- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:172.21-174.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫开启关于种差的讨论(第23讲),阐释了种差排在属和种之后讲授的合理性,并通过实体与偶性的两套划分法,论证了种差有通常、固有和最固有这三种含义。
" Πρᾶξις κγʹ." Περὶ διαφορᾶς. Μετὰ τὴν ἑκατέρων τῶν ἄκρων διδασκαλίαν χωρητέον καὶ ἐπὶ τὴν διαφορὰν τρίτην εἰληφυῖαν τάξιν· παρακεχώρηκε δὲ τῷ εἴδει τῆς τάξεως,1 εἰ καὶ φύσει προτερεύει, διὰ τὸ γειτνιάζειν τῷ γένει. οὐ μόνον δὲ τούτου ἕνεκα τῷ εἴδει παρακεχώρηκε τῆς τάξεως, ἀλλ’ ἵνα μὴ διασπασμὸς τῶν διδασκαλιῶν γένηται· τὸ γὰρ γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι2 κατηγοροῦνται, ἡ δὲ διαφορὰ καὶ τὸ ἴδιον καὶ τὸ συμβεβηκὸς ἐν τῷ ὁποῖόν τί ἐστιν εἰ διέλαβεν οὖν μετὰ τὸ γένος περὶ διαφορᾶς, ἤμελλε διασπᾶν τὴν διδασκαλίαν τῶν πρός τι, ἀλλὰ μὴν καὶ τῶν ὁποῖόν τί ἐστιν· ἡ γὰρ διαφορὰ ἤμελλε μεσάζεσθαι ἐκ γένους καὶ εἴδους διασπῶσα τὰ πρός τι, καὶ τὸ εἶδος δὲ μεσαζόμενον ἐκ διαφορᾶς καὶ ἰδίου ἔμελλε διασπᾶν τὰ ἐν τῷ ὁποῖον τί ἐστι κατηγορούμενα.3 Μαθόντες οὖν ἐκ τῶν ἀρτίως καὶ πρώην λεγομένων τὴν δέουσαν τάξιν εἰληφέναι τὴν διαφορὰν σπουδῇ ἐπ’ αὐτὴν χωρήσωμεν. πρῶτον δὲ τοῖς διηγορευμένοις κανόσι χρησάμενοι διαστείλωμεν τὴν ὁμωνυμίαν· ὁμώνυμος γὰρ φωνὴ καὶ ἡ διαφορά. λέγεται τοίνυν διαφορὰ τριχῶς· ἔστι γὰρ ἡ κοινῶς διαφορὰ καὶ ἡ ἰδίως καὶ ἡ ἰδιαίτατα. καὶ κοινῶς μέν ἐστιν ἡ σημαίνουσα χωριστὸν συμβεβηκός, ἰδίως δὲ ἡ σημαίνουσα ἀχώριστον, ἰδιαίτατα δὲ ἡ οὐσίαν παριστῶσα. καὶ τοῦ μὲν πρώτου 〈ὑπόδειγμα〉 τὸ λευκὸν τὸ ἐν ἐμοὶ χωριστόν ἐστι· δυνατὸν γάρ ἐστι γενέσθαι τὸ λευκὸν μέλαν. τοῦ δὲ δευτέρου ἡ γλαυκότης ἡ ἐν ἐμοὶ ἀχώριστός ἐστιν. ὁ γὰρ γλαυκόφθαλμος οὐκέτι καὶ μελανόφθαλμος. τοῦ δὲ τρίτου· τὸ λογικὸν διακρίνει ἡμᾶς ἐκ τῶν ἀλόγων· αὕτη γὰρ ἡ διαφορὰ οὐσίαν δηλοῖ. διὰ τί δὲ τρεῖς εἰσιν αἱ διαφοραὶ καὶ οὔτε πλείους εἰσὶν οὔτε ἐλάττους λέξομεν, μετέπειτα δὲ καὶ διὰ τί τοιούτων προσηγοριῶν ἐπέτυχον ἐροῦμεν. τὰ πράγματα διττά ἐστιν, ἢ συμβεβηκότα ἢ οὐσία, τὰ συμβεβηκότα ἢ χωριστὰ ἢ ἀχώριστα. καὶ εἰ μὲν χωριστὸν εἴη τὸ συμβεβηκός, τότε γίνεται ἡ κοινῶς διαφορὰ οἷον τὸ λευκὸν καὶ τὸ ἐκ τοῦ ἡλίου μέλαν (ταῦτα γὰρ δύναται χωρίζεσθαι), εἰ δὲ ἀχώριστον εἴη τὸ συμβεβηκός, γίνεται ἡ ἰδίως οἷον ἡ γλαυκότης ἡ σιμότης ἡ γρυπότης τὸ φαλακρὸν τὸ ἐν Αἰθίοπι μέλαν (ταῦτα γὰρ οὐ χωρίζεται), εἰ δὲ οὐσία ἐστί, τότε γίνεται ἡ ἰδιαίτατα οἷον τὸ λογικὸν τὸ θνητόν· ταῦτα γὰρ οὐσία ἡμῶν εἰσιν. εἰ οὖν διττά ἐστι τὰ πράγματα εἰς τρία δὲ διαιρεῖται, εὐλόγως καὶ αἱ διαφοραὶ τριτταί εἰσι καὶ οὔτε πλείους οὔτε ἐλάττους. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· τὰ πράγματα διττά ἐστιν, ἢ χωριστὰ ἢ ἀχώριστα, καὶ χωριστὰ μὲν οἷον τὸ λευκὸν καὶ τὸ ἐκ τοῦ ἡλίου μέλαν, τὰ ἀχώριστα δέ εἰσιν ἤτοι συμβεβηκότα ἢ οὐσία. καὶ τὰ χωριστὰ μὲν ποιεῖ τὴν κοινῶς διαφοράν, τὰ ἀχώριστα δὲ εἰ μὲν συμβεβηκότα εἶεν, ποιεῖ τὴν ἰδίως, εἰ δὲ οὐσία, ποιεῖ τὴν ἰδιαίτατα. καὶ μὴ νομίσῃς τὴν αὐτὴν εἶναι τῇ πρώτῃ ταύτην τὴν διαίρεσιν· ἐν μὲν γὰρ τῇ πρώτῃ πάντα τὰ πράγματα διελάβομεν εἰς οὐσίαν καὶ συμβεβηκότα καὶ τὰ συμβεβηκότα εἰς χωριστὰ καὶ ἀχώριστα, ἐν δὲ τῇ δευτέρᾳ εἰς χωριστὰ καὶ ἀχώριστα, τὰ ἀχώριστα δὲ εἰς συμβεβηκότα καὶ οὐσίαν.
“第23讲。” 论种差。在对两端的每一端讲授之后,我们也必须走向获得第三位次的种差;尽管种差在本性上在先,但因[种]与属的邻近,它在位次上让位给了种。但不仅是为了这一缘故它在位次上让位给种,而且也是为了不使教学发生割裂。因为属和种是在“是什么”中受述的,而种差、固有属性和偶性则是在“是怎样的”中受述的。因此,如果他在属之后讨论种差,他本会割裂关于关系者的教学,而且无疑也会割裂关于“是怎样的”的教学;因为种差本会介于属与种之间,割裂关系者,而种介于种差与固有属性之间,也本会割裂在“是怎样的”中受述的事物。那么,既然从刚才和之前所说的内容中得知种差获得了应有的位次,就让我们热诚地走向它。但首先,让我们使用既定的规则来分辨同名异义性;因为“种差”这个语词也是同名异义的。于是,种差有三种说法:因为有通常意义上的种差、固有意义上的种差,以及最固有意义上的种差。通常意义上的种差是指示可分离偶性的,固有意义上的种差是指示不可分离[偶性]的,而最固有意义上的种差则是展示实体的。对于第一种[的例证],我身上的白是可分离的;因为白有可能变成黑。对于第二种,我身上的青灰色眸子是不可分离的;因为青目者不再也是黑目者。对于第三种:有理性将我们与无理性的事物区分开来;因为这个种差表明实体。为什么种差有三种,既不多也不少,我们将予以说明,其后我们也将解释为什么它们获得了这般的名称。事物是双重的:要么是偶性,要么是实体;而偶性要么是可分离的,要么是不可分离的。如果偶性是可分离的,那么就产生通常意义上的种差,例如白以及因日晒而有的黑(因为这些能够被分离);如果偶性是不可分离的,就产生固有意义上的种差,例如青灰色眸子、塌鼻、鹰钩鼻、秃顶,以及埃塞俄比亚人身上的黑(因为这些不可分离);如果它是实体,那么就产生最固有意义上的种差,例如有理性的、会死的;因为这些是我们的实体。因此,事物虽然是双重的,却被分为三类,故而种差合理地也是三种,既不多也不少。还可以换一种方式说:事物是双重的,要么是可分离的,要么是不可分离的;可分离的例如白以及因日晒而有的黑,而不可分离的要么是偶性,要么是实体。可分离的事物构成通常意义上的种差,而不可分离的事物如果是偶性,就构成固有意义上的种差,如果是实体,就构成最固有意义上的种差。你不要以为这个划分与第一个划分是相同的;因为在第一个划分中,我们把一切事物划分为实体和偶性,并把偶性划分为可分离的和不可分离的;而在第二个划分中,[我们把它们划分为]可分离的和不可分离的,并把不可分离的划分为偶性和实体。
- 2.23.1παρακεχώρηκε δὲ τῷ εἴδει τῆς τάξεως
动词 παραχωρέω 支配所让予对象的与格(τῷ εἴδει)以及所让出的位次的属格(τῆς τάξεως),意为“在位次上让位给种”。
- 2.23.1καὶ τοῦ μὲν πρώτου 〈ὑπόδειγμα〉 τὸ λευκὸν τὸ ἐν ἐμοὶ χωριστόν ἐστι
属格 τοῦ μὲν πρώτου 是部分属格,从属于校勘者增补的 〈ὑπόδειγμα〉(或省落的名词“例证”)。后面的句子 τὸ λευκὸν τὸ ἐν ἐμοὶ χωριστόν ἐστι 直接作为例示内容。
- 2.23.1ἡ γὰρ διαφορὰ ἤμελλε μεσάζεσθαι ἐκ γένους καὶ εἴδους διασπῶσα τὰ πρός τι, καὶ τὸ εἶδος δὲ μεσαζόμενον ἐκ διαφορᾶς καὶ ἰδίου ἔμελλε διασπᾶν τὰ ἐν τῷ ὁποῖον τί ἐστι κατηγορούμενα
未完成过去时 ἔμελλε 与不定式(μεσάζεσθαι、διασπᾶν)构成非实在假定(与过去事实相反)的结论句。分词 μεσαζόμενον 为中被动态,意为“介入其间”,介词短语 ἐκ 指两端(“在……与……之间”)。
