← 无敌的戴维

波菲利《导论》评注

§169.18-171.2

不可分者的涵义与属种定义的疑难

大卫就《导论》7,18–7,14进行注解,讨论了‘不可分者’的多种涵义以及属与种定义所引发的疑难,并对波菲利关于最上属受述方式的表述提出批评与检视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.22.1

p. 7,18 Ἄτομον δὲ λέγεται ὁ Σωκράτης. Τὸ ἄτομον λέγεται πολλαχῶς· ἔστι γὰρ ἀδιαίρετον ἄτομον ὥσπερ τὸ νῦν καὶ τὸ σημεῖον· τὸ γὰρ νῦν σημαίνει τὸν ἀκαριαῖον ἐνεστῶτα. ἄτομον δέ ἐστιν ὁ ἀκαριαῖος ἐνεστώς, καὶ τὸ σημεῖον παρὰ τοῖς γεωμέτραις ἄτομόν ἐστιν. ἄτομον δὲ καὶ τὸ δυσδιαίρετον ὥσπερ ὁ ἀδάμας καὶ τὰ ὅμοια. ἔστι δὲ ἄτομον καὶ ὁ Σωκράτης καὶ ὁ Ἀλκιβιάδης, οὐχ ὅτι οὐ πέφυκε τέμνεσθαι (τέμνεται γὰρ εἰς σῶμα καὶ ψυχήν), ἀλλ’ ὅτι μετὰ τὴν τομὴν οὐ σώζει τὸ οἰκεῖον εἶδος.

“而苏格拉底被称为不可分者。” ‘不可分者’有多种说法;因为有不可划分的不可分者,正如‘现在’和点;因为‘现在’表示刹那的当下。而刹那的当下是不可划分的,在几何学家那里点也是不可划分的。难以划分的也是不可分者,正如金刚石及类似之物。苏格拉底和阿尔西比亚德也是不可分者,并非因为他们在本性上不能被分割(因为他们被分割为身体和灵魂),而是因为在分割之后不能保持其本有的形式。

§2.22.2

p. 6,24 Ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἑκάτερον. Φησὶν ὅτι ἀποδεδώκαμεν τί ἐστι γένος καὶ τί ἐστιν εἶδος. ἀποδεδώκαμεν, ὡς λέγει, ἀλλ’ ἑκατέρου ὁ ὁρισμὸς κακῶς ἔχει· ἐλέγομεν γὰρ τοῦ γενικωτάτου γένους ἀποδοθῆναι τὸν προειρημένον ὁρισμόν, οὐ μόνον δὲ τῷ γενικωτάτῳ ἁρμόζειν, ἀλλὰ καὶ τοῖς ὑπαλλήλοις γένεσιν· ὡς γὰρ ἁρμόζει τῷ γενικωτάτῳ ὁ ὅρος ὁ λέγων τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, οὕτω καὶ τῷ ὑπαλλήλῳ· ὁ αὐτὸς γὰρ ἐὰν λεχθῇ καὶ ἐπὶ τοῦ ὑπαλλήλου, ἁρμόσει αὐτῷ. καὶ ὁ τοῦ εἰδικωτάτου δὲ εἴδους ὁρισμὸς οὐ μόνον τῷ εἰδικωτάτῳ ἁρμόζει, ἀλλὰ καὶ τῷ ἀτόμῳ· τὸ γὰρ ἁπλῶς ἄτομον ἐπιδέχεται καὶ τὸν τοιοῦτον ὁρισμόν· τὸ γὰρ ἁπλῶς ἄτομόν ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. τί οὖν φαμεν πρὸς ταῦτα; λέγομεν πρὸς τὸ πρῶτον ὅτι κἂν ἁρμόζῃ ὁ ὁρισμὸς τοῦ γενικωτάτου γένους τῷ ὑπαλλήλῳ, οὐκ ἄγεται ὑφ’ ἁμαρτίαν· οὔτε γὰρ μόνου τοῦ γενικωτάτου ἀπεδόθη, ἀλλ’ ἑκάστου γένους. πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι ὁ ὁρισμὸς τοῦ εἰδικωτάτου εἴδους οὐχ ἁρμόζει τῷ τοιῷδε ἀτόμῳ, ἀλλὰ τῷ ἁπλῶς ἀτόμῳ· τὸ δ’ ἁπλῶς ἄτομον εἴδους τάξιν ἐπέχει ἤτοι εἶδός ἐστιν. ἔχομεν ἐντεῦθεν ὡς ἔδει τὰ εἰδικώτατα εἴδη εἰς τὸ ἁπλῶς ἄτομον διαιρεῖσθαι,1 κἂν μὴ βούληται Πλάτων· ὅτι γὰρ τὸ ἁπλῶς ἄτομον οὐκ ἔστιν εἶδος, ἐντελῶς ἐν ταῖς Κατηγορίαις εἰσόμεθα· τάξιν γὰρ εἴδους ἐπέχει.

“既然关于属与种各自是什么已被说明。” 他说我们已经说明了什么是属以及什么是种。如他所说我们已经说明了,但两者的定义都有不妥之处;因为我们曾说上述定义是被赋予最上属的,但它不仅适合最上属,而且也适合隶属属;因为正如说明‘在什么是中对种上有差异的多数事物受述之物’的定义适合最上属,同样也适合隶属属;因为如果同样的[定义]被言及于隶属属,它也会适合于它。而且最特种的定义不仅适合最特种,也适合不可分者;因为单全的不可分者也接受这样的定义;因为单全的不可分者就是‘在什么是中对数目上有差异的多数事物受述之物’。那么对此我们该说什么呢?对于第一个问题我们说,即使最上属的定义适合隶属属,也不致归咎于谬误;因为这定义并非仅赋予最上属,而是赋予每一个属的。对于第二个问题我们说,最特种的定义不适合这般的具体不可分者,而是适合单全的不可分者;而单全的不可分者居于种的位阶,也就是说它是一个种。由此我们得出,即便柏拉图不情愿,最特种也理应被划分为单全的不可分者;因为单全的不可分者不是种这一事实,我们在《范畴篇》中将完全得知;因为它居于种的位阶。

§2.22.3

p. 7,2 Τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται. Σκόπει πῶς λέγει πάντα τὰ ἐπὶ πλέον κατηγορεῖσθαι τῶν ἐπ’ ἔλαττον· οὐ γὰρ εἴ τι ζῷον, εἴποις, ἄνθρωπος.2

“属总是就种受述。” 看他是如何说一切更广延者都就更狭窄者受述的;因为你决不会说“若某物是动物,[它就是]人”。

§2.22.4

p. 7,7 Ὥσπερ τὸν ἄνθρωπον εἶναι ζῷον. Φησὶν ὅτι δικαίως τὸ ζῷον τοῦ ἀνθρώπου κατηγορεῖται· εἴ τι μὲν γὰρ ἄνθρωπος, τοῦτο καὶ ζῷον, οὐκ εἴ τι δὲ ζῷον, τοῦτο καὶ ἄνθρωπος· ὥστε οὖν ἐπὶ πλέον φθάνει τὸ ζῷον τοῦ ἀνθρώπου.

“正如人是动物。” 他说‘动物’理所当然地就‘人’受述;因为若某物是人,这物也就是动物,但并非若某物是动物,这物也就是人;因此‘动物’所及之范围广于‘人’。

§2.22.5

p. 7,14 Τὸ δὲ γενικώτατον καὶ κατὰ τοῦ γένους ἢ τῶν γενῶν. Κακῶς λέγει τὸ γενικώτατον ἑνὸς κατηγορεῖσθαι· οὐδέποτε γὰρ τὸ γενικώτατον ἑνὸς γένους κατηγορεῖται, ἀλλὰ πολλῶν.

“而最上属也对属或诸属[受述]。” 他说最上属对一个[属]受述是不妥的;因为最上属绝非对一个属受述,而是对多数属受述。

§2.22.6

p. 7,14 Εἰ πλείω εἴη τὰ μέσα καὶ ὑπάλληλα. Καὶ τοῦτο πάλιν κακῶς εἶπε· φησὶ γάρ· ἀεὶ πολλῶν γενῶν κατηγορεῖται τὸ γενικώτατον, εἰ πολλὰ εἴη τὰ μέσα καὶ ὑπάλληλα. πάντως δὲ ὅπου ἐστὶ γενικώτατον, πολλά εἰσι τὰ ὑπάλληλα. τὰ δὲ ὑπάλληλα καὶ μέσα τὰ αὐτὰ εἶπε.

“若居间且隶属者是较多数的话。” 这又是他说得不妥的;因为他说:若居间且隶属者是多数,最上属总是对多数属受述。然而凡是有最上属之处,隶属者必然是多数。而他把隶属者与居间者说成是同一回事。

语法注2 条
  1. 2.22.2ὡς ἔδει τὰ εἰδικώτατα εἴδη εἰς τὸ ἁπλῶς ἄτομον διαιρεῖσθαι

    由无人称动词 ἔδει 与宾格加不定式结构(τὰ εἰδικώτατα εἴδη 为不定式的意义上的主语,διαιρεῖσθαι 为不定式)构成,表示过去本应如此的必然性或未实现的义务(“理应被划分”)。

  2. 2.22.3οὐ γὰρ εἴ τι ζῷον, εἴποις, ἄνθρωπος

    希求法 εἴποις 不带 ἄν 作为潜在希求法使用(“[人们]决不会说”),呈插入成分。否定词 οὐ 位于句首修饰全句判断,而接在条件从句 εἴ τι ζῷον 之后的归结句谓词(如 τοῦτό ἐστιν ἄνθρωπος)被省略提炼为单个词 ἄνθρωπος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:169.18-171.2