← 无敌的戴维

波菲利《导论》评注

§138.20-140.18

有意义言词的划分与五种普遍者的引入

大卫注疏了波菲利对五种普遍者的区分之引论(2,15–2,21),考察了有意义声音的划分方式(针对单一者与关于多数者)、个体与特殊者的差异,以及为付待给出多重例子(可分离与不可分离)的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15.1

p. 2,15 Ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασιν. Εἴπομεν ἐν τῇ θεωρίᾳ πῶς ἐκ τῆς ἀσήμου φωνῆς τὴν σημαντικὴν δεῖ πρῶτον διαστέλλειν, καὶ εἶθ’ οὕτως τὴν σημαντικήν· αὐτὸς δὲ ὁ Πορφύριος τῆς σημαντικῆς διαστολὴν ποιεῖται ἐάσας τὴν διάκρισιν τῆς ἀσημάντου καὶ σημαντικῆς. ἔστιν οὖν ἡ σημαντικὴ ἢ καθόλου ἢ μερική. ἐλλιπὴς δὲ ἡ τοιαύτη διαίρεσις· οὔτε γὰρ συμπεριελάβομεν τὴν καθ’ ἕκαστα· ἄλλη γάρ ἐστιν ἡ μερικὴ καὶ ἄλλη ἡ καθ’ ἕκαστα· ἡ μὲν γὰρ μερικὴ ἀόριστός ἐστιν οἷον τὶς ἄνθρωπος, ἡ δὲ καθ’ ἕκαστα ὁριστὴ οἷον Σωκράτης. δεῖ οὖν λέγειν ὅτι ἡ σημαντικὴ ἢ καθόλου ἐστὶν ἢ καθ’ ἑνός· λέγων γὰρ καθ’ ἑνὸς δηλοῖς καὶ τὴν μερικὴν καὶ τὴν καθ’ ἕκαστα· ἓν γάρ τι δηλοῦσιν· ἀμέλει καὶ ἀνθορίζονται· τί ἐστι μερικόν; καθ’ ἕκαστα πλανώμενον. τί ἐστι καθ’ ἕκαστα; μερικὸν ὡρισμένον. ἀλλὰ καὶ πάλιν οὕτω λέγοντες ἐλλιπῆ τὸν λόγον ἐῶμεν· τὰς γὰρ ὁμωνύμους φωνὰς παρήκαμεν· οὔτε γὰρ ἐν τοῖς καθ’ ἑνός εἰσι, καθὸ πολλὰς φύσεις δηλοῦσιν, οὔτε ἐν τοῖς καθόλου, καθὸ τὸ καθόλου καὶ ὀνόματος1 καὶ πράγματος μεταδίδωσιν, αἱ δὲ ὁμώνυμοι φωναὶ μόνον ὀνόματος. δεῖ οὖν λέγειν κατὰ πλειόνων, ἵνα ᾖ οὕτως ἡ διαίρεσις· ἡ σημαντικὴ φωνὴ ἤτοι κατὰ πλειόνων ἐστὶν ἢ καθ’ ἑνός. λέγων δὲ τὸ κατὰ πλειόνων εἰσφέρεις καὶ τὰς ὁμωνύμους καὶ τὰς συνωνύμους. καὶ περὶ μὲν τῶν ὁμωνύμων οὐκ ἔστιν ἡμῖν ἐνταῦθα φροντίς, περὶ δὲ τῶν συνωνύμων· αὗται γὰρ αἱ πέντε φωναὶ συνώνυμοί εἰσι. καὶ ὅταν μὲν ἐν τῷ τί ἐστι κατηγορῶνται, δηλοῦσιν ἢ τὸ γένος ἢ τὸ εἶδος, ὅταν δὲ ἐν τῷ ὁποῖόν τί ἐστιν, εἰ μὲν οὐσιωδῶς κατηγοροῦνται, δηλοῦσι τὴν διαφοράν, εἰ δὲ ἐπουσιωδῶς, εἰ μὲν μίαν φύσιν δηλοῦσι, τότε τὸ ἴδιον, εἰ δὲ κοινόν τι σημαίνουσι, τότε τὸ συμβεβηκός.

“他们给出了概略规定,也将其交付出来。” 我们在理论探讨中已经说过,应当如何首先将有意义的声音从无意义的声音中区分开来,然后依此再[划分]有意义的声音;然而波菲利本人省去了无意义与有意义之间的区分,直接对有意义的声音进行了区分。因此,有意义的声音要么是普遍的,要么是特殊的。但这样的划分是不完备的;因为我们并没有将个体包含在内;因为特殊的与个体的乃是两回事:因为特殊的乃是不定的,例如“某人”,而个体的则是确定的,例如“苏格拉底”。因此理应说,有意义的声音要么是普遍的,要么是针对单一者的;因为通过说“针对单一者的”,你既指明了特殊的,也指明了个体的;因为它们都指明了某种单一者;事实上它们甚至可以互相定义:“特殊的是什么?乃是不定的个体。个体是什么?乃是确定的特殊者。”然而这样言说,我们再次使论述留下了缺陷;因为我们遗漏了同名异义的声音;因为它们既不在针对单一者之列(就其指明多种本性而言),也不在普遍者之列(就普遍者既分授名称又分授实事,而同名异义的声音仅分授名称而言)。因此理应说“关于多数者的”,以便划分成为这样:有意义的声音要么是关于多数者的,要么是针对单一者的。而通过说“关于多数者的”,你就同时引入了同名异义者与同名同义者。关于同名异义者,在此并非我们所关心的,我们所关心的乃是同名同义者;因为这五种声音乃是同名同义的。当它们在“是什么”中被述托时,它们指明属或种;而当在“是怎样的”中被述托时,若是实质性地被述托,则指明种差;若是偶性地被述托,若指明单一的本性,则是自身固有,若意指某种共通之物,则是付待。

§2.15.2

p. 2,15 Ὅ καὶ ὑπογράφοντες. Διὰ τί οὐκ εἶπεν ‘ὑπογράφων’, ἀλλ’ ὑπογράφοντες; διὰ τοῦτό φασιν, ἵνα δείξῃ τὸν ὁρισμὸν μὴ εἶναι ἴδιον, ἀλλὰ τῶν Περιπατητικῶν, οἷς εἶπε παρακολουθεῖν.

“他们也对其给出了概略规定”为什么他不说“给出了概略规定[单数]”,而说“给出了概略规定[复数]”?人们说是为此缘故:为了表明这一规定并非他自己的,而是属于逍遥学派的,即他曾声称要跟随的人们。

§2.15.3

p. 2,17 Τῶν κατηγορουμένων τὰ μὲν καθ’ ἑνὸς λέγεται μόνου ὡς τὰ ἄτομα. Διάκρισιν ποιεῖται τῆς σημαντικῆς, ἵνα δείξῃ πῶς διακρίνει τὸ γένος ἐκ τῶν σημαινουσῶν φωνῶν. ἥμαρτε δέ, ὡς εἴπομεν, μὴ διακρίνων2 τὴν ἄσημον πρῶτον ἐκ τῆς σημαντικῆς, καὶ εἶθ’ οὕτως τὴν σημαντικὴν ἐκ τῆς κατὰ πλειόνων καὶ καθ’ ἑνός. εἴπομεν δὲ ὅτι καλῶς εἶπε καθ’ ἑνὸς καὶ οὐχὶ μερικήν· ἔμελλε γὰρ ἐᾶν τὴν καθ’ ἕκαστα λέγων τὴν μερικήν.

“在被述托者中,有些仅就单一者而被言说,如同不可分者。” 他作出了有意义声音的区分,以表明他是如何从有意义的声音中区分出属的。但正如我们所说,他犯了过失,因为他没有首先将无意义的声音从有意义的声音中区分开来,然后依此将有意义的声音划分为关于多数者的和针对单一者的。然而我们曾说,他说“针对单一者的”而非“特殊的”,是恰当的;因为若说“特殊的”,他就会遗漏个体。

§2.15.4

p. 2,18 Οἷον Σωκράτης καὶ τὸ οὗτος καὶ τὸ τοῦτο. Διὰ τῶν προκειμένων παραδειγμάτων δηλοῖ καὶ τὴν καθ’ ἕκαστα καὶ τὴν μερικήν· ἐν μὲν γὰρ τῷ λέγειν Σωκράτης δηλοῖ τὴν καθ’ ἕκαστα (ὥρισται γάρ), ἐν δὲ τῷ λέγειν οὗτος καὶ τοῦτο δηλοῖ τὴν μερικήν· ἀόριστον γὰρ τὸ τοῦτο ἐκεῖνο, καθὸ δύναται ἐν πολλοῖς εἶναι, ὁ μέντοι Σωκράτης οὐ δύναται εἶναι ἐν Ἀλκιβιάδῃ.

“例如苏格拉底,以及‘这个人’和‘这个’。” 通过所给出的例子,他既指明了个体,也指明了特殊的;因为在说“苏格拉底”时,他指明了个体(因为它是被确定的),而在说“这个人”和“这个”时,他指明了特殊的;因为那个“这个”是不定的,就其能够存在于诸多事物中而言,然而苏格拉底却不能存在于阿尔基比亚德中。

§2.15.5

p. 2,18 Τὰ δὲ κατὰ πλειόνων. Καλῶς εἶπε κατὰ πλειόνων καὶ οὐχὶ καθόλου· ἤμελλε γὰρ ἐᾶν τὰς ὁμωνύμους φωνὰς λέγων καθόλου.

“另一些则是关于多数者的。” 他说“关于多数者的”而非“普遍的”,是恰当的;因为若说“普遍的”,他就会遗漏同名异义的声音。

§2.15.6

p. 2,19 Καὶ τὰ συμβεβηκότα κοινῶς ἀλλὰ μὴ ἰδίως τινί. Καλῶς εἶπε κοινῶς τὸ συμβεβηκὸς λαμβάνεσθαι καὶ μὴ ἰδίως· ὅταν γὰρ ἰδίως ληφθῇ, τότε οὐ κατὰ πλειόνων λέγεται τὸ συμβεβηκός, ἀλλὰ καθ’ ἑνός, οἷον ἡ οὐλὴ τοῦ Ὀδυσσέως ἴδιον συμβεβηκός ἐστιν, οὐκέτι δὲ φέρεται τοῦτο καὶ ἐπὶ ἄλλου. τὸ μέντοι λευκὸν καὶ μέλαν κοινὰ συμβεβηκότα εἰσὶ καὶ κατὰ πλειόνων φέρεται.

“以及共同地而非对某人特有地具备的付待。” 他说付待应被共同地理解而非特有地理解,是恰当的;因为一旦它被特有地理解,此时付待就不是就多数者而言说,而是针对单一者而言说;例如奥德修斯的伤疤是特有的付待,这就不再适用于其他人了。然而白与黑则是共通的付待,适用于多数者。

§2.15.7

p. 2,21 Συμβεβηκὸς δὲ οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ καθέζεσθαι. Ζητεῖται διὰ τί ἐπὶ μὲν τῶν ἄλλων φωνῶν ἓν παράδειγμα παρατίθεται πρὸς μίαν καὶ ἑκάστην, ἐπὶ δὲ τοῦ συμβεβηκότος τρία παρέθετο. φαμὲν δὲ ὅτι διττοῦ ὄντος τοῦ συμβεβηκότος (τὸ μὲν γὰρ χωριστόν ἐστιν ὡς τὸ ἐν ἡμῖν λευκόν, τὸ δὲ ἀχώριστον ὡς τὸ ἐν Αἰθίοπι μέλαν), διττὰ καὶ τὰ παραδείγματα παρατίθεται3 ἀπὸ ὀνομάτων καὶ ῥημάτων. καὶ διὰ μὲν τῶν ὀνομάτων δηλοῖ τὸ ἀχώριστον (τὰ γὰρ ὀνόματα χρόνῳ οὐ μεταπίπτει), διὰ δὲ τῶν ῥημάτων δηλοῖ τὸ χωριστόν· ὥσπερ γὰρ τὰ ῥήματα χρόνῳ μεταπίπτει, οὕτω καὶ τὸ χωριστὸν συμβεβηκὸς χρόνῳ μεταπίπτει.

“付待则如白、黑、坐着。” 有人提出疑问,为什么对于其他声音,每一种都给出一个例子,而对于付待他却给出了三个例子。我们回答说,由于付待是双重的(因为一者是可分离的,如我们身上的白,另一者是不可分离的,如埃塞俄比亚人身上的黑),因此从名词和动词中给出的例子也是双重的。通过名词他指明了不可分离者(因为名词并不随时间改变),而通过动词他指明了可分离者;因为正如动词随时间改变,可分离的付待亦随时间改变。

语法注3 条
  1. 2.15.1τὸ καθόλου καὶ ὀνόματος καὶ πράγματος μεταδίδωσιν, αἱ δὲ ὁμώνυμοι φωναὶ μόνον ὀνόματος

    动词 μεταδίδωμι 带部分属格(ὀνόματος、πράγματος)作为补足语。在后半对照从句 αἱ δὲ ὁμώνυμοι φωναὶ μόνον ὀνόματος 中,述谓动词 μεταδιδόασιν 被省略,属格 ὀνόματος 仍作为其宾语保留。

  2. 2.15.3ἥμαρτε δέ, ὡς εἴπομεν, μὴ διακρίνων

    带有否定词 μή 的分词 διακρίνων 依附于 ἥμαρτε,构成补充性分词结构,表示错误的具体内容或原因(“因未能区分……而犯了过失”)。

  3. 2.15.7διττοῦ ὄντος τοῦ συμβεβηκότος ... διττὰ καὶ τὰ παραδείγματα παρατίθεται

    前半句为表原因的属格绝对结构(διττοῦ ὄντος τοῦ συμβεβηκότος),主句则遵循中性复数主语(τὰ παραδείγματα)搭配单数谓语动词(παρατίθεται)的通则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:138.20-140.18