← 无敌的戴维

波菲利《导论》评注

§171.3-172.20

最上属的受述与不可分者的指示性

大卫注解了波菲利《导论》7,15–8,2,探讨了最上属的受述范围、不可分者的指示性、“多数事物/所有个别人”表述背后的意图(涉及天使与人的区分),以及属、种与不可分者之间整体与部分的非对称关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.7

p. 7, 15 Καὶ κατὰ τοῦ εἴδους καὶ κατὰ τοῦ ἀτόμου. Πρὸς τὰ ἄνω κατηγορεῖται1 τὸ γενικώτατον καὶ τοῦ εἰδικωτάτου εἴδους καὶ τῶν ἀτόμων.

“也对种和对不可分者[受述]。” 承接上文,最上属既对最特种受述,也对各个不可分者受述。

§2.22.8

p. 7, 20 Καὶ τουτὶ τὸ λευκόν. Καλῶς εἶπε τὸ τοιόνδε λευκόν· δεικτικῶς γὰρ αὐτὸ εἶπε· τὸ γὰρ ἁπλῶς λευκὸν οὐκ ἔστιν ἄτομον.

“以及这白。” 他说这般的白是恰当的;因为他是指示性地说它的;因为单全的白并不是不可分者。

§2.22.9

p. 7, 21 Εἰ μόνος αὐτῷ εἴη Σωκράτης υἱός. Καλῶς εἶπεν εἰ μόνος αὐτῷ ἐστι Σωκράτης υἱός· εἰ γὰρ ἔστι καὶ ἄλλος, τότε τὸν Σωκράτην οὐ δηλοῖ, ἀλλ’ ἀόριστον υἱὸν λέγει, τὰ δέ γε ἄτομα ἀόριστα.

“如果唯独苏格拉底是他的儿子。” 他说“如果唯独苏格拉底是他的儿子”是恰当的;因为如果还有另一个,那么他指示的就不是苏格拉底,而是在说一个不确定的儿子,而不可分者[却不能是]不确定的。

§2.22.10

p. 7, 25 Ἐπὶ πλειόνων μᾶλλον δὲ ἐπὶ πάντων τῶν κατὰ μέρος ἀνθρώπων, καθὸ ἄνθρωποί εἰσι. Φησὶν ὅτι αἱ ἰδιότητες αἱ οὖσαι ἐν τῷ ἀνθρώπῳ δύνανται καὶ ἐν τῷ μερικῷ εἶναι, οἷον τὸ λογικὸν τὸ θνητὸν καὶ εὐφυές εἰσιν ἐν τῷ ἀνθρώπῳ, δύνανται δὲ καὶ ἐν Σωκράτει καὶ Ἀλκιβιάδῃ εἶναι, καθὸ καὶ αὐτοὶ ἄνθρωποί εἰσιν· αἱ γοῦν ἰδιότητες τοῦ Σωκράτους οὐ δύνανται καὶ ἐν ἄλλῳ εἶναι, καθὸ οὐ πάντες Σωκράτης. εἰπὼν δὲ ἐπὶ πλειόνων καὶ γνοὺς ὅτι οὐ μόνον ἐπὶ πλειόνων διήκουσιν αἱ ἰδιότητες τοῦ κοινοῦ, λέγω δὲ τοῦ ἁπλῶς ἀνθρώπου, ἀλλὰ καὶ ἐπὶ ὅλων, ἐπήγαγε μᾶλλον δὲ ἐπὶ πάντων τῶν κατὰ μέρος. ἐγὼ δὲ οἶμαι εἶναι τούτου ἑτέραν ἐξήγησιν· τὸ γὰρ ἐνδοιάζειν φιλόσοφον ἄτοπον φαίνεται·2 ἐπεὶ γὰρ καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου εἰσὶν ἰδιότητες, κατὰ μὲν τὸ λογικὸν λέγομεν τὴν ἰδιότητα αὐτοῦ ἐπὶ πλειόνων φέρεσθαι (τὸ τοιοῦτον γὰρ καὶ ἐπὶ ἀγγέλων δύναται εἶναι), κατὰ δὲ τὸ λογικὸν θνητὸν τὴν ἰδιότητα αὐτοῦ φαμεν φέρεσθαι ἐπὶ πάντων τῶν κατὰ μέρος ἀνθρώπων. ὥστε οὖν τὸ ἐπὶ πάντων μόνον οὐκ ἠδύνατο εἰπεῖν· ἐποίει γὰρ καὶ τὸν ἄγγελον θνητόν. πρὸς μὲν οὖν τὸν ἄγγελον προσέχων εἶπε τὸ πλειόνων, πρὸς δὲ τὸν κατὰ μέρος ἄνθρωπον εἶπε πάντων.

“对多数事物,或者说对所有具体的个别人,在他们是人的限度内。” 他说存在于人身上的特有属性也能存在于个别者身上;例如有理性的、会死的、天资聪慧的存在于人身上,也能存在于苏格拉底和阿尔西比亚德身上,在他们自己也是人的限度内;无论如何,苏格拉底的特有属性不能也存在于他人身上,在并非所有人都是苏格拉底的限度内。他在说了“对多数事物”之后,认识到共同者(我是指单全的人)的特有属性不仅延伸到多数事物,而且延伸到全体,因而补叙道“或者说对所有具体的个别人”。但我认为对此有另一种解释;因为一个哲学家犹豫不决似乎是荒谬的;因为既然有理性和会死都是人的特有属性,就理性而言,我们说它的特有属性及于多数(因为这般属性也能存在于天使身上),而就会死的理性而言,我们说它的特有属性及于所有具体的个别人。因此,他不可能单单说“对所有”;因为这样他就会使天使也变成会死的。所以,注意到天使,他说了“多数”,而关照到具体的个别人,他说了“所有”。

§2.22.11

p. 8,1 Ὅλον γάρ τι τὸ γένος. Ἰδοὺ οὖν λέγει· τὸ μόνον κατηγορούμενον τῷ ὅλῳ ἔοικε.

“因为属是某种整体。” 看啊,因此他说:仅仅受述的事物类似于整体。

§2.22.12

p. 8,2 Τὸ εἶδος δὲ καὶ ὅλον καὶ μέρος. Τὸ ὑπάλληλον δὲ μᾶλλον ὅλον ἐστὶν ἤπερ μέρος, τὸ δὲ εἰδικώτατον μᾶλλον μέρος ἤπερ ὅλον.

“而种既是整体又是部分。” 隶属者宁可说是整体而非部分,而最特种宁可说是部分而非整体。

§2.22.13

p. 8,2 Ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις· ἐν γὰρ τοῖς μέρεσι τὸ ὅλον. Διδάσκει ἡμᾶς ὁ Πορφύριος ὅτι οὐκ ἐπ’ ἴσης ἀεὶ λαμβάνεται τὰ πρός τι·3 ἔστι μὲν γὰρ ὅτε ἐπ’ ἴσης, καὶ ἔστιν ὅτε οὔ. ἐπ’ ἴσης μὲν ὡς ἵνα εἴπω ‘τὸ δεξιὸν τοῦ ἀριστεροῦ ἐστι δεξιόν, τὸ ἀριστερὸν τοῦ δεξιοῦ ἐστιν ἀριστερόν’. οὐκ ἐπ’ ἴσης δὲ ὥσπερ ἐν τῷ ὅλῳ καὶ τοῖς μέρεσι· φαμὲν γὰρ ‘τὸ μέρος ὅλου ἐστὶ μέρος’, οὐ φαμὲν δὲ ὁμοίως ἑνικῶς ‘τὸ ὅλον μέρους ἐστὶν ὅλον’, ἀλλὰ ‘τὸ ὅλον μερῶν ἐστιν ὅλον’. οὕτω δὲ καὶ ἐπὶ τοῦ πατρὸς τοῦ ἔχοντος πολλοὺς υἱούς φαμεν τὸ ἓν σκέλος ἑνικῶς, τὸ δὲ ἕτερον πληθυντικῶς· οἱ υἱοὶ πατρός εἰσιν υἱοί, ὁ πατὴρ δὲ υἱῶν ἐστι πατήρ, οὐχ ἑνὸς δὲ υἱοῦ ὁμοίως τῷ πρώτῳ σκέλει.

“然而[种]是另一者的部分,却不是另一者的整体,而是在诸他者之中[的整体];因为整体在诸部分之中。” 波菲利教导我们,关系概念并不总是等同对称地被理解的;因为有时是对称的,有时则不然。对称的,就如我说“右是左的右,左是右的左”。不对称的,正如在整体与诸部分中的情形;因为我们说“部分是一个整体的部分”,但并不同样在单数上说“整体是一个部分[的整体]”,而是说“整体是诸部分的整体”。同样,对于拥有许多儿子的父亲,我们在单数上说其中一端,而在复数上说另一端:“儿子们是一位父亲的儿子们,而父亲是诸儿子的父亲”,并不像第一端那样说成“一个儿子的[父亲]”。

语法注3 条
  1. 2.22.7Πρὸς τὰ ἄνω κατηγορεῖται

    介词短语 Πρὸς τὰ ἄνω 是作状语的习惯表达,意为“承接上文”或“与前述内容相联结”,修饰 κατηγορεῖται,指承接前文关于最上属受述范围的讨论。

  2. 2.22.10τὸ γὰρ ἐνδοιάζειν φιλόσοφον ἄτοπον φαίνεται

    主语为带定冠词的宾格不定式短语 τὸ ἐνδοιάζειν φιλόσοφον(“一个哲学家犹豫不决”),ἄτοπον 为表语形容词,φαίνεται 为主动词。此句用来引出大卫对将波菲利的自我更正(“或者说……”)视作迟疑动摇之通说的反驳。

  3. 2.22.13οὐκ ἐπ’ ἴσης ἀεὶ λαμβάνεται τὰ πρός τι

    短语 ἐπ’ ἴσης 为惯用表达,意为“对等地”或“对称地”。在此处指关系概念(τὰ πρός τι)的两项在对应时并不总是保持语法数或句法上的严格对称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:171.3-172.20