← 无敌的戴维

波菲利《导论》评注

§145.14-146.20

几何图形作为种与相对概念的定义

大卫注解了波菲利《导论》3.21–4.13中的文句,依次考察了连词δέ的句法功能、针对将几何图形(三角形)称为种的质疑与解答、相对者之间互指定义的正当性,以及相继的中间种定义的适用范围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16.3

p. 3, 21 Τὸ δὲ εἶδος λέγεται μὲν καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς. Ζητοῦσι διὰ τί, πρὶν εἴπῃ διαφορὰν τοῦ εἴδους, τὸν συμπλεκτικὸν σύνδεσμον προήνεγκε. καί φασιν ἵνα δείξῃ ὅτι καὶ ἄνω ἄλλως λέγεται. ἀξία δὲ ἡ ἀπολογία τῆς ἀπορίας, ἀλλὰ γὰρ ὑπόψυχρος·1 τῷ γὰρ ὀρθῶς σκοποῦντι καλῶς ἔχει ἡ σύνταξις δηλονότι.

“而种也被用于每一事物的形貌。” 他们探讨为何他在陈述种的差异之前,先用了并列连词。他们说,这是为了表明在前面它也是在另一意义上被说的。然而这一辩解虽配得上这一疑难,却颇为乏力;因为对于正确审视者而言,其句式显然是妥当的。

§2.16.4

p. 4, 3 Τὸ λευκὸν τοῦ χρώματος εἶδος. Γένος γάρ ἐστι τὸ χρῶμα· φέρεται γὰρ καὶ ἐπὶ τοῦ λευκοῦ καὶ ἐπὶ τοῦ μέλανος καὶ ἐπὶ τοῦ ξανθοῦ. εἴδη δὲ αὐτοῦ τὰ τοιαῦτα.

“白是颜色的一个种。” 因为颜色是一个属;因为它既适用于白,也适用于黑,还适用于淡黄。而此类事物就是它的种。

§2.16.5

p. 4, 4 Τὸ δὲ τρίγωνον τοῦ σχήματος εἶδος. Τὸ τρίγωνον εἶδος λέγεται, τὸ δὲ σχῆμα γένος. λέγουσι δέ τινες ὅτι κακῶς λέγει τὸ τρίγωνον εἶδος· οὐδέποτε γὰρ ἓν τῶν εἰδῶν τοῦ ἑτέρου προτερεύει, ὥσπερ ὁ ἄνθρωπος οὐ προτερεύει τοῦ ἵππου, οὐδὲ ὁ ἵππος τοῦ κυνός· τὸ δὲ τρίγωνον καὶ τετράγωνον εἴ φησιν ὁ Πορφύριος εἴδη, ἁμαρτάνει· προτερεύει γὰρ τὸ τρίγωνον τοῦ τετραγώνου· πάντως γὰρ ὁ τρία τοῦ τέσσαρα προηγεῖται. λέγουσι δέ τινες ὅτι πολλάκις ἐπειδὴ τὸ τρίγωνον εὐθύγραμμον λέγεται, τὸ δὲ τετράγωνον ἰσόγραμμον, κατὰ ταύτας δὲ τὰς φωνὰς ἕτερον ἑτέρου οὐ προτερεύει, πρὸς τὸ εὐθύγραμμον ἀποβλέπων εἶδος αὐτὸ ἐκάλεσεν.

“而三角形是图形的一个种。” 三角形被称为种,而图形被称为属。但有些人说他把三角形称为种是不当的;因为诸种之间决不会有一种在先于另一种,正如人不在先于马,马也不在先于狗一样;但若波菲利把三角形和四边形称为种,他便犯了错误;因为三角形在先于四边形;因为三在任何情况下都在先于四。但有些人说,常常因为三角形被称为由直线构成的,而四边形被称为等边的,就这些词而言二者并无先后之分,所以他是着眼于由直线构成者而将它称为种的。

§2.16.6

p. 4,4 Εἰ δὲ καὶ τὸ γένος ἀποδιδόντες τοῦ εἴδους μεμνήμεθα εἰπόντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, καὶ τὸ εἶδός φαμεν τὸ ὑπὸ τὸ ἀποδοθὲν γένος μέχρι τοῦ χρῆσθαι ἀμφοτέροις.2 Φησὶν ὅτι εἰ καὶ ὁρίζοντες τὸ γένος εἴδους ἐμνημονεύσαμεν εἰρηκότες ‘γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει’, καὶ πάλιν τὸ εἶδος ὁρίζοντες εἴπομεν ‘τὸ ὑποτασσόμενον τῷ ἀποδοθέντι γένει’, οὐ δόξει ὁ λόγος διάλληλος ὑπάρχων ὑπὸ ἁμαρτίαν ἄγειν ἡμᾶς·3 ταῦτα γὰρ τῶν πρός τι ὄντα οὐκ ἀποβάλλεται τὸν διάλληλον λόγον, τοὐναντίον δὲ ἀσπάζεται.

“但即使我们在给出属时提及了种,说了关于在种上有差异的多数事物在‘是什么’之中被谓述的,并且我们称种为处于给出的属之下者,直至使用二者。” 他的意思是,即使我们在定义属时通过说了‘属是关于在种上有差异的多数事物[被谓述的]’而提及了种,又在定义种时说了‘隶属于给出的属之下者’,该论述也不会因其是互指的而看似将我们引向错误;因为这些事物作为相对者,并不排斥互指的论述,反而欣然接纳它。

§2.16.7

p. 4,8 Ἑκάτερον ἑκατέρου. Τοῦτ’ ἔστι διττοῦ.

“各属于各。” 这就是说,双重的。

§2.16.8

p. 4,9 Ἀποδιδόασιν. Ἀντὶ τοῦ ὁρίζουσιν.

“他们给出。” 代替‘他们定义’。

§2.16.9

p. 4,13 Αἱ δὲ ἄλλαι εἶεν ἂν καὶ τῶν μὴ εἰδικωτάτων. Φησὶν ὅτι οἱ ἄλλοι ὁρισμοὶ οὐ μόνον τῶν εἰδικωτάτων εἰσὶν εἰδῶν, ἀλλὰ καὶ τῶν ὑπαλλήλων. εἰρήσεται δὲ ἡμῖν πλατύτερον τί ἐστιν ὑπάλληλον εἶδος.

“而其余的〔定义〕也可以属于非最特种者。” 他的意思是,其余的定义不仅属于最特种,也属于相继的种。至于何为相继的种,我们将在后面更详细地加以说明。

语法注3 条
  1. 2.16.3ἀλλὰ γὰρ ὑπόψυχρος

    ἀλλὰ γάρ 为惯用连词短语,用以对前述辩解(ἀπολογία)提出保留或反驳。形容词 ὑπόψυχρος(“微冷的、生硬的、乏力的”)后省略了系动词 ἐστίν,意为“配得上这一疑难,却颇为乏力”。

  2. 2.16.6μέχρι τοῦ χρῆσθαι ἀμφοτέροις

    μέχρι τοῦ 加不定词(类似于 ἕως τοῦ 加不定词)是古代注解中用来标示引文(lemma)结尾、省略中间文本的标准习语,指波菲利原文结束于“使用二者”之处。

  3. 2.16.6οὐ δόξει ὁ λόγος διάλληλος ὑπάρχων ὑπὸ ἁμαρτίαν ἄγειν ἡμᾶς

    主动词 δόξει 的主语为 ὁ λόγος,分词 διάλληλος ὑπάρχων 作状语(表原因或方式,“因其是互指的”)。不定式短语 ὑπὸ ἁμαρτίαν ἄγειν ἡμᾶς 作 δόξει 的补足语(“看似将我们引向错误”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:145.14-146.20