- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:123.6-124.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在论述不区分同音异义词会破坏语言交流之后,作者遵循波菲利阐明了“属”的多义性(源自始祖的世系,以及作为出生始元的祖国与父亲)及其细分。
διαφθερεῖ δὲ τὸ κοινωνικόν, λέγω δὲ τὸν λόγον καθ’ ὃν μόνοι κοινωνοῦμεν1 (οὔτε γὰρ αἱ κάτω οὐσίαι οὔτε αἱ ὑπέρτεραι κατὰ τοῦτον κοινωνοῦσιν, αἱ μὲν διὰ τὸ μὴ δύνασθαι, λέγω δὲ τὰ ἄλογα, αἱ δὲ διὰ τὸ μὴ δέεσθαι, λέγω δὲ τὰ θεῖα)· ὅταν γὰρ περὶ ὁμωνύμων λέγῃ τις ἑτέρου μὴ νοοῦντος περὶ ποίου σημαινομένου λέγει, διαφθαρήσεται τὸ κοινωνικόν· πῶς γὰρ κοινωνία τοῦ ἔνδον γενήσεται ἀσαφείας ἐπικρατούσης τῶν λεγομένων; ὥσπερ γὰρ οὐκ ἔστι συμβαλεῖν Χαλδαίους Αἰγυπτίοις μετὰ σαφηνείας τῶν λεγομένων, οὕτως οὐδὲ τοὺς περὶ ὁμωνύμων φθεγγομένους, καὶ εἰ δόξομεν ἀληθεύειν. ὀφείλομεν τοίνυν διαστείλασθαι τὰ ὁμώνυμα πρὸς ἀναίρεσιν τῆς ἀμφιβολίας· δόξεις γὰρ ἀληθεύειν λέγων στρατεύσασθαι ἐπὶ Ἴλιον τὸν Αἴαντα (ἑκάτερος γὰρ ἐστράτευσεν), ἀμφιβολίαν δὲ ἐπιθήσεις τοῖς λεγομένοις· ἄδηλον γὰρ εἰ τὸν Ὀιλέως βούλει εἰπεῖν ἢ τὸν Τελαμῶνος. Τούτῳ οὖν τῷ λόγῳ παρακολουθῶν Πορφύριος τὴν ὁμωνυμίαν βούλεται διαστείλασθαι (ὁμώνυμος γὰρ φωνὴ λέγεται τὸ γένος)· λέγει γὰρ περὶ ποίου σημαινομένου λέγει, καὶ εἶθ’ οὕτως τὴν τούτου διδασκαλίαν ἐπάγει. καί φησιν ὅτι πρῶτον γένος ἐστὶ τὸ ἀφ’ ἑνὸς παρονομασθὲν καὶ προελθόν, οἷον ἀπὸ ἑνὸς τοῦ Ἡρακλέους οἱ Ἡρακλεῖδαι παρωνομάσθησαν καὶ προῆλθον ἐκ τοῦ Ἡρακλέους. καλῶς δὲ πρόσκειται τὸ προελθόν·2 ἔστι γάρ τινα ἀφ’ ἑνὸς παρονομασθέντα καὶ μὴ καλούμενα γένη, καθὸ οὐ προῆλθον ἐξ αὐτοῦ, οἷον ἐκ τοῦ Πυθαγόρα παρωνομάσθησάν τινες Πυθαγόρειοι, γένος δὲ τὸ τοιοῦτον οὐκ ἔστι, καθὸ οὐ προῆλθεν ἐξ αὐτοῦ. ἔχει δὲ τὸ τοιοῦτον γένος τρεῖς σχέσεις· τὴν μὲν μίαν τὴν ἀπὸ τοῦ Ἡρακλέους πρὸς τὸ ἐξ αὐτοῦ πλῆθος, τὴν δὲ ἑτέραν τὴν ἀπὸ τοῦ πλήθους πρὸς τὸν Ἡρακλέα, καὶ τὴν ἄλλην ἣν ἔχει τὸ πλῆθος πρὸς ἑαυτούς. δεύτερον δὲ γένος ἐστὶν ἡ ἑκάστου τῆς γενέσεως ἀρχὴ οἷον ἡ πατρίς. ἀλλὰ τὸ τοιοῦτον γένος διττόν, τὸ μὲν ἔμψυχον τὸ δὲ ἄψυχον. καὶ ἑκάτερον πάλιν διττόν· τὸ μὲν γὰρ προσεχές ἐστι τὸ δὲ πόρρω. ἐπὶ ἑνὸς δὲ παραδείγματος σαφηνίσωμεν τὰ προειρημένα. ὁ Ἀχιλλεὺς ἄψυχον καὶ προσεχὲς ἔχει τὸ γένος ἀπὸ πατρίδος, ὅταν εἴπῃς αὐτὸν Φθιώτην, ἄψυχον δὲ πόρρω, ὅταν εἴπῃς αὐτὸν Θετταλόν, ἔμψυχον δὲ προσεχές, ὅταν εἴπῃς αὐτὸν ἀπὸ τοῦ Πηλέως, ἔμψυχον δὲ πόρρω, ὅταν εἴπῃς αὐτὸν ἀπὸ τοῦ Αἰακοῦ. καὶ διὰ τί τὸν πατέρα γένος λέγομεν; δικαίως, εἴ γε αὐτὸν γονέα καλοῦμεν ἀφ’ οὗ ἡ γονὴ καὶ τὸ γένος. εἰκὸς δέ τινας εἰπεῖν διὰ τί καὶ ἀπὸ τῆς μητρὸς οὐκ ἔχει τις. καί φαμεν ὅτι ἀπὸ τοῦ τιμιωτέρου μᾶλλον ἔοικε τὸ γένος προέρχεσθαι, τιμιώτερος δὲ τῆς μητρὸς ὁ πατήρ. ἴσως δὲ πάλιν εἴποι τις διὰ τί καὶ τὴν πατρίδα γένος λέγομεν. πρὸς ὃν λέξομεν ὅτι εὐλόγως, εἴ γε δηλοῖ τὸ ὄνομα ἀπὸ τοῦ πατρὸς παραχθέν· εἰ γάρ φαμεν τὸν πατέρα γένος, παρωνομάσθη δὲ ἀπ’ αὐτοῦ ἡ πατρίς, διὰ τί καὶ ἡ πατρὶς μὴ λεχθείη γένος; μὴ νομίσῃς δὲ ὅτι ἔλαττον γένος ἐστὶ ἡ πατρὶς τοῦ πατρός, ἐπειδὴ ἀπὸ τοῦ πατρὸς ὠνομάσθη· εἰ γὰρ καὶ ἀπ’ αὐτοῦ παρήχθη, ἀλλ’ οὖν γε κρεῖττόν ἐστι γένος τοῦ πατρός· αὕτη γάρ ἐστιν ἡ χρηστὰ ἤθη καὶ εὐσεβεῖς νόμους ἡμᾶς διδάσκουσα. ἀμέλει οἱ σωματέμποροι οὐκ ἀπὸ τῶν τυχουσῶν χωρῶν ποιοῦνται τὴν πραγματείαν· πρῶτον γὰρ ἐξετάζουσι τὰς χώρας τῶν σωμάτων οἷαί εἰσιν, οἰόμενοι αὐτὰς ἀσφαλὲς εἶναι κριτήριον ἠθῶν τε καὶ νόμων. δηλοῖ δὲ καὶ αὐτὸς ὁ ποιητὴς προτιμᾶσθαι τῶν γονέων τὰς χώρας, πανταχοῦ προτάττων τῶν γονέων τὰς πατρίδας καὶ πάντων πραγμάτων γλυκυτέρας εἶναι διδάσκων· τίς πόθεν εἶς ἀνδρῶν;3
而且他将破坏社会性,我是指我们唯赖之以进行交流的言语(因为无论较低的实体还是较高的实体都不依此进行交流;前者是由于缺乏能力,我是指无理性的事物,后者是由于没有需要,我是指神圣的事物)。因为每当有人论及同音异义词,而另一人并不理解他是就哪种含义而论说时,社会性就会遭到破坏;因为在所说之事的不明晰占据主导时,内心的交流又如何能够产生?正如迦勒底人与埃及人不可能在所说之事明晰的情况下互相沟通一样,说出同音异义词的人也是如此,哪怕我们看似说的是真话。因此,我们应当为了消除歧义而区分同音异义词;因为如果你说埃阿斯远征了伊利昂,你似乎在说真话(因为两人都远征了),但你却给所说之事加上了歧义;因为并不清楚你所指的是奥伊琉斯之子还是忒拉蒙之子。 因此,波菲利遵循这一法则,意欲区分多义性(因为“属”被称为同音异义词);因为他阐明了自己是关于哪一种含义而说的,然后才引入了关于该含义的学说。他说,第一种属是指从一者派生得名并且由此一者产生出来的东西,例如从赫拉克勒斯这一人派生得名出赫拉克勒斯后裔,且他们是由赫拉克勒斯产生出来的。添上“产生出来”是恰当的;因为确实有些事物虽从一者派生得名,却不被称为属,乃因它们并非从他产生出来,例如从毕达哥拉斯派生得名出毕达哥拉斯学派的某些人,但这样的一群人并不是属,乃因并非从他产生出来。而这样的属具有三种关系:一种是从赫拉克勒斯朝向源于他的群体的关系,另一种是从该群体朝向赫拉克勒斯的关系,再一种是该群体彼此之间所具有的关系。第二种属则是每个人出生的始元,例如祖国。但这样的属具有双重性:一种是有生命的,另一种是无生命的。并且这两种又各自具有双重性:一种是直接的,另一种是间接的。让我们用一个例子来阐明上述区分。当你说阿喀琉斯是普提亚人时,他拥有来自祖国的无生命且直接的属;当你说他是色萨利人时,他拥有无生命且间接的属;当你说他源于珀琉斯时,他拥有有生命且直接的属;当你说他源于埃阿科斯时,他拥有有生命且间接的属。那我们为何称父亲为属呢?这是合情合理的,至少若我们称他为生父,而生殖与属皆由他而出。但可能有人会说:为何人不也从母亲那里拥有属呢?我们回答说,属往往显得更应当源于更尊贵者,而父亲比起母亲来更为尊贵。或许又有人会说:为何我们把祖国也称为属呢?对这个人我们回答说:这是合乎情理的,至少若祖国的名称表明它是从父亲派生而来的;因为若我们说父亲是属,而祖国又是从他派生得名的,为何祖国也不能被称为属呢?但你不要以为,祖国因从父亲得名,就是比父亲更低等的属;因为即使祖国是从父亲派生而来的,但它依然是比父亲更卓越的属;因为正是祖国教导了我们良好的习俗与虔敬的法律。显然,奴隶贩子绝不会从随随便便的地区进货;因为他们首先考察奴隶的出生地是何种状况,认为出生地是品性与法律的可靠评判标准。诗人自己也表明土地受到比父母更高的尊崇,他在所有地方都将祖国置于父母之前,并教导说祖国比一切事物都更为甜美:“在众人之中,你是谁,来自何方?”
- 2.9.1λέγω δὲ τὸν λόγον καθ’ ὃν μόνοι κοινωνοῦμεν
τὸν λόγον 是与前文宾格 τὸ κοινωνικόν(社会性/共同纽带)同格的宾格,从言语角度对其进行补充说明,并充当随后 καθ’ ὃν 关系从句的先行词。
- 2.9.1καλῶς δὲ πρόσκειται τὸ προελθόν
动词 πρόσκειται 表示在定义或表述中某成分“被附加/添上”。带有中性定冠词的分词 τὸ προελθόν 作为主语名词化使用。
- 2.9.1τίς πόθεν εἶς ἀνδρῶν;
直接引自荷马史诗的程式化诗句。疑问词 τίς(何人)与 πόθεν(何处)叠用构成疑问句,被引用来证明诗人在询问父母之前先询问出身地(祖国)。
