- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:176.20-178.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫注解波菲利《导论》8,14–9,5,讨论了不可分离偶性的两类划分(先天的与后天的)、种形成性本质差的划分性与构成性功能、造成“具有不同性质之物”与造成“另一个事物”的区别,以及种差在定义与属的划分中的作用。
p. 8,14 Ἀχώριστον δὲ συμβεβηκός. Ὁμοίως καὶ τὸ ἀχώριστον συμβεβηκὸς διττόν ἐστι· τὸ μὲν γάρ ἐστιν ἐκ γενετῆς, ὡς ἡ γλαυκότης ἡ γρυπότης τὸ μέλαν τοῦ Αἰθίοπος, τὸ δὲ ἐκ τοῦ προκόπτοντος χρόνου, ὡς ἡ φαλακρότης καὶ ἡ ἐκ τοῦ τραύματος οὐλή. δηλοῖ δὲ τὸ διττὸν τοῦτο διὰ τῶν παραδειγμάτων. καλῶς δὲ εἶπεν ἡ ἐκ τοῦ τραύματος οὐλή, προσέχων τῷ ἐκ τοῦ χρόνου γενομένῳ συμβεβηκότι· δυνατὸν γὰρ οὐλὴν ἐκ γενετῆς λέγειν εἶναι, ὅτε μὴ ἔστιν ἀπὸ τραύματος, ὡς ἵνα τις ἔγκυον ἐκ πάθους εἴπῃ τεκεῖν οὐλὴν ἔχον παιδίον.1
“不可分离的偶性。” 同样,不可分离的偶性也是双重的:一种来自出生,如蓝灰眼、鹰钩鼻和埃塞俄比亚人的黑色;另一种来自时间的推移,如秃顶和创伤留下的伤痕。他通过这些例子表明了这种双重性。他恰当地说了“创伤留下的伤痕”,注意到了由时间产生的偶性;因为当不是来自创伤时,也可以说是先天的伤痕,例如有人说孕妇因情绪波动而生下带有伤痕的孩子。
p. 8,15 Ἰδιαίτατα δὲ διαφέρειν ἕτερον ἑτέρου λέγεται, ὅταν εἰδοποιῷ διαφορᾷ παραλλάξῃ. Καλῶς εἶπεν εἰδοποιῷ διαφορᾷ παραλλάξῃ· ἡ γὰρ εἰδοποιὸς διαφορὰ οὐσιώδης ἐστί, δι’ ἧς τὸ ἡμέτερον εἶδος χαρακτηρίζεται. ἰστέον δὲ ὡς διτταί εἰσιν αἱ εἰδοποιοὶ διαφοραί, τοῦτ’ ἔστιν αἱ οὐσιώδεις· αἱ μὲν γάρ εἰσιν διαιρετικαὶ αἱ δὲ συστατικαί. αἱ αὐταὶ δέ εἰσιν, ἀλλ’ οὐ κατὰ τοῦ αὐτοῦ παραλαμβανόμεναι· τὸ γὰρ λογικὸν καὶ ἄλογον τοῦ ζῴου εἰσὶ διαιρετικαί, οὐ μὴν συστατικαί, ἀλλὰ τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου·2 τὸ γὰρ λογικὸν οὐσιωδῶς συνίστα τὸν ἄνθρωπον.
“最固有地,当一物以种形成性差而相区别时,它就被说成与另一物相区别。” 他恰当地说了“当以种形成性差而相区别时”;因为种形成性差是本质性的,我们的种由此得以表征。应当知道,种形成性差即本质性差是双重的:因为有些是划分性的,有些是构成性的。它们本身是相同的,但不是就同一事物而言被把握的;因为“理性的”和“非理性的”对动物而言是划分性的,当然不是构成性的,而是对人和马而言是构成性的;因为“理性的”从本质上构成了人。
p. 8,18 Ἀλλ’ αἱ μὲν κοινῶς καὶ ἰδίως ἀλλοῖον ποιοῦσιν. Τοῦτ’ ἔστι τὰ συμβεβηκότα· εἶδος γὰρ οὐκ ἀλλάσσει τὸ λευκὸν οὐδὲ ἡ σιμότης.
“但通常和固有的种差造就的是具有不同性质之物。” 这就是说,是偶性;因为白色不会改变种,塌鼻也不会。
p. 8,19 Αἱ δὲ ἰδιαίτατα ἄλλο. Τοῦτ’ ἔστιν αἱ οὐσιώδεις· αὗται γὰρ τὸ εἶδος ἀμείβουσιν· εἰ γὰρ τὸ ἄλογον, ὑπόθου, λογικὸν εἴπω, ἀμείβω τὸ εἶδος τοῦ ἀλόγου καὶ ἄλλο εὑρίσκεται.
“但最固有的种差造就的是另一个事物。” 这就是说,是本质性差;因为这些种差改变了种;假定我把非理性的称为理性的,我就改变了非理性的种,从而发现了另一个事物。
p. 9,1 Ἡ δὲ τοῦ κινεῖσθαι ἀλλοῖον μόνον παρὰ τὸ ἠρεμοῦν3 ἐποίησε. Καλῶς εἶπεν ἐπὶ τοῦ ἀλλοῖον τὸ μόνον· ἐπὶ γὰρ τῶν συμβεβηκότων μόνον ἀλλοῖον γίνεται· τὸ αὐτὸ γὰρ εἶδος μένει. ἐπὶ δὲ τοῦ ἄλλο οὐκ εἶπε τὸ μόνον· ὅπου γὰρ ἄλλο, ἐκεῖ καὶ ἀλλοῖον· τὸ γὰρ ἄλογον τοῦ λογικοῦ οὐ μόνον ὡς ἄλλο διαφέρει, ἀλλὰ καὶ ὡς ἀλλοῖον.
“而运动的种差相比于静止者,仅造就了具有不同性质之物。” 他在“具有不同性质之物”上恰当地加上了“仅”;因为在偶性的情况下,仅仅变成具有不同性质之物;因为同一个种保持不变。但在“另一个事物”上他没有说“仅”;因为凡是有另一个事物的地方,也就有具有不同性质之物;因为非理性的与理性的不仅作为另一个事物而不同,而且也作为具有不同性质之物而不同。
p. 9,2 Κατὰ μὲν οὖν τὰς ἄλλο ποιούσας αἵ τε διαιρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη, οἵ τε ὅροι ἀποδίδονται ἐκ γένους ὄντες καὶ τῶν τοιούτων διαφορῶν. Ὧδε δηλοῖ πῶς διτταί εἰσιν αἱ ἰδιαίτατα· ἐν γὰρ τῷ λέγειν αἱ διαιρέσεις γίνονται τῶν γενῶν εἰς τὰ εἴδη δηλοῖ τὰς διαιρετικάς, ἐν δὲ τῷ λέγειν οἵ τε ὅροι ἀποδίδονται δηλοῖ τὰς συστατικάς.
“因此,依照造就另一个事物的种差,既进行属向种的划分,也给出由属和此类种差构成的定义。” 他在此表明最固有的种差如何是双重的;因为通过说“进行属向种的划分”,他指明了划分性种差;而通过说“给出定义”,他指明了构成性种差。
p. 9,5 Καὶ αἱ τοῦ πῶς ἔχοντος μεταβολαί. Ὧδε τινές φασι καὶ πρὸς τὰς δύο λέγειν αὐτόν, φημὶ δὲ τὰς σημαινούσας τὰ συμβεβηκότα· ἐν μὲν γὰρ τῷ λέγειν ἑτερότητες λέγει τὸ ἀχώριστον, ἐν δὲ τῷ λέγειν τοῦ πῶς ἔχοντος σημαίνει τὸ χωριστόν. ψευδὲς δὲ τὸ τοιοῦτον· πρὸς ἑκατέραν γὰρ οἱ δύο λόγοι ἁρμόζουσι.
“以及‘处于某种状态者’的变化。” 在此有些人说他是针对两者而言的,即针对表示偶性的两种种差而言;因为通过说“相异性”,他说的是不可分离者;而通过说“处于某种状态者”,他指的是可分离者。但这种说法是错误的;因为这两种表述对两者中的每一个都适用。
- 2.23.6ὡς ἵνα τις ἔγκυον ἐκ πάθους εἴπῃ τεκεῖν οὐλὴν ἔχον παιδίον
连词 ὡς ἵνα 与虚拟式(εἴπῃ)连用,引导一个假设性的举例说明。宾格名词 ἔγκυον 用作不定式 τεκεῖν 的逻辑主语,παιδίον 为其直接宾语。介词短语 ἐκ πάθους 表示母体的情绪或精神感受。
- 2.23.7οὐ μὴν συστατικαί, ἀλλὰ τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου
省略结构。承接前文的 τοῦ ζῴου εἰσὶ διαιρετικαί,此处需补充理解为 οὐ μὴν [τοῦ ζῴου] συστατικαί, ἀλλὰ τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου [συστατικαί]。属格成分(τοῦ ζῴου、τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου)标示各种差所适用的对象。
- 2.23.10παρὰ τὸ ἠρεμοῦν
介词 παρά 支配宾格,表示比较的标准,意为“相比于静止者”、“与静止者相比较而言”。
