- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:144.7-145.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
达维德列举了波菲利对种的三种定义,分析了它们在概念方向与适用范围上的同异,驳斥了关于相对者互指循环的指责并解决相应疑难,最终提出了一个综合的完全定义。
Τριχῶς τοίνυν ὁρίζεται τὸ εἶδος· λέγεται γὰρ εἶδος καὶ τὸ ὑποτασσόμενον τῷ γένει, λέγεται δὲ εἶδος καὶ οὗ κατηγορεῖται τὸ γένος, ἀλλὰ μὴν καὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. ἰστέον δὲ ὅτι οἱ πρῶτοι δύο ὁρισμοὶ κοινωνίαν ἔχουσι πρὸς ἀλλήλους καὶ διαφοράν· καὶ κοινωνίαν μέν, καθὸ οἱ δύο τὸ εἶδος ὁρίζονται, διαφορὰν δέ, καθὸ ὁ μὲν πρῶτος ἔχει τὴν σχέσιν ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος χωροῦσαν ὁ λέγων τὸ ὑποτασσόμενον τῷ γένει, ὁ δὲ ἕτερος ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος ὁ λέγων οὗ κατηγορεῖται τὸ γένος. ἀλλὰ μὴν καὶ ὁ τρίτος κοινωνίαν ἔχει πρὸς τούτους καὶ διαφοράν· κοινωνίαν μέν, καθὸ καὶ αὐτὸς τὸ εἶδος ὁρίζεται, διαφορὰν δέ, καθὸ αὐτὸς μὲν τοῦ εἰδικωτάτου εἴδους κατηγορεῖται, αὐτοὶ δὲ τοῦ ἀλλεπαλλήλου.1 καὶ εἰδικώτατον μέν, ὅτι φησὶν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον (τὸ τοιοῦτον δὲ σημαίνει τὸν ἄνθρωπον· ὁ γὰρ ἄνθρωπος πολλῶν κατηγορεῖται διαφερόντων τῷ ἀριθμῷ), ἀλλεπαλλήλου δὲ οὗτοι κατηγοροῦνται, καθὸ οὐχ ὁρίζουσι τὸ εἶδος τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, ἀλλὰ τὸ εἶδος τὸ ὑποτασσόμενον τῷ γένει καὶ οὗ κατηγορεῖται τὸ γένος. δυνατὸν δὲ τοῦτο καὶ ἐπὶ τοῦ ἀνθρώπου λαμβάνεσθαι καὶ ἐπὶ τοῦ ζῴου· καὶ γὰρ τὸ ζῷον εἶδός ἐστιν ὑποτασσόμενον τῷ γένει καὶ οὗ κατηγορεῖται τὸ γένος. τινὲς δὲ διαβάλλουσι τὸν λόγον ὡς διάλληλον ὄντα· ἐν μὲν γὰρ τῷ ὁρισμῷ τοῦ γένους εἴδους ἐμνησάμεθα, ἐν δὲ τῷ ὁρισμῷ τοῦ εἴδους γένους ὡσαύτως ἐμνησάμεθα. ἀγνοοῦσι δὲ οἱ τοιοῦτοι ὅτι μᾶλλον ἐπὶ τῶν πρός τι δεκτέος ἐστὶν ὁ διάλληλος λόγος ἤπερ ἀποβλητέος. τοὐναντίον δὲ εἰ μὴ δι’ ἀλλήλων ὡρίζοντο, ὑπὸ ἔγκλησιν ἔπιπτον. καὶ εὖγε τῆς ἐπιλύσεως, ὅτι οὐ μόνον ἐνέδραμεν2 εἰς τὰς ἡμετέρας ψυχάς, ἀλλὰ καὶ ἐπὶ ἑτέραν ἡμᾶς ποδηγεῖ ἀπορίαν· εἰκὸς γάρ τινα ἀπορῆσαι διὰ τί ἐπὶ τοῦ ὑστέρου ὁρισμοῦ οὐκ ἔστι διάλληλος ὁ λόγος· οὔτε γάρ ἐστιν ἐν αὐτῷ μνεία τοῦ γένους· ἄτοπον ἄρα ὑπάρχει τὸ τοιοῦτον. ἀλλ’ ἔστιν εἰπεῖν ὅτι ἔστι μὲν ἐν αὐτῷ διάλληλος ὁ λόγος, ἀλλ’ οὐχ ὥσπερ οἱ πρῶτοι ἔχουσι τὸν διάλληλον λόγον, οὕτω καὶ οὗτος· ἐπὶ μὲν γὰρ ἐκείνων διάλληλος ὁ λόγος ὑπάρχει, καθὸ τοῦ γένους ἐμνήσατο, ἐπὶ δὲ τούτου, καθὸ καὶ τὰ ἄτομα εἰσφέρει καὶ ὑπὸ ἀτόμων εἰσφέρεται. ἰστέον δὲ ὅτι ἐπὶ τῶν τριῶν ὁρισμῶν τρεῖς σχέσεις νοοῦνται· οἱ μὲν γὰρ δύο πρῶτοι τὴν ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος καὶ τὴν ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος ἔχουσιν (ὁ γὰρ λέγων οὗ κατηγορεῖται τὸ γένος δηλοῖ τὴν ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος, ὁ δὲ λέγων τὸ ὑποτασσόμενον τῷ γένει δηλοῖ τὴν ἀπὸ τοῦ εἴδους ἐπὶ τὸ γένος), ὁ δὲ τρίτος τὴν πρὸς τὰ ἄτομα ἔχει. οὐδεὶς δὲ τούτων τέλειος ὑπάρχει· οὔτε γὰρ οἱ πρῶτοι ἔχουσιν τὴν πρὸς τὰ ἄτομα σχέσιν οὔτε ὁ ὕστερος τὴν πρὸς τὸ γένος. διὰ τοῦτο χρὴ μᾶλλον οὕτως ὁρίζειν· εἶδός ἐστι τὸ ὑποτασσόμενον τῷ γένει κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον.
于是种以三种方式被定义;因为隶属于属之下的被称为种,属关于其被述谓的也被称为种,不仅如此,关于在数目上相异的多数事物在‘是什么’之中被述述的也是[种]。应当知道,前两个定义彼此之间既有共通之处也有差异:共通之处在于,两者都在定义种;差异在于,第一个说‘隶属于属之下的’定义具有从种走向属的关系,而另一个说‘属关于其被述述的’定义则具有从属走向种的[关系]。不仅如此,第三个[定义]与它们相比也既有共通之处又有差异:共通之处在于,它本身也在定义种;差异在于,它本身是关于最特种而被述述的,而它们则是关于相继的[中间种]而被述述的。说关于最特种,乃是因为他说:“种是关于在数目上相异的多数事物在‘是什么’之中被述述的”(这样的事物指的是人;因为人关于在数目上相异的多数事物被述述),而说它们关于相继的种被述述,则是因为它们并非定义那关于在数目上相异的多数事物在‘是什么’之中被述述的种,而是定义那隶属于属之下且属关于其被述述的种。这一点既可以在人的情形下被理解,也可以在动物的情形下被理解;因为动物也是隶属于属之下且属关于其被述述的种。但有些人指责这论述是互指循环的;因为在属的定义中我们提到了种,而在种的定义中我们同样提到了属。然而这样的人并不知晓,在相对者的情形下,互指的论述宁可被接受而非被摈弃。相反,如果它们不是通过彼此被定义的,它们倒会招致非难。这一消解真是妙极了,因为它不仅涌入了我们的心灵,而且还引导我们走向另一个疑难;因为很可能会有人提出疑难:为何在后一个定义中不存在互指的论述呢?因为在其中甚至没有提到属;那么这样的事情就是荒谬的。但可以说,在其中确实存在互指的论述,但并非如同前两个定义具有互指的论述那样这一个定义也以同样方式具有;因为在前者的情形下,互指的论述存在于他提到了属,而在这一个情形下,则存在于它引入了个体且被个体所引入。应当知道,在这三个定义中构想出三种关系;因为前两个定义具有从属走向种的关系以及从种走向属的关系(因为说‘属关于其被述述的’表明了从属走向种的关系,而说‘隶属于属之下的’表明了从种走向属的关系),而第三个定义则具有朝向个体的关系。但这其中没有一个是完全的;因为前两个定义没有朝向个体的关系,而后一个定义也没有朝向属的关系。因此宁可应当这样定义:“种是隶属于属之下、关于在数目上相异的多数事物在‘是什么’之中被述述者。”
- 2.16.2αὐτὸς μὲν τοῦ εἰδικωτάτου εἴδους κατηγορεῖται, αὐτοὶ δὲ τοῦ ἀλλεπαλλήλου
κατηγορεῖται 的主语是 ὁ τρίτος[ὁρισμός](第三个定义),而 αὐτοί 指代 οἱ πρῶτοι δύο ὁρισμοί(前两个定义)。此处的被动态 κατηγορεῖσθαι 意为定义被用于或述述其对象。属格 τοῦ εἰδικωτάτου εἴδους 与 τοῦ ἀλλεπαλλήλου 作动词的述述对象格(“关于……被述述”)。
- 2.16.2καὶ εὖγε τῆς ἐπιλύσεως, ὅτι οὐ μόνον ἐνέδραμεν
感叹副词 εὖγε 后的属格 τῆς ἐπιλύσεως 是感叹属格(“这个解答真是妙极了!”)。随后的 ὅτι 从句充当说明称赞理由的原因从句。
