- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:126.7-128.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
达维德注解了波菲利关于属的多义性的讨论(1,18–2,4),阐明了“单凭字面”与“似乎”的词义,解释了因属与种为相对概念而一并提及的原因,并逐句解析了作为亲属汇集的属的第一种定义以及作为出生源头(父母或籍贯,区分切近与疏远之例)的第二种定义。
p. 1,18 Ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι. Ἐπειδήπερ εἰσί τινες φωναί μίαν ἔχουσαι σημασίαν, εἰσὶ δὲ ἄλλαι πολλὰ σημαίνουσαι, φησὶν ὅτι τὸ γένος οὐ μίαν ἔχει σημασίαν, ἀλλὰ πολλάς· τοῦτο γὰρ δηλοῖ τὸ ἁπλῶς. τὸ δὲ ἁπλῶς τετραχῶς λαμβάνεται·1 λαμβάνεται γὰρ κυρίως καὶ ὡς καθόλου καὶ ὡς ἔτυχε καὶ ἀντὶ τοῦ μοναχὸν καὶ ἀποίκιλον· τοῦτο γὰρ αὐτό φησι καὶ ὁ τραγικὸς ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ. τὸ δὲ ἔοικε τριχῶς· πῇ μὲν ἐπὶ τοῦ πρέποντος, πῇ δὲ ἐπὶ τοῦ ὁμοιωθῆναι, ποτὲ δὲ ἀντὶ τοῦ φαίνεται. ἐνταῦθα ἀντὶ τοῦ φαίνεται κεῖται· φαίνεται δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος μοναχῶς καὶ ἀποικίλως λέγεσθαι, ἀλλὰ πολλαχῶς καὶ πολυειδῶς. ἀποροῦσι δέ τινες διὰ τί περὶ γένους διαλαμβάνων εἴδους ἐμνήσατο. καί φαμεν ὅτι οὐκ ἔστι τοῦτο ἄτοπον· ταῦτα γὰρ τῶν πρός τί ἐστιν, ὁσαχῶς δὲ θάτερον τῶν πρός τι λαμβάνεται, τοσαυταχῶς καὶ τὸ ἕτερον. ἐπεὶ οὖν πολλαχῶς λέγεται τὸ γένος, ἐζήτησεν ὁ Πορφύριος ταὐτὸν καὶ ἐπὶ τοῦ εἴδους δεῖξαι· τῶν γὰρ πρός τί ἐστι καὶ ἀναγκαίως αὐτοῦ ἐμνήσατο.
“属与种似乎都不是单纯地被言说的。” 由于某些语词具有单一的含义,而另一些语词意指诸多事物,[波菲利]说属并不具有单一的含义,而是具有多重含义;因为“单纯地”就表明了这一点。而“单纯地”可以从四种意义上理解:因为它可以严格地被理解,可以作为普遍者被理解,可以随性地被理解,也可以代替“单一而不复杂的”被理解;因为悲剧诗人正是就此而言说:“真理之言生来单纯。”而“似乎”有三种意义:一方面用于适宜之事,另一方面用于变得相似,有时则代替“显现出”。在这里它是用来代替“显现出”的;显现出来的是,属与种都不是单一而无变化地被言说的,而是以多种方式和多种形态被言说的。有些人提出疑问,为什么在论述属的时候提到了种。我们回答说,这并非不合逻辑;因为这些是相对概念,相对概念的一方在多少种意义上被理解,另一方也就在多少种意义上被理解。因此,既然属是在多重意义上被言说的,波菲利便力图在种上同样表明这一点;因为它们是相对概念,他必然会提及它。
p. 1,18 Γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι καὶ πρὸς ἀλλήλους ἄθροισις. Καλῶς εἶπε τὸ πώς, ἵνα δείξῃ ὅτι οὐ μόνον τὸ ὀνομασθὲν ἀπό τινος γένος καλεῖται, ἀλλὰ καὶ τὸ ἐξ αὐτοῦ προελθόν. τοῦτο δὲ δηλοῖ τὸ πώς· φησὶ γὰρ γένος λέγεται ἡ ἄθροισις τῶν ἐχόντων πως πρὸς ἀλλήλους, τοῦτ’ ἔστι τῶν ἐχόντων οἰκειότητα γένους. καὶ εἴπομεν ὅτι τὸ ὀνομάζεσθαι μόνον οὐ δηλοῖ τὸ γένος, εἴ γε τὸ Πυθαγόρειον οὐ λέγεται γένος, μόνον παρονομασθέν, ἀλλὰ καὶ τὸ προέρχεσθαι ἀπό τινος, ὅπερ σημαίνει τὸ πώς. διὰ δὲ τοῦ εἰπεῖν πρὸς ἕν τι ἐχόντων δηλοῖ τὴν ἀπὸ τοῦ πλήθους πρὸς τὸν ἕνα σχέσιν. ἀλλὰ μὴν καὶ τῷ εἰπεῖν πρὸς ἀλλήλους δηλοῖ τὴν πρὸς ἀλλήλους σχέσιν· ἐπιφέρει γὰρ ἐν τοῖς ἑξῆς τὴν ἄλλην.
“因为属也被说成是就某方面而言相对于某一者以及彼此相对的人们的汇集。” 他说“就某方面而言”是恰当的,以便表明不仅从某人得名者被称为属,而且从该人产生出来者也被称为属。而“就某方面而言”正是表明了这一点;因为他说,彼此之间就某方面具有关联者之汇集被称为属,即具有属的亲近关系者的汇集。并且我们曾说过,如果毕达哥拉斯派仅仅由于派生得名而不被称为属,那么仅有被命名并不能表明属,而从某人产生出来亦是如此,这正是“就某方面而言”所意指的。而通过说“相对于某一者具有关联的人们”,他指明了从众多者朝向单一者的关系。不仅如此,通过说“彼此相对”,他又指明了彼此之间的相互关系;因为他在下文中补充了另一种关系。
p. 1,20 Ἐκ τῆς ἀφ’ ἑνὸς σχέσεως, λέγω δὴ τοῦ Ἡρακλέους. Ὧδε τὴν ἀπὸ τοῦ ἑνὸς πρὸς τὸ πλῆθος σχέσιν δηλοῖ.
“出于源于单一者的关系,我指赫拉克勒斯。” 在此他指明了从单一者朝向众多者的关系。
p. 1,21 Καὶ τοῦ πλήθους τῶν ἐχόντων πως πρὸς ἀλλήλους τὴν ἀπ’ ἐκείνου οἰκειότητα κατὰ ἀποτομὴν τῶν ἄλλων γενῶν κεκλημένου.2 Κατὰ ἀποτομήν φησι κατὰ προσηγορίαν· ἡ γὰρ προσηγορία δίκην ὁρισμοῦ ἔχουσα διαχωρίζει καὶ οἷον ἀποτέμνει τὰ σημαινόμενα ἀπ’ ἀλλήλων. λέγει οὖν τοῦ πλήθους τοῦ Ἡρακλέους κατὰ προσηγορίαν, τοῦτ’ ἔστι κατὰ ἀποτομήν, τῶν ἄλλων γενῶν κεκλημένου· ὅταν γὰρ εἴπω Ἡρακλεῖδαι, διαχωρίζω αὐτὸ ἀπὸ τῶν ἄλλων γενῶν, λέγω δὴ τῶν εἰρησομένων. ἀναλαμβάνει δὲ τὴν πρὸς ἀλλήλους σχέσιν λέγων τῶν ἐχόντων πρὸς ἀλλήλους τὴν ἀπ’ ἐκείνου οἰκειότητα.
“并且出于那些彼此就某方面具有源于他的亲近关系、并从其他各属中截然划分开来而被称呼的众多者。” 他说“截然划分开来”是指“依名称而言”;因为名称具有类似定义的功用,把所意指的事物彼此区分开来并宛如截断开来。因此他说,赫拉克勒斯属下的众多者乃是依名称、亦即依截分而与其他各属区别开来被称呼的;因为每当我称呼“赫拉克勒斯后嗣”时,我就把这一群体与其他各属(我指的是将要被提及的诸属)区分开来了。而他说“那些彼此具有源于他的亲近关系的人”,则是重新回到了彼此之间的关系上。
p. 1,23 Λέγεται δὲ καὶ ἄλλως πάλιν γένος ἡ ἑκάστου τῆς γενέσεως ἀρχὴ ἤτοι ἀπὸ τοῦ τεκόντος ἢ ἀπὸ τοῦ τόπου, ἐν ᾧ τις γέγονε. Καλῶς αὐτὸ ἔφρασε καὶ σαφῶς. τὰ δὲ παραδείγματα οὐκ ἐπὶ ἑνὸς παρέθετο, ὡς ἡμεῖς εἴπομεν ἐν τῇ θεωρίᾳ, ἀλλ’ ἐπὶ μὲν ἄλλου τὸ προσεχές, ἐπὶ δὲ ἄλλου τὸ πόρρω· Ὀρέστην ἀπὸ Ταντάλου φαμὲν ἔχειν τὸ γένος (τοῦτο πόρρω ἐστίν), Ὕλλον δὲ ἀφ’ Ἡρακλέους (τοῦτο προσεχές ἐστιν), Πίνδαρον δὲ Θηβαῖον (καὶ τοῦτο προσεχές), Πλάτωνα δὲ Ἀθηναῖον (τοῦτο δὲ πόρρω ἐστί). καὶ εἰ ἐξ αὐτῶν τῶν Ἀθηνῶν ὑπῆρχεν ὁ Πλάτων, πῶς πόρρω ἐστί; φασὶν οὖν ὅτι πάλαι εἰς κώμας ἐμεμέριστο ἡ Ἀττική· πόρρω οὖν γένος τῷ Πλάτωνί ἐστιν ἡ Ἀττική, προσεχὲς δὲ ἡ μία τῶν κωμῶν. οἱ δὲ τοὺς τόπους ἐπὶ τῶν παραδειγμάτων εἰρημένους ἀγνοήσαντες3 καὶ ἀπορίαν ψυχρὰν ἐκτίθενται καὶ λύσιν· ἐπὶ γὰρ Πινδάρου τοὐναντίον δεῖ λέγειν ὅτι ὁ Πίνδαρος μὲν Θηβαῖος λεγόμενος πόρρω ἔχει τὸ γένος ἀπὸ τῆς πατρίδος· οὐ γὰρ ἦν ἀπὸ Θηβῶν, ἀλλ’ ἀπὸ κώμης τῆς τῶν Κυνὸς κεφαλῶν. ὥστε οὖν προσεχὲς μὲν αὐτῷ γένος ὑπάρχει ἡ κώμη, πόρρω δὲ αἱ Θῆβαι. Πλάτων δὲ Ἀθηναῖος λεγόμενος προσεχὲς ἔχει τὸ γένος.
“此外,每个人出生的始元又在另一种意义上被称为属,无论这是出于生育者,还是出于某人出生于其中的地方。” 他对此表达得既得当又清晰。但他并没有就单一的事物给出例子,正如我们在理论考察中所做的那样,而是就一者给出了切近的例子,就另一者给出了疏远的例子:我们说俄瑞斯忒斯从坦塔罗斯拥有他的属(这是疏远的),而许罗斯从赫拉克勒斯拥有[属](这是切近的);宾达被称作忒拜人(这亦是切近的),而柏拉图被称作雅典人(这是疏远的)。然而,如果柏拉图正是出自雅典本土,这又如何算得上疏远呢?于是人们说,古时阿提卡被划分为各村落;因此对于柏拉图而言,阿提卡是疏远的属,而各村落之一则是切近的属。然而那些不知晓这些例子中所提及的地方的人,便提出了乏味的难题以及[乏味的]解答;因为关于宾达,理应反过来言说:宾达虽被称为忒拜人,却从祖国拥有疏远的属;因为他不是来自忒拜本土,而是来自名为犬首村的村落。因此对他而言,村落是切近的属,而忒拜则是疏远的属。相反,柏拉图被称为雅典人,则拥有切近的属。
p. 2,4 Καὶ γὰρ ἡ πατρὶς ἀρχή τίς ἐστι τῆς ἑκάστου γενέσεως, ὥσπερ καὶ ὁ πατήρ. Ἵνα μηδεὶς εἴπῃ ‘καὶ πῶς ἡ πατρὶς λέγεται γένος;’ φησὶν ὅτι οὐκ ἄτοπον· ὥσπερ γὰρ ὁ πατὴρ γένος λέγεται, οὕτω καὶ ἡ πατρίς. ἐδείξαμεν δὲ ὅτι καὶ κρεῖττον γένος ὑπάρχει τὸ τῆς πατρίδος ἤπερ τὸ τοῦ πατρός. ἐν οἷς ἡ παροῦσα πρᾶξις.
“因为祖国亦是每个人出生的某种始元,正如父亲一样。” 为了不使任何人说“祖国又怎么能被称为属呢?”,他说这并非荒谬;因为正如父亲被称为属,祖国亦是如此。而且我们已经表明,祖国之属甚至比父亲之属更为优越。当前的这一讲便在这些论述中告终。
- 2.10.1τὸ δὲ ἁπλῶς τετραχῶς λαμβάνεται
此处列举了“ἁπλῶς”的四种用法:副词“κυρίως”、副词性表达“ὡς καθόλου”与“ὡς ἔτυχε”、以及“ἀντὶ τοῦ...”。在此处被认定为第四种含义(“单一且无变化的”)。
- 2.10.4κατὰ ἀποτομὴν τῶν ἄλλων γενῶν κεκλημένου
注解者将引文中的“κατὰ ἀποτομήν”解释为“κατὰ προσηγορίαν”(依称呼)。属格“τῶν ἄλλων γενῶν”依附于名词“ἀποτομήν”,表示分离(“与其他各属截然划分开来”)。分词“κεκλημένου”为属格单数中性,修饰前面的“τοῦ πλήθους”。
- 2.10.5οἱ δὲ τοὺς τόπους ἐπὶ τῶν παραδειγμάτων εἰρημένους ἀγνοήσαντες
实体化分词短语“οἱ δὲ ... ἀγνοήσαντες”直接作为主句限定动词“ἐκτίθενται”的主语(“那些不知晓例子中所提及的地方的人便提出了……”)。
