- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:142.22-144.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利《导论》关于“种”的讨论(第十六讲)的开篇。大卫论证了紧随属之后讨论种的合理次序,辨析了该词的同名异义性,并驳斥了针对波菲利的批评。
" Πρᾶξις ιςʹ." Περὶ εἴδους.
“第十六讲。” 论种。
Τῇ τάξει τοῦ φιλοσόφου χρησάμενοι φυσικῇ οὔσῃ καὶ καταλλήλῳ τοῖς πράγμασιν, εὐλόγως μετὰ τὴν τοῦ γένους διδασκαλίαν ἐπὶ τὴν τοῦ εἴδους χωρήσομεν. ἀλλ’ ἐνταῦθά τινες ἡμῖν ἀποροῦσι λέγοντες ὅτι τὴν διαφορὰν προτάξαι ὀφείλομεν ὥσπερ ἐν τοῖς ἄνω, ἢ τὸ εἶδος ὤφειλεν ἐν τοῖς ἄνω προτάσσεσθαι τῆς διαφορᾶς· τὸ γὰρ προτάττειν τοῦ εἴδους ἐν τοῖς ἄνω τὴν διαφορὰν καὶ ὧδε τῆς διαφορᾶς τὸ εἶδος ἀκατάλληλον ποιεῖ τὸν λόγον. φαμὲν δὲ ὅτι δικαίως ἐκεῖ μὲν τὴν διαφορὰν προέταξεν ὧδε δὲ τὸ εἶδος·1 ἐπεὶ γὰρ ἐκεῖσε πρώτη τάξις ὑπάρχει, εὐλόγως τῇ διαφορᾷ ἡ πρώτη τάξις ἐδόθη ἐκ τῆς φύσεως· φυσικῶς γὰρ προτάττεται τοῦ εἴδους· καθολικωτέρα γάρ ἐστι τοῦ εἴδους ὡς ἁπλουστέρα. ἀλλὰ μὴν καὶ αἰτία αὐτοῦ ἐστιν· αὕτη γὰρ τέμνει τὸ γένος εἰς εἴδη. ὧδε δὲ τῆς διαφορᾶς εὐλόγως τὸ εἶδος προτάττεται, καθὸ τῶν πρός τί ἐστι τὸ εἶδος καὶ τὸ γένος·2 ὁριζομένου δὲ τοῦ γένους πάντως μνήμη τοῦ εἴδους γίνεται· ἀνθέλκει γὰρ τὸ γένος τὸ εἶδος.3 ἐπεὶ οὖν πρὸ ὀλίγου τὸ γένος ὡρισάμεθα, ἀνάγκη ἐστὶ καὶ τὸ εἶδος ὁρίσασθαι. σχεδὸν δὲ ἐπὶ τοῦ γένους καὶ ἐπὶ τοῦ εἴδους ἡ αὐτὴ διδασκαλία γίνεται· τῶν γάρ πρός τί εἰσιν. ἀλλὰ μὴν καὶ οὐκ ἠδυνάμεθα τὸ γένος ὁρίσασθαι καὶ εὐθέως τὴν διαφοράν, καὶ ἐᾶσαι τὸν περὶ τοῦ εἴδους λόγον ἐκκρεμῆ· μνείαν γὰρ τοῦ εἴδους ἐν τῷ ὁρισμῷ τοῦ γένους πεποιήμεθα. Ἐπεὶ οὖν τὴν τάξιν ἐγνώκαμεν, φέρε καὶ ἐπὶ τὴν λείπουσαν διδασκαλίαν χωρήσωμεν· δεῖ γὰρ πρῶτον Ἀριστοτελικῷ νόμῳ κεχρημένους διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ εἰπεῖν περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος καὶ ὕστερον τὴν περὶ τούτου διδασκαλίαν προαγαγεῖν· ὁμώνυμος γὰρ φωνὴ τὸ εἶδος καὶ πάντως τοῦτο ἀπαιτεῖ. ἔστιν οὖν διττὸν τὸ εἶδος· λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, ὥσπερ καὶ ἐν Φοινίσσαις ὁ Εὐριπίδης φησὶ πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. ἀλλὰ μὴν καὶ ἡ συνήθεια τοῦτο αὐτὸ δηλοῖ τὸν εὔμορφον εὐειδῆ καλοῦσα καὶ τὸν ἄμορφον δυσειδῆ. λέγεται δὲ καὶ εἶδος τὸ ὑποτασσόμενον τῷ γένει, ὥσπερ ὁ ἄνθρωπος εἶδος τοῦ ζῴου λέγεται. ἐγνωκότες οὖν ποσαχῶς λέγεται τὸ εἶδος, φέρε εἴπωμεν καὶ περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος. περὶ τοῦ κατὰ φιλοσοφίαν τοίνυν εἴδους ὁ λόγος ἡμῖν ὑπάρχει. ἀλλὰ πρὸ τῆς τούτου διδασκαλίας ἀναγκαῖον εἰπεῖν τί φιλόψογοί τινες ἐγκαλοῦσι τῷ φιλοσόφῳ, καὶ ὕστερον ἐπ’ αὐτὴν βαδίσωμεν. ἐγκαλοῦσι δέ τινες λέγοντες ὅτι οὐκ εἶπεν ἐπὶ τοῦ εἴδους πολλαχῶς εἶναι τὸ σημαινόμενον ὥσπερ καὶ ἐπὶ τοῦ γένους. φαμὲν δὲ πρὸς τούτους ὅτι περὶ τοῦ γένους διαλαμβάνων εἶπε μὴ ἁπλῶς καὶ τὸ εἶδος λέγεσθαι, τοῦτ’ ἔστι μοναχῶς, λέγων ἔοικε δὲ τὸ γένος καὶ τὸ εἶδος μὴ ἁπλῶς λέγεσθαι. ἕτεροι δὲ ἐγκαλοῦσι, καθὸ οὐ λέγει περὶ ποίου σημαινομένου τοῦ εἴδους ἐστὶν αὐτῷ ὁ λόγος. οἱ δὲ πάνυ κακῶς ἐπιλαμβάνονται· εἰ γὰρ ὅλως περὶ εἴδους διαλαμβάνει, πάντως περὶ τοῦ κατὰ φιλοσοφίαν διαλήψεται, ἐπειδὴ καὶ περὶ τοῦ κατὰ φιλοσοφίαν γένους διέλαβεν. ἐπεὶ οὖν ἠλέγξαμεν τοὺς μάτην ἐγκαλοῦντας τῷ φιλοσόφῳ, φέρε τὴν περὶ τοῦ εἴδους διδασκαλίαν, ὡς ἐπηγγειλάμεθα, σαφηνίσωμεν.
我们采用了哲学家那顺应本性且切合实事的次序,理所当然地在关于属的讲授之后进而研讨关于种的讲授。但在此处有些人向我们提出疑难,说我们本应当像在前面那样将种差置于前面,或者种在前面本应当被置于种差之前;因为在前面将种差置于种之前而在此处将种置于种差之前,使得论述失去了对应一致。但我们说,他[在前面]将种差置于前而在此处将种置于前是完全合理的;因为既然在那里存在着最初的次序,理所当然最初的次序乃是基于本性而被赋予了种差;因为按本性它就被置于种之前;因为作为更单纯者,它比种更为普遍。不仅如此,它也是种的原因;因为正是它将属截分为诸种。但在此处,种理所当然地被置于种差之前,就种和属属于相对者而言;当属被定义时,必然会提及种;因为属会同时牵连出种。因此,既然我们在不久前定义了属,定义种也是必然的。而且关于属和关于种的讲授几乎是相同的;因为它们属于相对者。此外,我们也不能在定义了属之后立即定义种差,而让关于种的论述悬而不决;因为我们在属的定义中已经提到了种。因此,既然我们已经明了了这一顺序,来吧,让我们进而研讨余下的讲授;因为首先必须遵循亚里士多德式的规范区分其同名异义性,说明论述是关于哪一种涵义,随后再推进关于它的讲授;因为‘种’这一名称是同名异义的,完全要求这样做。种诚然是双重的;因为形貌也被称为种,正如欧里庇得斯在《腓尼基妇女》中所说:“首先是配得上王权的容貌。”不仅如此,日常习惯也正表明了这一点,把形貌美者称为‘美貌的’,把无形貌者称为‘丑陋的’。此外,隶属于属之下的也被称为种,正如人被称为动物的种。因此,在明了了种依多少种方式被言说之后,来吧,让我们也说明论述是关于哪一种涵义。于是我们的论述是关于哲学意义上的种。但在关于它的讲授之前,有必要先说明某些好挑剔者向哲学家指责了什么,随后我们再迈向讲授本身。有些人提出指责,说他在种的情形下没有像在属的情形下那样说明其涵义是多重的。但我们针对这些人说,他在研讨属时,通过说“属和种似乎不是单纯地被言说的”,已经说过种也不是单纯地、亦即以单一方式被言说的。另一些人则因他未说明其论述究竟是关于种的哪一种涵义而提出指责。但这些人的责难极为不当;因为如果他果真研讨种,鉴于他也研讨了哲学意义上的属,他就必然会研讨哲学意义上的[种]。因此,既然我们驳斥了那些徒劳指责哲学家的人,来吧,正如我们所允诺的那样,让我们阐明关于种的讲授。
- 2.16.2δικαίως ἐκεῖ μὲν τὴν διαφορὰν προέταξεν ὧδε δὲ τὸ εἶδος
词条中的 ἐκεῖ 意为“在那里”,指前文 ἐν τοῖς ἄνω。在由前文 ὅτι 引导的从句中,副词 δικαίως 修饰定式动词 προέταξεν,统辖 ἐκεῖ μὲν ... ὧδε δὲ ... 的对比结构。
- 2.16.2τῶν πρός τί ἐστι τὸ εἶδος καὶ τὸ γένος
表示相对概念的名词化术语 τὰ πρός τι 在此处作属格 τῶν πρός τι(带锐音符 πρός τί),与系词 ἐστί 构成表语属格(所属属格),意为“种与属属于相对者这一类”。
- 2.16.2ἀνθέλκει γὰρ τὸ γένος τὸ εἶδος
中性名词 τὸ γένος 与 τὸ εἶδος 在主格与宾格形态上完全一致。根据紧接前文“属被定义时必然连带想起种”的脉络及词序,τὸ γένος 为主语,τὸ εἶδος 为直接宾语,即“属牵连出种”。
