← 无敌的戴维

波菲利《导论》评注

§140.19-142.21

属的表述成分及其与其他谓词的区分

大卫阐释了波菲利对属的表述中的各个成分(“关于多数者”、“在种上不同者”、“在是什么中”),说明它如何依次排除并区别于个体、种、自身固有、种差与付待,并论证波菲利称为“概略规定”的表述严格来说乃是定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.8

p. 2,22 Τῶν μὲν οὖν καθ’ ἑνὸς κατηγορουμένων διαφέρει τὰ γένη τῷ κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι.1 Εἰπὼν ὅτι τῶν καθ’ ἑνὸς διαφέρει τὰ γένη τῷ κατηγορεῖσθαι κατὰ πλειόνων, λέγει πάλιν πῶς διαφέρει τῶν κατὰ πλειόνων.

“因此,从针对单一者被述托者中,属因作为关于多数者被述托而被交付出来而有所不同。” 在说过属因关于多数者被述托而与针对单一者[被述托者]不同之后,他又说明它如何与关于多数者[被述托者]不同。

§2.15.9

p. 2,27 Οἳ οὐ τῷ εἴδει διαφέρουσιν ἀλλὰ τῷ ἀριθμῷ. Τὰ γὰρ ἄτομα εἴδει οὐ διαφέρει, ἀλλὰ ἀριθμῷ.

“它们不是在种上不同,而是在数上不同。” 因为不可分者并非在种上不同,而是在数上不同。

§2.15.10

p. 3,1 Ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ μόνον. Ὁ γὰρ βοῦς καὶ ὁ ἄνθρωπος οὐ τῷ ἀριθμῷ διαφέρουσιν, ἀλλὰ τῷ εἴδει.

“但不仅在数上。” 因为牛和人并非在数上不同,而是在种上不同。

§2.15.11

p. 3,1 Τοῦ δὲ ἰδίου διαφέρει τὸ γένος, ὅτι τὸ μὲν ἴδιον ἑνὸς εἴδους, οὗ ἐστιν ἴδιον, κατηγορεῖται καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, ὡς τὸ γελαστικόν. Οὐχ ὥσπερ ἐν τῇ θεωρίᾳ ἐλέγομεν διαφέρειν τὸ γένος τοῦ ἰδίου, καθὸ ἐν τῷ τί ἐστι κατηγορεῖται2 τὸ γένος, ἐν δὲ τῷ ὁποῖόν τί ἐστι τὸ ἴδιον, οὕτω καὶ ἐνταῦθά φησι· λέγει γὰρ ὅτι ἐν τῷ λέγειν διαφερόντων τῷ εἴδει ἐκβάλλομεν τὸ εἶδος καὶ τὸ ἴδιον, τὸ μὲν εἶδος, καθὸ οὐ διαφερόντων τῷ εἴδει κατηγορεῖται, ἀλλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἴδιον, καθὸ ἑνὸς εἴδους κατηγορεῖται, οὗ ἐστιν ἴδιον, καὶ τῶν ἀτόμων τοῦ εἴδους· τὸ γὰρ γελαστικὸν ἀνθρώπου μόνου καὶ Σωκράτους, τὸ δὲ γένος πολλῶν εἰδῶν κατηγορεῖται.

“而属与自身固有不同,在于自身固有是被述托于它是其自身固有的单一的种以及该种之下的不可分者,如同能笑。” 他在此处的论述,并不如同我们在理论探讨中所说属与自身固有的不同那样(即就属是在‘是什么’中被述托,而自身固有是在‘是怎样的’中[被述托]而言);因为他说,通过说‘关于在种上不同者’,我们排除了种和自身固有:对于种,是就它并非被述托于在种上不同者,而是[被述托于]在数上[不同者]而言;对于自身固有,是就它是被述托于它是其自身固有的单一的种以及该种的不可分者而言;因为能笑仅[被述托于]人和苏格拉底,而属则是被述托于许多种。

§2.15.12

p. 3,5 Τῆς δ’ αὖ διαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων διαφέρει τὸ γένος καὶ μέχρι ἀλλ’ οὐκ ἐν τῷ τί ἐστι κατηγοροῦνται. Φησὶν ὅτι εἰ καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγοροῦνται αἱ διαφοραὶ καὶ τὰ συμβεβηκότα, ἀλλ’ οὖν ὅμως τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ταῦτα δὲ ἐν τῷ ὁποῖόν τί ἐστι. πόθεν δὲ δῆλον, εἰ τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, αἱ δὲ διαφοραὶ καὶ τὰ συμβεβηκότα ἐν τῷ ὁποῖόν τί ἐστιν; ἐκ τῆς ἐρωτήσεως· ἡ μὲν γὰρ ἐρώτησις τὴν ἀπόκρισιν ποιεῖ, ἡ δὲ ἀπόκρισις τὴν κατηγορίαν δηλοῖ· ἐρωτῶν γὰρ ‘ποῖός ἐστὶν ὁ ἄνθρωπος;’ ἀκούεις ‘ἢ λευκὸς ἢ λογικός’, καὶ τὸ μὲν λευκὸν τὸ συμβεβηκὸς δηλοῖ, τὸ δὲ λογικὸν τὴν διαφοράν. ὥστε οὖν ἡ ἀπόκρισις δηλοῖ τὴν κατηγορίαν. ὅταν δὲ ἐρωτήσῃς ‘τί ἐστιν ὁ ἄνθρωπος;’ ἀκούεις ‘ζῷον’· τὸ οὖν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται.

“此外属又不同于种差以及共通的付待,直至‘但它们并非在是什么中被述托’。” 他说,即便种差和付待也是关于多数者且关于在种上不同者而被述托,但无论如何,属是在‘是什么’中被述托,而这些则是在‘是怎样的’中被述托。然而何以见得属是在‘是什么’中被述托,而种差与付待是在‘是怎样的’中被述托呢?从提问中可见;因为提问产生回答,而回答揭示述托;因为在问‘人是怎样的?’时,你会听到‘要么是白的,要么是有理性的’,白指明付待,而有理性指明种差。因此,回答揭示了述托。而当你问‘人是什么?’时,你会听到‘动物’;因此属是在‘是什么’中被述托。

§2.15.13

p. 3,13 Ἦν δὲ ἀνθρώπου γένος τὸ ζῷον. Ἀναλαμβάνει πάλιν τὸν λόγον καί φησιν ἐν μὲν τῷ λέγειν τὸ γένος κατὰ πλειόνων κατηγορεῖσθαι, διαστέλλεται ἐκ τῶν καθ’ ἑνὸς (τὰ γὰρ καθ’ ἑνὸς τῶν ἀτόμων μόνων κατηγορεῖται), τῷ δὲ διαφερόντων τῷ εἴδει ἀπὸ τῶν εἰδῶν καὶ ἰδίων.

“而动物曾是人的属。” 他再次重提论述,并说在说属关于多数者被述托时,它就从针对单一者中被区分开来(因为针对单一者仅被述托于不可分者),而通过‘关于在种上不同者’则从种和自身固有中[被区分开来]。

§2.15.14

p. 3,17 Τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι χωρίζει ἀπὸ τῆς διαφορᾶς καὶ τῶν κοινῶς συμβεβηκότων. Ταῦτα γὰρ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται. ἐμάθομεν δὲ διὰ τί κοινῶς λέγεται τὰ συμβεβηκότα.

“而在是什么中被述托则将它同种差以及共通的付待分离开来。” 因为这些乃是在‘是怎样的’中被述托。而且我们已经明了为什么付待被共同地言说。

§2.15.15

p. 3,19 Ἢ πῶς ἔχον. Ταὐτόν ἐστι τὸ ὁποῖόν τί ἐστι καὶ πῶς ἔχον.

“或者处于何种状态。” ‘是怎样的’与‘处于何种状态’是同一回事。

§2.15.16

p. 3,20 Ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφή. Κατὰ τὴν ἡμετέραν ἐπαγγελίαν εἴπωμεν πῶς ὁρισμός ἐστιν ὁ προκείμενος καὶ οὐχ ὑπογραφή. ὁρισμὸς τοίνυν ἐστὶ καὶ οὐχ ὑπογραφή, καθὸ ἐπὶ μὲν τῆς ὑπογραφῆς δυνατὸν αἱρουμένης μιᾶς φωνῆς τὴν ὑπογραφὴν σῴζεσθαι,3 οἷον εἰ λέγεις ‘ὁ ἄνθρωπος ζῷόν ἐστι γελαστικὸν ὀρθοπεριπατητικόν’, σῴζεται ἡ ὑπογραφὴ ‘ζῷον γελαστικόν’, ἐπὶ δὲ τοῦ ὁρισμοῦ αἰρουμένης μιᾶς φωνῆς οὐκέτι σῴζεται ὁ ὁρισμός. [καὶ πῶς ὑπογραφὴν λέγει ὁ φιλόσοφος τὸ προκείμενον καὶ οὐχ ὁρισμόν; ὅτι πρὸς τὰ πράγματα ἀποβλέπει]. ἔστω οὖν ὁ προκείμενος ὁρισμὸς καὶ οὐχ ὑπογραφή, καθὸ οὐ δυνάμεθα ἐκτὸς μιᾶς φωνῆς εἰπεῖν αὐτόν. καὶ γένος μὲν ἔχει τὴν ἁπλῶς φωνήν, συστατικὴν δὲ διαφορὰν τὴν ἀπὸ τῆς φωνῆς διαίρεσιν. διαιρεῖται δὲ εἰς ἄσημον καὶ σημαντικήν.

“所述及的属之概略规定。” 按照我们的允诺,让我们来说明所给出的论述如何是定义而非概略规定。它诚然是定义而非概略规定,就以下而言:在概略规定中,即使去除一个词,概略规定仍有可能得以保全——例如若你说‘人是能笑且直立行走的动物’,‘能笑的动物’这一概略规定仍被保全——;而在定义中,一旦去除一个词,定义便不再得以保全。[那么哲学家为何将所给出的论述称为概略规定而非定义呢?因为他着眼于实事]。因此,且让所给出的论述成为定义而非概略规定,就我们缺少一个词便无法言述它而言。并且它具有单纯的声音作为属,具有来自声音的划分作为构成性种差。而[声音]被划分为无意义的与有意义的。

语法注3 条
  1. 2.15.8τῷ κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι

    由 τῷ 与不定式 κατηγορεῖσθαι 构成的表示原因或区分方式的工具性与格结构。中性复数被动分词 ἀποδοθέντα 与不定式的逻辑主语(指 τὰ γένη)一致,意为“因作为关于多数者被述托而被交付出来”。

  2. 2.15.11ἐν τῷ λέγειν διαφερόντων τῷ εἴδει ἐκβάλλομεν τὸ εἶδος καὶ τὸ ἴδιον, τὸ μὲν εἶδος, καθὸ οὐ διαφερόντων τῷ εἴδει κατηγορεῖται, ἀλλὰ τῷ ἀριθμῷ, τὸ δὲ ἴδιον, καθὸ ἑνὸς εἴδους κατηγορεῖται

    介词短语 ἐν τῷ λέγειν 带有引用短语 διαφερόντων τῷ εἴδει(“[关于]在种上不同者”)作为宾语。主句动词 ἐκβάλλομεν 的复合宾语 τὸ εἶδος καὶ τὸ ἴδιον 随后通过两个平行的 καθὸ 从句(“就……而言”)分别说明其被排除的理由。

  3. 2.15.16δυνατὸν αἱρουμένης μιᾶς φωνῆς τὴν ὑπογραφὴν σῴζεσθαι

    非人称形容词 δυνατόν 支配不定式 σῴζεσθαι,其间插入表示条件关系的属格独立结构 αἱρουμένης μιᾶς φωνῆς。此处 αἱρουμένης 系动词 αἴρω(除去、删去)的中被动分词(抄本常混入粗气符),意为“当一个词被去除时,概略规定仍可能得以保全”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:140.19-142.21