- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:202.28-204.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫评注了固有属性的四种区分(12,13),随后通过四个论证阐明“能笑者”(12,18)对人而言是偶随的而非本质性的,并解释它是由无理性灵魂及其器官(肌肉和神经)所产生,同时回应了关于其他动物的疑难。
p. 12,13 Τὸ δὲ ἴδιον διαιροῦσι τετραχῶς. Οὐ φυλάττει τὴν τάξιν τοῦ ἰδίου ὁ Πορφύριος, ὡς ἐφυλάξαμεν ἐν τῇ θεωρίᾳ.
“而他们将固有属性区分为四种方式。” 波菲利没有像我们在总论中保持的那样保持固有属性的次序。
p. 12,13 Καὶ γὰρ ὃ μόνῳ τινὶ εἴδει συμβέβηκεν, εἰ καὶ μὴ παντί. Φησὶν ὅτι καὶ ἐκεῖνο ἴδιον λέγω εἶναι ἀνθρώπῳ, ὃ μόνῳ ὑπάρχει, καὶ οὐ παντί· ἰδοὺ γὰρ τὸ ἰατρεύειν μόνου ἀνθρώπου ἐστὶν ἴδιον, εἰ καὶ μὴ ἑκάστου ἀνθρώπου ὑπάρχει. καὶ ἐκ τοῦ ἐναντίου πάλιν ἴδιον λέγω, ὃ παντὶ ἀνθρώπῳ ὑπάρχει, εἰ καὶ μὴ μόνῳ· ὑπάρχει γὰρ ἑκάστῳ ἀνθρώπῳ τὸ δίπουν, οὐ μόνῳ δέ· ἔστι γὰρ καὶ ἄλλοις εἴδεσι. τὸ δὲ γελαστικὸν μόνῳ καὶ παντὶ καὶ ἀεί.
“因为确实,有某物偶然仅属于某一种,即使不是属于一切。” 他说,我也将那仅属于〔人〕、即使不是属于一切者的东西称为人的固有属性;因为看哪,行医是仅属于人的固有属性,即使它并不属于每一个人。反过来,我也将属于所有人、即使并非仅属于〔人〕的东西称为固有属性;因为具有双足属于每一个人,但并不单单属于人;因为这也存在于其他种中。而能笑者则仅属于〔人〕、属于一切且始终属于。
p. 12,18 Κἂν γὰρ μὴ γελᾷ ἀεί, ἀλλὰ γελαστικὸν λέγεται οὐ τῷ ἤδη γελᾶν ἀλλὰ τῷ πεφυκέναι· τοῦτο δὲ ἀεὶ αὐτῷ σύμφυτον. Τινὲς ἐντεῦθεν κινούμενοι λέγουσι τὸ γελαστικὸν εἶναι οὐσίαν ἡμῶν σύμφυτον, ὥσπερ τὸ λογικόν· κἂν γὰρ μὴ ἀεὶ γελῶμεν, φασίν, ἀλλ’ οὖν ὅμως δυνάμει ἔχομεν τὸ γελᾶν. τοιαύτης δὲ προφάσεως δοθείσης εἴπωμεν πῶς οὐκ ἔστιν οὐσιῶδες ἀλλ’ ἐπουσιῶδες καὶ πῶς γίνεται. 〈ὅτι〉 τὸ γελαστικὸν οὐκ ἔστιν οὐσιῶδες, πρῶτον μὲν ἐντεῦθεν ἀποδεικτέον· τὰ οὐσιώδη τελειωτικὰ ἡμῶν εἰσι καὶ ὅσον αὔξονται, τοσοῦτον τελειωτικὰ γίνεται· τὸ γὰρ πλέον λογικεύεσθαι οὐσιῶδες ἀνθρώπῳ ὑποφαίνεται. εἰ οὖν τὸ γελαστικὸν οὐσιῶδες, ὀφείλει τελειωτικὸν ἡμῶν εἶναι, εἰ δὲ οὐκ ἔστι, τοὐναντίον. * * γὰρ ἀποτρέπεται ὡς ἔχει τὸ ‘μήτε προπετῆ γέλωτα στέργε’, σαφὲς ὡς οὐκ ἔστιν οὐσιῶδες. δεύτερον δὲ οὐδέποτε τἀναντία τοῦ αὐτοῦ συστατικὰ γίνεται, οἷον τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ λογικὸν καὶ τὸ ἄλογον. εἰ οὖν ἐστι τὸ γελαστικὸν οὐσιῶδες ἡμῶν καὶ συστατικόν, οὐκοῦν καὶ τὸ κλαυστικὸν ἐπειδὴ καὶ μόνου ἀνθρώπου ἐστίν, οὐσιῶδες καὶ αὐτὸ λεχθείη, ὥσπερ τὸ γελαστικόν· ὡς γὰρ ἔχει θάτερον τῶν ἀντικειμένων, οὕτω καὶ τὸ ἕτερον. εἶναι δὲ τὰ δύο ἐναντία συστατικὰ ἡμῶν, ἀδύνατον. ἀλλ’ ἐνίοτε ἐρεῖ τις ὡς οὐκ εἰσι τὰ τοιαῦτα ἐναντία· οὐσίαι γάρ εἰσιν· ὑμεῖς δὲ ὡς ὁμολογουμένων αὐτῶν ἐπουσιωδῶν1 τὸ τοιοῦτον κατασκευάζετε. πρὸς τούτους δέ φαμεν ὅτι εἰ καὶ μὴ ἦσαν ἐναντία, ἀδύνατον τὰ δύο εἶναι ἡμῶν συστατικά· ἰδοὺ γὰρ καὶ ἡ λογικὴ καὶ ἡ ἄλογος 〈ψυχὴ〉 ἀντιδιαιρούμεναί εἰσιν. ὅμως δὲ τὸ λογικὸν ἡμῶν συστατικὸν ὑπάρχει, καίτοι ἐχόντων ἡμῶν καὶ τὴν ἄλογον ψυχήν. ἔπειτα ἐναντία εἰσὶ τὸ γελαστικὸν καὶ τὸ κλαυστικόν· μεταβάλλει γὰρ εἰς ἄλληλα. εἰ οὖν ταῦτα οὕτως ἔχει, σαφὲς ὡς οὐκ ἔστι τὸ γελαστικὸν ἡμῶν συστατικόν, ἐπεὶ ἔσται καὶ τὸ ἐναντίον αὐτῷ, λέγω δὲ τὸ κλαυστικόν, ἡμῶν συστατικόν. τρίτον οὐδέποτε τὰ οὐσιώδη αὐξανόμενα ἀναιρεῖ ἐκεῖνα ὧν κατηγορεῖται, οἷον τὸ λογικὸν οὐδέποτε αὐξανόμενον ἀναιρεῖ τὸν ἄνθρωπον, τοὐναντίον δὲ συνιστᾷ· τὸ δὲ γελαστικὸν ἀναιρετικόν ἐστι τοῦ ἀνθρώπου αὐξανόμενον· καὶ γὰρ ἀπὸ γέλωτος κολάσεις παρὰ Πέρσαις ἐφευρέθησαν. τέταρτον οὐδὲ δυνάμει ἔχομεν τὸ γελαστικόν, εἴ γέ τινες διὰ τοῦ Τροφωνίου παριόντες εἰς τὸν ἀεὶ χρόνον τοῦ γελᾶν ἐστερήθησαν· εἰ δὲ εἶχον δύναμιν τοῦ γελᾶν, πάντως τοῦ χρόνου προκόπτοντος ἐγέλων ἄν. Λεκτέον δὲ κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν διὰ τίνος γίνεται. φασί τινες ὅτι διὰ τῆς ἀλόγου ψυχῆς, οἷς καὶ συγκατατιθέμεθα· ὁ γὰρ τοιοῦτος τρόπος διὰ μυῶν καὶ νεύρων γίνεται· ταῦτα δὲ τῆς ἀλόγου ψυχῆς ὑπάρχει. ὅτι δ’ οὐ γίνεται διὰ τῆς λογικῆς, σαφὲς ἐκ τοῦ μὴ εἶναι αὐτὸ ἐν ὑποκειμένῳ.2 ἀποροῦσι δέ τινες λέγοντες ‘εἰ διὰ τῆς ἀλόγου ψυχῆς τὸ γελαστικὸν γίνεται, ἐπειδὴ οἱ μύες καὶ τὰ νεῦρα αὐτῆς εἰσιν, ἃ συνεργούμενα ποιεῖ τὸν τοιοῦτον τρόπον, ὀφείλει τὸ γελαστικὸν καὶ ἐπὶ τῶν ἀλόγων θεωρεῖσθαι· ἔχουσι γὰρ καὶ ταῦτα νεῦρα καὶ μύας’. φαμὲν δὲ πρὸς τοῦτο ὅτι πρῶτον μὲν ἔστι καὶ ἄλλα ζῷα γελαστικά, ὥσπερ ἱστορεῖ ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ζῴων περὶ τοῦ ἐρωδιοῦ. δεύτερον δὲ οὐκ ἐν πᾶσι τοῖς ζῴοις ὁμοίως ἐνεργεῖ ἡ ἄλογος ψυχή, ἐπεὶ ὀφείλει ἡ ὑλακὴ τοῦ κυνὸς ἐπὶ πάντων τῶν ζῴων διήκειν, ἐπειδὴ ἔχει ὁ ἄνθρωπος μύας καὶ νεῦρα ὥσπερ καὶ ὁ κύων, ὁμοίως δὲ καὶ ὁ μυκηθμὸς τοῦ βοὸς καὶ ὁ χρεμετισμὸς τοῦ ἵππου. ἰδιότητες οὖν ὑπάρχουσι τῆς ἀλόγου ψυχῆς ἐν ἑκάστῳ εἴδει. ὅτι δὲ τῆς φυτικῆς οὐκ ἔστι τὸ γελαστικόν, τοῦτο ὁμολογεῖται· τρεῖς γάρ εἰσιν αἱ δυνάμεις αὐτῆς, θρεπτικὴ αὐξητικὴ γεννητική. μία δὲ τούτων τὸ γελαστικὸν οὐκ ἐργάζεται· συγκαταθετέον οὖν τοῖς προειρημένοις.
“因为即使他并非始终在笑,但他被称为能笑者,不是因其已然在笑,而是因其天生如此;而这一点始终是他生来俱有的。” 有些人受此启发而说,能笑者如同具有理性一样,是我们生来俱有的实体;因为他们说,“即使我们并非始终在笑,但无论如何我们在潜能上具有笑”。既然给出了这样的口实,我们就来说明它何以不是本质性的而是偶随的,以及它是如何产生的。能笑者并非本质性的,首先必须由此证明:本质性的事物是使我们完满的,而且它们越是增长,就越是成为使之完满者;因为更多地运用理性显见对人而言是本质性的。因此,如果能笑者是本质性的,它就应当是使我们完满的;但如果它不是,情况就相反。因为[笑]受到劝阻,正如“不要贪爱轻率的笑”所言,由此显明它不是本质性的。其次,相反者绝不会成为同一事物的构成要素,如会死者与不死者、具有理性者与无理性者。因此,如果能笑者是我们本质的且构成的要素,那么能哭者既然也仅属于人,它本身也应像能笑者一样被称为本质性的;因为对立的一方如何,另一方亦如何。然而两个相反者成为我们的构成要素,这是不可能的。但在某些时候有人会说,此类事物并非相反者;因为它们是实体;而你们是以它们公认为偶随者为前提来确立此类观点的。对这些人我们说,即使它们不是相反者,二者成为我们的构成要素也是不可能的;因为看哪,具有理性的[灵魂]和无理性的灵魂也是对立区分的;然而尽管我们也具有无理性的灵魂,具有理性者仍作为我们的构成要素而存在。再者,能笑者和能哭者是相反的;因为它们相互转化。因此,如果这些情况是如此,显然能笑者不是我们的构成要素,否则它的相反者,我指的是能哭者,也将成为我们的构成要素。第三,本质性的事物在增长时绝不会消灭它们作为谓项被述说的事物,例如具有理性者在增长时绝不会消灭人,反而构成人;而能笑者在增长时是会消灭人的;因为在波斯人那里确实发明了借由笑的刑罚。第四,如果确实有人因穿过特罗福尼乌斯洞窟而被永久剥夺了笑,那么我们甚至在潜能上都不具有能笑者;因为如果他们具有笑的潜能,随着时间的推移,他们无论如何都会笑的。依照我们的承诺,应当说明它是通过何物而产生的。有些人说它是通过无理性灵魂产生的,我们也赞同他们;因为这种情态是通过肌肉和神经产生的;而这些属于无理性灵魂。至于它不是通过理性灵魂产生的,这从它不在基体之中便可明白。然而有些人提出疑难说:“如果能笑者是通过无理性灵魂产生的,既然肌肉和神经属于它,且它们协同作用产生这种情态,那么能笑者在无理性的动物中也应当被观察到;因为这些动物也具有神经和肌肉。”对此我们说,首先,也存在其他能笑的动物,正如亚里士多德在《动物志》中关于苍鹭所记载的那样。其次,无理性灵魂并非在所有动物中都同样地发挥作用,否则既然人像狗一样具有肌肉和神经,狗的吠叫就应当通及所有动物,牛的哞鸣和马的嘶鸣也同样如此。因此在每个种中都存在无理性灵魂的特有表现。至于能笑者不属于植物性灵魂,这是公认的;因为它的能力有三种:摄养、生长、生殖能力。而这些能力中的任何一种都不产生能笑者;因此应当赞同前述的论点。
- 2.31.3ὡς ὁμολογουμένων αὐτῶν ἐπουσιωδῶν
由连词 ὡς 引导的属格绝对结构(genitive absolute),用于引出假想反对者归诸论敌(“你们”)的前提(“仿佛它们公认为偶随属性一样”)。
- 2.31.3σαφὲς ἐκ τοῦ μὴ εἶναι αὐτὸ ἐν ὑποκειμένῳ
由介词 ἐκ 支配带冠词不定式 τοῦ μὴ εἶναι 构成的表示原因和根据的短语。不定式的宾格主语 αὐτό 指理性灵魂(ἡ λογικὴ ψυχή),依据亚里士多德哲学中灵魂作为实体不属于存在于基体之中的偶性这一原理,说明笑并非直接源自理性灵魂。
