语法注3 条
  1. 2.32.1ὅταν οὐ διδάσκωμεν περὶ ὅλων τῶν φωνῶν

    在由 ὅταν 引导的从句中,使用了否定词 οὐ 而非古典希腊语中通用的 μή。这反映了否定直接针对谓语动词(οὐ διδάσκωμεν,“当我们不教授时”),或者是后古典期希腊语在时间从句与条件从句中以 οὐ 代替 μή 的普遍语法现象。

  2. 2.32.1τῶν συμβεβηκότων τὰ μὲν ἐπινοίᾳ καὶ ἐνεργείᾳ χωρίζεται, τὰ δὲ μόνῃ ἐπινοίᾳ

    句首的属格 τῶν συμβεβηκότων 是从属于其后并列主语 τὰ μέν ... τὰ δέ 的部分属格(partitive genitive),被前置到句首以实现主题化(topicalization)。

  3. 2.32.1τὰ δὲ ἄποια σώματα οὐ φθείρεται

    中性复数主语 τὰ δὲ ἄποια σώματα 与单数动词 οὐ φθείρεται 相应,严格遵循了古典雅典方言的句法惯例(schema Atticum)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:204.24-206.8