- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:124.23-126.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫阐明了哲学上第三种“属”的含义及其与前述两种定义的类比关系,随后反驳了关于波菲利未论及柏拉图的五个最高属、作为属的质料以及语法性的指责,以此结束了本讲。
πόθι τοι πόλις ἠδὲ τοκῆες; ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων. αὐτὰρ Ὀδυσσεύς, ἱέμενος καὶ καπνὸν ἀποθρώσκοντα νοῆσαι ἧς γαίης, θανέειν ἱμείρεται. τρίτον δὲ γένος λέγεται τὸ κατὰ φιλοσοφίαν ἐπὶ πολλὰ ἐξαπλούμενον ὥσπερ τὸ ζῷον· τοῦτο γὰρ ἐξαπλοῦται ἐπὶ πολλά· διήκει γὰρ ἐπὶ ἄνθρωπον καὶ κύνα καὶ ἄλλα. ἔοικε1 δὲ τοῦτο τοῖς δύο τοῖς προηγουμένοις. καὶ τῷ μὲν λέγοντι ‘τὸ ἀφ’ ἑνὸς παρονομασθὲν καὶ προελθόν’ ἔοικε, καθὸ πολλὰ περιέχει ἐν ἑαυτῷ· ὥσπερ γὰρ ὁ Ἡρακλῆς ἅπαν τὸ ὑπ’ αὐτὸν γένος περιέχει, οὕτω καὶ τὸ ζῷον πάντα τὰ ὑπ’ αὐτὸ περιέχει. τῷ δὲ λέγοντι ‘ἡ ἑκάστου τῆς γενέσεως ἀρχή’ ἔοικεν, ὅτι ὥσπερ ὁ πατὴρ ἀρχή ἐστι τοῦ γένους ὁμοίως δὲ καὶ ἡ πατρίς, οὕτω καὶ τὸ ζῷον ἀρχή ἐστι τῶν ὑπ’ αὐτό. Ἓν δὲ λοιπὸν ζητήσαντες ἐπ’ αὐτῷ2 καταπαύσομεν τὴν παροῦσαν θεωρίαν· καταβοῶσί τινες Πορφυρίου λέγοντες ὅτι οὐκ ἐπεξῆλθε πᾶσι τοῖς γένεσι· παρῆκε γὰρ τὰ πέντε γένη τοῦ Πλάτωνος· φησὶ γὰρ ὁ Πλάτων πέντε γένη εἶναι πάντων τῶν ὄντων, οὐσίαν ταυτότητα ἑτερότητα κίνησιν στάσιν. καὶ οὐσίαν μὲν ἔλεγε τὴν ὕπαρξιν ἑνὸς ἑκάστου· ἔλεγε γάρ· εἰ ὄντα ἔστι, πάντως ἔχει καὶ ὕπαρξιν. ἐπειδὴ οὖν ἐν πολλοῖς ἐστιν ἡ ὕπαρξις, ἔλεγεν αὐτὴν γένος. ταυτότητα δὲ καὶ ἑτερότητα ἔλεγε τὴν κοινωνίαν καὶ τὴν διαφορὰν ἑνὸς ἑκάστου· ἔλεγε γὰρ πάντα τὰ ὄντα κατά τι πρὸς ἄλληλα κοινωνεῖν καὶ κατά τι διαφέρειν· ἀδύνατον γὰρ πάντῃ τὰ πάντα κοινωνεῖν ἢ πάντῃ διαφέρειν. τὴν μὲν οὖν ταυτότητα κοινωνίαν ἔλεγε τὴν δὲ ἑτερότητα διαφοράν. ἐπειδὴ οὖν ἐν πολλοῖς ἐστι κοινωνία καὶ διαφορά, γένη αὐτὰ ὠνόμαζε. κίνησιν δὲ τὴν ἐνέργειαν ἔλεγε· πάντα γὰρ τὰ ὄντα ἀπὸ τῆς φύσεως ἐδημιουργήθη. εἰ οὖν μηδὲν μάτην ἡ φύσις ἐδημιούργησε, δῆλον ὅτι πάντα τὰ ὄντα ἔχει ἐνέργειάν τινα. ταύτην οὖν τὴν ἐν πᾶσιν ὑπάρχουσαν ἐνέργειαν ἐκάλει κίνησιν. στάσιν δὲ ἔλεγε τὴν ἠρεμίαν· ἔλεγε γὰρ ὅτι ὅπου ἐστὶν ἐνέργεια, πάντως ἐστὶν ἐκεῖ καὶ ἠρεμία· ἀδύνατον γὰρ ἐστὶν ἀεὶ καὶ ὡσαύτως ἐνεργεῖν τινα, ἀλλὰ μὴν καὶ τὰ θεῖα, ἅπερ φαμὲν ἀεὶ ἐνεργεῖν, ἐν τῷ ἀεὶ ἐνεργεῖν ἔχει καί τινα ἠρεμίαν· τὸ γὰρ ἀεὶ ἐν τῷ αὐτῷ ἐνεργεῖν στάσιν καὶ μονήν τινα δηλοῖ. καὶ ὁ πόλος ὁ ἀεὶ κινούμενος ἐν τῇ ἀεικινησίᾳ μονήν τινα ἔχει. ταῦτα οὖν, φασί, παρῆκεν ὁ Πορφύριος. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἕτερά τινα· λέγουσι γὰρ ὅτι ἐν τοῖς Φυσικοῖς φησιν ὁ Ἀριστοτέλης γένος εἶναι τὴν ὕλην, τούτου δὲ οὐκ ἐμνήσθη. ἀλλὰ μὴν καὶ τῶν παρὰ τοῖς γραμματικοῖς γενῶν οὐκ ἐμνήσθη, τοῦτ’ ἔστιν ἀρσενικοῦ θηλυκοῦ οὐδετέρου. καὶ λέγομεν ὅτι οὐ καλῶς μέμφονται Πορφυρίῳ ἐάσαντι τὰ τοιαῦτα· οὔτε γὰρ προέκειτο αὐτῷ θεολογῆσαι, ἵνα μνησθῇ τῶν πέντε γενῶν Πλάτωνος (καὶ γὰρ Πλάτων θεολογῆσαι βουλόμενος τούτων ἐμνήσθη), ἀλλὰ μὴν οὔτε φυσιολογῆσαι αὐτῷ προέκειτο, ἵνα μνησθῇ τοῦ γένους τῆς ὕλης. διαλεκτικώτερον οὖν βουλόμενος διαλαβεῖν μᾶλλον τοῖς λεχθεῖσιν ἠρκέσθη διαχωρίζων τὰ κατὰ συνήθειαν τῶν κατὰ φιλοσοφίαν. τί δὲ εἶχε τῶν παρὰ τοῖς γραμματικοῖς μνησθῆναι,3 οἷς αἱ φωναὶ φίλαι καθεστήκασι μόναι, οὐδαμῶς δὲ τὰ σημαινόμενα; παρ’ οἷς ἔστιν εὑρεῖν οὐδέτερα καὶ ἀρρενικὰ καὶ θηλυκὰ ἔμψυχά τε καὶ ἄψυχα, ἀλλὰ μὴν καὶ ἀρρενικὰ καὶ θηλυκὰ μόνον, μόνον ἀρρενικὰ ὥσπερ τὸ ἀετὸς καὶ μόνον θηλυκὰ ὥσπερ τὸ χελιδών, ἅτινα ἐπίκοινα καλοῦσι. δικαίως ἄρα καὶ τῶν τοιούτων ὁ φιλόσοφος οὐκ ἐμνήσατο. ἐφ’ οἷς ἡ παροῦσα θεωρία πληρούσθω.
“你的城邦与父母在何处?”“因为没有什么比自己的祖国与父母更甜美。” “然而奥德修斯切望看见哪怕是从自己土地上升腾的轻烟,渴望死去。”第三,依哲学所说的属,是指延展至诸多事物的属,例如“动物”;因为这延展至诸多事物,贯通于人、狗及其他事物。而这与前面的两种相似。一方面,它相似于说“从一者派生得名并且产生出来”的[定义],乃就其自身之中包含诸多事物而言;正如赫拉克勒斯包含了在他之下的整个属,动物也同样包含了在它之下的一切事物。另一方面,它相似于说“每个人出生的始元”的[定义],因为正如父亲是属的始元,祖国同样也是,动物同样也是在它之下诸事物的始元。 在我们进而探究了余下的一个问题之后,就将结束当前的探讨。有些人攻击波菲利,说他没有详尽列举所有的属;因为他遗漏了柏拉图的五个属;因为柏拉图说一切存在者的属有五个:实体、同一性、差异性、运动、静止。而[柏拉图]所说的实体是指每一个单一事物的存在;因为他说,如果有存在物存在,它们就必然也具有存在。因此,由于存在处于诸多事物之中,他便称其为属。而同一性与差异性,他称之为每一个单一事物的共通性与差异;因为他说一切存在物在某方面彼此具有共通性,并在某方面互有差异;因为一切事物在所有方面皆具有共通性,或者在所有方面皆互有差异,都是不可能的。因此,他称同一性为共通性,称差异性为差异。因此,由于共通性与差异处于诸多事物之中,他便将它们命名为属。而运动他称之为现实活动;因为一切存在物都是由自然所造作的。因此,如果自然未曾徒劳地造作任何事物,显然一切存在物都具有某种现实活动。因此,这一存在于一切事物之中的现实活动,他就称之为运动。而静止他称之为宁息;因为他说凡是有现实活动的地方,在那里也必然有宁息;因为任何事物始终且以同样方式活动是不可能的,甚至我们所说始终在活动的神圣事物,在始终活动之中也具有某种宁息;因为始终在同一事物中活动,表明了一种静止与定留。那永恒运动的天球在其永动中也具有某种定留。因此,他们说波菲利遗漏了这些。不仅是这些,而且还有某些其他的属;因为他们说亚里士多德在《物理学》中说质料是属,但[波菲利]并未提及此点。而且,他也没有提及文法学家那里的属,即阳性、阴性、中性。而我们回答说,他们责难略去了此类事物的波菲利是不正当的;因为他并不打算进行神学阐述,以便提及柏拉图的五个属(柏拉图正是意欲进行神学阐述才提及了这些),而且他也不打算进行自然学探究,以便提及质料之属。因此,他意在更具辩证性地进行论述,宁可满足于前述各点,把日常习惯上的属与哲学上的属区分开来。他又有何理由去提及文法学家那里的属呢?对于他们而言,只有声音是关切所在,而所意指的事物全然不是;在他们那里,可以发现中性、阳性、阴性既有有生命的也有无生命的,甚至只有阳性和阴性,只有阳性如“鹰”,只有阴性如“燕”,他们将这些称为通性词。因此,哲学家完全合情合理地也没有提及此类事物。在这些阐明之后,便让当前的探讨告一段落。
- 2.9.1καὶ τῷ μὲν λέγοντι ... ἔοικε
中性带冠词分词 τῷ λέγοντι(“对那表述……的[定义/命题]”)内含省略的先行词,作与格充当动词 ἔοικε(“相似于”)的补足成分。
- 2.9.1Ἓν δὲ λοιπὸν ζητήσαντες ἐπ’ αὐτῷ
分词 ζητήσαντες 与主句主语(第一人称复数 καταπαύσομεν)保持主格一致。介词短语 ἐπ’ αὐτῷ 表示“在此之上”或“就此而言”,指在上述讨论的基础上补充探究余留的问题。
- 2.9.1τί δὲ εἶχε τῶν παρὰ τοῖς γραμματικοῖς μνησθῆναι
ἔχω 搭配不定式(μνησθῆναι)表示“有理由/必要去做某事”。与疑问代词 τί 连用,构成反问句:“他又有何理由去提及……?(即毫无理由)”。
