← 无敌的戴维

波菲利《导论》评注

§174.4-175.17

三种种差的推导与命名依据

大卫通过考察由实体/偶性与可分离/不可分离构成的六种组合,论证了三种种差(通常的、固有的、最固有的)的逻辑必然性,并继而从接纳相反者的可能性以及思维中可分离性的角度解释了它们名称的由来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.1#2

φθάνει οὖν ἐν τῇ πρώτῃ τὰ συμβεβηκότα ὁμοῦ εἶναι, τά τε χωριστὰ καὶ τὰ ἀχώριστα, ἐν δὲ τῇ δευτέρᾳ οὐχ οὕτως· τὸ γὰρ ἀχώριστον συμβεβηκὸς μετὰ τῆς οὐσίας εὑρίσκεται· οὕτω γὰρ φαμεν τὸ ἀχώριστον διαιρεῖσθαι, εἰς οὐσίαν καὶ συμβεβηκότα. τάττεται δὲ μετὰ τῶν δύο, ὅτι καὶ τῶν δύο μετέχει· τῶν μὲν γὰρ συμβεβηκότων ἔχει τὸ ἐπουσιῶδες τῆς δὲ οὐσίας τὸ ἀχώριστον. τρίτην δὲ διαίρεσιν διαθησόμεθα, ἥν φησι καὶ ὁ Πορφύριος, ὀνόμασι μὲν τῶν προειρημένων διαφέρουσαν πράγμασι δὲ τὴν αὐτὴν οὖσαν. καὶ ἔστι μὲν ἡ οὐσία ἄλλο, τὸ συμβεβηκὸς δὲ ἀλλοῖον. διὰ τί δὲ ἡ οὐσία ἄλλο καὶ τὸ συμβεβηκὸς ἀλλοῖον, τὸ κείμενον ἡμᾶς διδάξει. θάτερον δὲ τούτων τῶν σκελῶν1 ποιεῖ δύο συζυγίας· ἄλλο χωριστὸν καὶ ἄλλο ἀχώριστον καὶ ἀλλοῖον χωριστὸν καὶ ἀλλοῖον ἀχώριστον. εἰσὶ δὲ καὶ ἄλλαι δύο· ἄλλο καὶ ἀλλοῖον, χωριστὸν καὶ ἀχώριστον. πᾶσαι δὲ ἕξ εἰσι, καὶ τούτων αἱ μὲν τρεῖς συνίστανται καὶ τρεῖς εἰσιν ἀσύστατοι. συνίστανται μὲν αἱ ὑπάλληλοι καὶ μία τῶν διαγωνίων, αἱ δὲ λοιπαὶ οὐκέτι, φημὶ δὲ αἱ ἐναντίως ἔχουσαι καὶ μία τῶν διαγωνίων· οὐ συνίσταται γὰρ ἡ λέγουσα τὸ ἄλλο καὶ τὸ ἀλλοῖον (πῶς γὰρ τὸ διαφέρον οὐσιωδῶς καὶ ἐπουσιωδῶς διαφέρει;), οὔτε ἡ λέγουσα τὸ χωριστὸν καὶ ἀχώριστον (πῶς γὰρ τὸ χωριστὸν καὶ ἀχώριστον;), οὔτε μὴν ἡ μία τῶν διαγωνίων, φημὶ δὲ ἡ λέγουσα ἄλλο χωριστόν· τὸ οὐσιῶδες γὰρ ἀχώριστόν ἐστι. συνίσταται δὲ ἡ λέγουσα ἄλλο ἀχώριστον καὶ ἡ λέγουσα ἀλλοῖον χωριστὸν καὶ ἀχώριστον. καὶ τὸ μὲν ἀλλοῖον χωριστὸν ποιεῖ τὴν κοινῶς διαφοράν, τὸ δὲ ἀλλοῖον ἀχώριστον τὴν ἰδίως, τὸ δὲ ἄλλο ἀχώριστον τὴν ἰδιαίτατα. Μαθόντες οὖν διὰ τί τρεῖς εἰσιν αἱ διαφοραί, φέρε κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν εἴπωμεν διὰ τί καὶ τῶν τοιούτων ἔτυχον προσηγοριῶν. ἡ δηλοῦσα χωριστὸν συμβεβηκὸς κοινῶς διαφορὰ καλεῖται, ὅτι κοινῶς ἔχει τἀναντία, κἂν μὴ ἐν τῷ αὐτῷ χρόνῳ· τὸ γὰρ λευκὸν δύναται ἐν διαφόρῳ χρόνῳ καὶ μέλαν εἶναι, ὁ κινούμενος δύναται ἠρεμεῖν. ἰδίως δὲ διαφορὰ λέγεται ἡ ἀχώριστον συμβεβηκὸς δηλοῦσα, ἐπειδὴ τἀναντία οὐ δηλοῖ ὑπὸ τοῦ αὐτοῦ μετέχεσθαί ποτε· οὔτε γὰρ ὁ φαλακρὸς δύναται κομήτης εἶναι, κἂν ἀμειφθείη ὁ χρόνος, οὔτε τὸ μέλαν τοῦ Αἰθίοπος 〈ἐν〉 διαφόρῳ χρόνῳ εἰς λευκὸν ἀμείβεται, οὔτε ὁ γλαυκόφθαλμος μελανόφθαλμος γίνεται. ταῦτα οὖν ἐπειδὴ οὐ χωρίζεται, ἰδίως ἔχει τὴν διαφορὰν καὶ ἴδιά ἐστιν. ἰδιαίτατα δὲ λέγεται ἡ οὐσίαν δηλοῦσα, ἐπειδὴ ἰδίως ὑπάρχει τινὶ καὶ ἀχωρίστως. καὶ καλῶς μὲν τὴν δηλοῦσαν ἀχώριστον συμβεβηκὸς ἰδίως καλοῦμεν, καλῶς δὲ καὶ τὴν δηλοῦσαν οὐσίαν ἰδιαίτατα ὑπερθετικῇ φωνῇ χρησάμενοι· πλέον γὰρ τῆς ἀχώριστον συμβεβηκὸς δηλούσης ἡ σημαίνουσα οὐσίαν ἀχώριστόν ἐστιν·2 ἐπὶ γὰρ τῶν οὐσιωδῶν διαφορῶν οὐ δύνασαι χωρισμὸν νοῆσαι οὔτε ἐννοίᾳ οὔτε ἐνεργείᾳ, ἐπὶ δὲ τῶν σημαινουσῶν ἀχώριστον συμβεβηκὸς δύνασαι χωρισμὸν νοῆσαι ἐννοίᾳ· τὸν γὰρ γλαυκόφθαλμον εἰ νοήσεις μελανόφθαλμον, οὐδὲν λυμαίνῃ τῷ ὑποκειμένῳ, ἄλογον δ’ εἰ νοήσεις, λυμαίνῃ τῷ ὑποκειμένῳ· ἐκτὸς γὰρ τοῦ λογικοῦ οὐκ ἔστιν ἄνθρωπος.

因此,在第一个划分中偶性——可分离的与不可分离的——碰巧是在一起的,但在第二个划分中则不是这样;因为不可分离的偶性是与实体相遇的;因为我们就是这样说不可分离者被划分为实体与偶性的。而它与二者排在一起,是因为它也分有了二者;因为从偶性方面它具有非本质性,从实体方面则具有不可分离性。我们将提出第三种划分,波菲利也提到了这种划分,它与前述诸划分在名称上不同,但在事实上是一样的。实体是“别物”,而偶性是“异样”。至于为何实体是“别物”而偶性是“异样”,文本将教导我们。而这两个分支中的每一个都构成两个组合:“别的可分离者”与“别的不可分离者”,以及“异样的可分离者”与“异样的不可分离者”。此外还有另外两个组合:“别物与异样”、“可分离与不可分离”。全部共有六个,在这些之中,三个得以成立,三个不能成立。从属的组合与对角线的一方得以成立,其余的则不再成立,即相反的组合与对角线的一方;因为说“别物与异样”的组合不能成立(在实体上不同的事物,怎能又在非本质上不同呢?),说“可分离与不可分离”的也不能成立(可分离的怎能又是不可分离的呢?),而对角线的一方,即说“别的可分离者”的当然也不能成立;因为本质性的东西是不可分离的。然而,说“别的不可分离者”的组合,以及说“异样的可分离者”与“[异样的]不可分离者”的组合得以成立。于是,“异样的可分离者”构成通常意义上的种差,“异样的不可分离者”构成固有意义上的种差,而“别的不可分离者”则构成最固有意义上的种差。那么,既然明白了为何种差有三种,来吧,按照我们的承诺,让我们也说明为何它们获得了这般的名称。指示可分离偶性的被称为通常意义上的种差,因为它通常接纳相反者,即便不是在同一时间;因为白的东西在不同时间也能够是黑的,运动者能够静止。而指示不可分离偶性的被称为固有意义上的种差,因为它指示相反者绝不能被同一事物分有;因为秃顶者即便时间改变也不能留长发,埃塞俄比亚人的黑在不同时间也不会变为白,青目者也不会变成黑目者。因此,既然这些不可分离,它们就固有地具有种差,并且是固有的。而指示实体的被称为最固有意义上的种差,因为它固有地且不可分离地属于某物。我们把指示不可分离偶性的称为固有意义上的,并且使用最高级语词把指示实体的称为最固有意义上的,这是恰当的;因为指示实体者比指示不可分离偶性者在更高程度上是不可分离的;因为在本质种差上,你无论在思维中还是在现实中都无法设想分离,而在指示不可分离偶性者上,你能够在思维中设想分离;因为你若把青目者设想为黑目者,完全没有损害基体,但若把他设想为无理性的,你就损害了基体;因为除了有理性之外,人并不存在。

语法注2 条
  1. 2.23.1θάτερον δὲ τούτων τῶν σκελῶν

    θάτερον(即 τὸ ἕτερον)原本严格指“两者之一”,但在此处用于表示“两者中的每一个”(ἑκάτερον),因为下文清楚表明这两个分支中的每一个都各自产生两个组合(2×2=4)。

  2. 2.23.1πλέον γὰρ τῆς ἀχώριστον συμβεβηκὸς δηλούσης ἡ σημαίνουσα οὐσίαν ἀχώριστόν ἐστιν

    πλέον 作副词修饰表语形容词 ἀχώριστον(“在更高程度上是不可分离的”),后接表示比较对象的属格短语 τῆς ἀχώριστον συμβεβηκὸς δηλούσης[διαφορᾶς]。主语为阴性分词短语 ἡ σημαίνουσα οὐσίαν[διαφορά]。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:174.4-175.17