- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:183.17-185.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫注解了《导论》9,7–18,讨论了波菲利对种差的进一步划分(可分离与不可分离、本质性与偶性)。针对并非所有运动皆可分离的批评,他援引无限定命题的逻辑规则以及生物内在不可分离的生命运动为波菲利辩护,并论述了种差在定义、描述中的适用性以及对“增强与减弱”的容纳。
p. 9,7 Ἄνωθεν οὖν πάλιν ἀρχομένῳ.1 Ἐν τῷ λέγειν ἄνωθεν ἀρχομένῳ δηλοῖ ἑτέραν διαίρεσιν· ἄρτι γὰρ εἰς χωριστὰ καὶ ἀχώριστα ποιεῖται τὴν διαίρεσιν, ὡς ἤδη εἰρήκαμεν ἐν τῇ θεωρίᾳ.
“因此,对于从头重新开始的人而言。” 通过说“对于从头开始的人而言”,他表明了另一种划分;因为现在他正如我们在理论部分已经说过的那样,作出了分为可分离者与不可分离者的划分。
p. 9,8 Τὸ μὲν γὰρ κινεῖσθαι. Τινὲς ἐπιλαμβάνονται τοῦ φιλοσόφου λέγοντες ὅτι οὐ πᾶσα κίνησις χωριστή ἐστιν· ἰδοὺ γὰρ ἡ οὐρανία ἀχώριστος ὑπάρχει· ἀεὶ γὰρ ὁ πόλος κινεῖται. ἔστι δὲ πρὸς τούτους εἰπεῖν ὅτι οὐκ εἰρηκὼς τὸ κινεῖσθαι δηλοῖ πᾶσαν κίνησιν·2 εἴρηται γὰρ Ἀριστοτέλει ὅτι τὸ ἀπροσδιορίστως λεγόμενον ἰσοδυναμεῖ τινι μερικῷ, οἷον ἐὰν εἴπω ὅτι ἄνθρωπος λούεται, οὐ πάντα ἄνθρωπον λέγω λούεσθαι ἀλλ’ ἕνα, ἀπροσδιορίστως δέ. οὕτω δὲ καὶ ἐνταῦθα τὸ κινεῖσθαι λέγων ὁ Πορφύριος οὐ πᾶσαν φύσιν κινεῖσθαι ἐδήλωσεν, ἀλλά τινα ἀπροσδιόριστον. ἔστι δέ τις κίνησις χωριστή, ἡ τῇ ἠρεμίᾳ παυομένη. διὰ τί δὲ ἐπὶ τῶν οὐρανίων μόνων ἔλεγον τὴν διαστολήν, οὐσῶν καὶ ἄλλων ἐν ἡμῖν ἀχωρίστων κινήσεων; ἰδοὺ γὰρ ἡ ἐμψυχία ἀχώριστος ὑπάρχει κίνησις. καὶ εἰ τοῦτο ἀσαφὲς ὑπάρχει, ἐκ τοῦ θρυλλουμένου παραστήσομαι, φημὶ δὲ ἐκ τῶν ζωτικῶν κινήσεων, ὧν χωρὶς εἶναι οὐ δυνάμεθα. ὥστε οὖν οὐ τὴν δέουσαν διαστολὴν ἔγνωσαν οἱ ἐπιλαμβανόμενοι τοῦ φιλοσόφου, οὐδὲ τὸν Ἀριστοτελικὸν λόγον, φημὶ δὴ τὸν λέγοντα ‘τὸ ἀπροσδιόριστον ἰσοδυναμεῖ τινι μερικῷ’.
“因为运动。” 有些人批评这位哲学家,说并非一切运动都是可分离的;因为看哪,天体的运动是不可分离的;因为天极总是在运动。但针对这些人可以说,他说了“运动”并不意味着一切运动;因为亚里士多德已经说过,无限定地表达的事项等同于某种特称事项,正如假如我说“人正在沐浴”,我说的并不是每个人都在沐浴,而是某一个人,只是以无限定的方式而已。在此也是如此,波菲利说“运动”,并非表明每种本性都在运动,而是指某种无限定者。并且存在某种可分离的运动,即因静止而停息的运动。而且,在我们内部也存在其他不可分离的运动,他们为何仅仅在天体上提及这一区分?因为看哪,具有灵魂这一活动就是一种不可分离的运动。如果这一点不明确,我将从人们常说的事情出发来证明,即从生命维持的运动出发,没有这些运动我们就无法生存。因此,那些批评这位哲学家的人没有认识到应有的区分,也没有认识到亚里士多德的命题,即“无限定者等同于某种特称者”。
p. 9, 10 Τῶν δὲ ἀχωρίστων αἱ μὲν ὑπάρχουσι καθ’ ἑαυτάς, αἱ δὲ κατὰ συμβεβηκός. Τὸ ἀχώριστον διαιρεῖ εἰς συμβεβηκὸς καὶ οὐσίαν, καὶ ἐν μὲν τῷ λέγειν καθ’ ἑαυτάς δηλοῖ τὰς οὐσιώδεις (οὕτω γὰρ καὶ ὁ Ἀριστοτέλης· τοῦτο γὰρ δηλοῖ τὸ αὐθυπόστατον), ἐν δὲ τῷ λέγειν κατὰ συμβεβηκός ῥᾷστα τὰ συμβεβηκότα δηλοῖ, ἅτινα καθ’ ἑαυτὰ μὲν οὔκ εἰσιν, ἐν ἑτέρῳ δέ.
“而在不可分离者中,有些是自身存在的,有些则是偶性地存在的。” 他将不可分离者划分为偶性和实体,通过说“自身存在的”,他表明了本质性的种差(亚里士多德也是如此,因为这表示自立存在者);而通过说“偶性地存在的”,他极为简明地表明了偶性,它们不是自身存在,而是在另一者之中存在。
p. 9, 12 Καὶ τὸ ἐπιστήμης εἶναι δεκτικόν. Καλῶς εἶπε δεκτικόν· κἂν γὰρ ᾖ τις ἐπιστήμων κἄν τε μή, ἄνθρωπος ἀκούσει3 ἔχων τὸ δεκτικόν.
“以及能够接纳知识。” 他恰当地说了“能够接纳”;因为无论某人是否有知识,凭借具有这种接纳能力,他都会被称为“人”。
p. 9, 15 Αἱ δὲ κατὰ συμβεβηκὸς οὔτε ἐν τῷ τῆς οὐσίας λόγῳ λέγονται οὔτε ποιοῦσιν ἄλλο. Σκόπει πῶς ἐξήνεγκεν ἀσφαλῶς τὸν λόγον· ἐπὶ μὲν γὰρ τῶν οὐσιωδῶν τῶν λαμβανομένων εἰς ὁρισμοὺς καὶ ὑπογραφὰς οὐκ ἐζήτησεν εἰπεῖν ὅτι μόνῳ τῷ λόγῳ τῆς οὐσίας λαμβάνονται, ἵνα δείξῃ ὅτι καὶ ὑπογραφαῖς ἐπιτήδειοί εἰσι καὶ ὁρισμοῖς, ἐπὶ δὲ τῶν συμβεβηκυιῶν τῶν μὴ λαμβανομένων λόγῳ οὐσίας ἀλλὰ μόνης ὑπογραφῆς, ἵνα δείξῃ ὅτι μόναις ὑπογραφαῖς ἐπιτήδειοί εἰσιν, εἶπεν οὔτε ποιοῦσιν ἄλλο ἀλλὰ ἀλλοῖον, οὔτε οὐσίας λόγῳ λαμβάνονται.
“而偶性地存在的种差,既不在实体的定义中被言及,也不造就另一个事物。” 看他何等稳妥地表达了这一论述;对于那些用于定义和描述的本质性种差,他没有试图说它们仅仅被实体的定义所采用,以此表明它们既适用于描述也适用于定义;而对于那些不被实体的定义采用而仅用于描述的偶性种差,为了表明它们仅适用于描述,他才说它们既不造就另一个事物而是造就具有不同性质之物,也不被实体的定义所采用。
p. 9, 16 Καὶ αἱ μὲν καθ’ ἑαυτὰς οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον. Ὑπὲρ τούτου οὐκ ὀλίγα ἐν τῇ θεωρίᾳ κατεβαλόμεθα.
“并且自身存在的种差不容纳更多和更少。” 关于这一点,我们在理论部分已经提出了不少内容。
p. 9,17 Αἱ δὲ κατὰ συμβεβηκός, κἂν ἀχώριστοι ὦσιν. Ἐκ τοῦ μᾶλλον ἐπεχείρησεν· εἰ γὰρ αἱ ἀχώριστοι τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται, πολλῷ μᾶλλον καὶ αἱ χωρισταί.
“而偶性地存在的种差,即使是不可分离的。” 他是从更强的情况进行论证的;因为如果不可分离的种差容纳更多和更少,可分离的种差就更是如此了。
p. 9,18 Ἐπίτασιν καὶ ἄνεσιν. Καλῶς ἐχρήσατο τοῖς ὀνόμασιν· ἐν μὲν γὰρ τῷ ἐπίτασιν δηλοῖ τὸ μᾶλλον, ἐν δὲ τῷ ἄνεσιν τὸ ἧττον.
“增强与减弱。” 他恰当地使用了这些词语;因为通过“增强”,他表明了更多,而通过“减弱”,他表明了更少。
- 2.26.1Ἄνωθεν οὖν πάλιν ἀρχομένῳ
与格分词 ἀρχομένῳ 作为关涉与格(dative of reference/interest)使用,修饰语境中省略的施动者(“对[重新]开始的人而言”)。
- 2.26.2οὐκ εἰρηκὼς τὸ κινεῖσθαι δηλοῖ πᾶσαν κίνησιν
否定词 οὐκ 与紧随其后的分词 εἰρηκώς 结合,否定了从分词到主动词 δηλοῖ 的逻辑关联,即“并不是因为说了‘运动’就意指一切运动”。
- 2.26.4ἄνθρωπος ἀκούσει
动词 ἀκούσει(ἀκούω 的后期希腊语主动第三人称单数将来时,主语为前分句的 τις)在此并非字面的“将听到”,而是习惯用法“被称为/被唤作”(相当于拉丁语 audire 配主格补足语的用法),ἄνθρωπος 在此作表语主格。
