- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:175.18-176.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫注解了《导论》中关于种差三分法的文句,从关系概念的角度驳斥了关于属、种、个体和种差排列次序的难问,并探讨了“相对于自身的相异”以及可分离偶性的实例。
p. 2,8 Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω. Ἐκ τοῦ προστάσσειν δηλοῖ ὁ Πορφύριος ὅτι αὐτοῦ εἰσιν αἱ ὀνοματοποιΐαι τῶν τοιούτων διαφορῶν· διὰ τοῦτο γὰρ οὐκ εἶπε ‘λέγεται’. Τινὲς δὲ λέγουσιν ὅτι καλῶς προετάγη τὸ γένος καὶ τὸ εἶδος τῆς διαφορᾶς· τί δὲ λέγομεν τὸ εἶδος, ἐξ οὗ καὶ τὰ ἄτομα πρὸ τῆς διαφορᾶς ἀπαιτεῖ προτάττεσθαι;1 ταῦτα γὰρ τῶν πρός τί ἐστι· τὰ δὲ πρός τι ἅμα θέλει εἶναι· οὔτε γάρ ἐστι θάτερον τοῦ ἑτέρου προτερεῦον. εἰ οὖν προτερεύει τὸ γένος τῆς διαφορᾶς, ἅμα δὲ τὰ πρός τι θέλει εἶναι, ἅμα ἔστω τὸ γένος καὶ τὸ εἶδος. τὸ εἶδος δὲ καὶ τὰ ἄτομα εἰ ἔστι τῶν πρός τι, καὶ τὰ ἄτομα τῆς διαφορᾶς προηγείσθω. ἔστι δὲ εἰπεῖν πρὸς τούτους ὅτι κατὰ μὲν τὴν σχέσιν τὰ πρός τι ἀλλήλων οὐ προτερεύει (ὅπου γὰρ πατήρ, ἐκεῖ καὶ υἱός), κατὰ δὲ τὰ πράγματα προτερεύει· πρὶν γὰρ εἶναι ὁ Σωφρονίσκος Σωκράτους πατήρ, ἄνθρωπος ἦν. ἔστω οὖν τὰ τοιαῦτα κατὰ τὴν σχέσιν μὴ προτερεύειν,2 κατὰ δὲ τὰ πράγματα προτερεύει. ἀλλὰ μὴν καὶ κατὰ τὴν σχέσιν ἡ διαφορὰ προτερεύει. διὰ μέσου γὰρ διαφορᾶς γίνεται τὸ εἶδος ἐκ τοῦ γένους.
“种差应当被说成是通常意义上的、固有意义上的和最固有意义上的。” 波菲利通过使用命令语气表明,这些种差的命名是他自己的;正因如此,他才没有说“被说成”。但有些人说,属和种被排在种差之前是合理的;然而,既然由此要求连同个体也必须排在种差之前,我们为何还要谈论种呢?因为这些是关系概念;而关系概念要求同时并存;因为一方并不优先于另一方。因此,如果属优先于种差,而关系概念要求同时并存,那么就让属与种同时并存吧。如果种与个体属于关系概念,那么个体也应当先于种差了。但对这些人可以说:就关系而言,关系概念互不优先(因为哪里有父亲,哪里也就有儿子),但就事物本身而言,它们是优先的;因为在索弗罗尼斯科斯成为苏格拉底的父亲之前,他已经是一个人了。因此,即便承认这类事物就关系而言互不优先,但就事物本身而言它们是优先的。不仅如此,甚至就关系而言,种差也是优先的;因为种是通过种差的中介由属生成的。
p. 8,9 Ὁπωσοῦν ἢ πρὸς ἑαυτὸ ἢ πρὸς ἄλλο. Καλῶς λέγει. τινὲς δὲ ἀποροῦσι λέγοντες ὅτι κακῶς εἴρηκεν ἢ πρὸς ἑαυτό· ἡ γὰρ διαφορὰ τοὐλάχιστον ἐν δυσὶ θεωρεῖται, ἐν ἑνὶ δ’ οὐδέποτε· πῶς γάρ τις ἑαυτοῦ διαφέρει; λέγομεν δὲ ὅτι καλῶς ἔχει ὁ λόγος· διαφέρει γάρ τις ἑαυτοῦ ἐν διαφόρῳ χρόνῳ· ὁ γὰρ ἠρεμῶν διαφέρει τοῦ μὴ ἠρεμοῦντος. δύναται δὲ καὶ ἑαυτοῦ μετὰ χρόνον·3 ἐνεργῶν γὰρ οὐχ ὁ αὐτός ἐστι.
“无论以何种方式,要么相对于自身,要么相对于他物。” 他说得很好。但有些人提出疑难,说他讲“要么相对于自身”是不妥的;因为种差至少在两件事物中被观察到,而绝不能在单一事物中被观察到;因为一个人怎能与自身不同呢?但我们说,这种说法是合理的;因为一个人在不同的时间与自身不同;静止者与不静止者是不同的。而且经过一段时间后他也能够与自身不同;因为在活动时他并不是同一个人。
p. 8,11 Παιδός τε ὄντος καὶ ἀνδρωθέντος καὶ ἐνεργοῦντός τι ἢ παυσαμένου. Τοῦ χωριστοῦ συμβεβηκότος τὰ μέν ἐστιν εὐχώριστα τὰ δὲ δυσχώριστα. καὶ εὐχώριστα μὲν τὸ ὁρᾶν ἢ καὶ παύεσθαι, δυσχώριστα δὲ τὰ τῶν ἡλικιῶν· δυσχερῶς γὰρ ὁ παῖς βούπαις γίνεται. τοῦτο δὲ δηλοῖ διὰ τῶν προκειμένων παραδειγμάτων.
“无论是在童年还是长成男子时,无论是在进行某项活动还是停止活动时。” 在可分离的偶性中,有些是易分离的,有些是难分离的。易分离的是看或者停止看,而难分离的是各个年龄阶段的事情;因为幼童经历不易才成为青年。他正是通过所给出的例子表明了这一点。
p. 8,12 Καὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησιν. Ὧδε δηλοῖ τὸ χωριστόν· τὸ γὰρ πῶς ἔχει ῥῆμα ἀεὶ ἐπιζητεῖ ‘πῶς ἔχει;’ καὶ ἀποκρίνεταί τις ‘ὑγιαίνει, νοσεῖ’. ὥσπερ δὲ τὸ ῥῆμα ἀπὸ χρόνου εἰς χρόνον μεταπίπτει, οὕτω καὶ τὰ χωριστὰ συμβεβηκότα.
“并且总是在‘处于某种状态’的相异性之中。” 他在此指明了可分离者;因为“他状态如何”总是要求一个动词:〔有人问〕“他状态如何?”,而人们回答“他健康,他生病”。正如动词从一个时间转变到另一个时间,可分离的偶性也是如此。
- 2.23.2τί δὲ λέγομεν τὸ εἶδος, ἐξ οὗ καὶ τὰ ἄτομα πρὸ τῆς διαφορᾶς ἀπαιτεῖ προτάττεσθαι;
τί 作副词性宾格用于修辞性疑问(“为何”),ἐξ οὗ 为介词短语,意为“由此(在逻辑上推导出)”,引出后面的分句,其动词 ἀπαιτεῖ 支配不定词 προτάττεσθαι。整个句子构成了指出荒谬推论的反问骨架:倘若如此,岂不连个体也必须置于种差之前。
- 2.23.2ἔστω οὖν τὰ τοιαῦτα κατὰ τὴν σχέσιν μὴ προτερεύειν
ἔστω 是第三人称单数现在时命令式,支配宾格加不定词结构(τὰ τοιαῦτα ... μὴ προτερεύειν),在论辩中表达让步性的假定(“即便承认这类事物……不优先”)。
- 2.23.3δύναται δὲ καὶ ἑαυτοῦ μετὰ χρόνον
从前句的 διαφέρει γάρ τις ἑαυτοῦ 中承前省略了不定词 διαφέρειν,作 δύναται 的补足语;ἑαυτοῦ 则是该动词所要求的表示相异/比较的属格宾语。
