- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:121.19-123.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在第九讲的开篇,大卫探讨了为何“属”在五种普遍词项中被置于首位,驳斥了基于相互伴随关系的解释,确立了属在本质性与普遍性上的优先地位,随后依据《后分析篇》阐明了处理同音异义词的三个必要步骤及违背这些步骤所导致的荒谬后果。
" Πρᾶξις θʹ." Περὶ γένους. Μετὰ τὰ διττὰ προοίμια τοῦ τε φιλοσόφου καὶ ἡμῶν σὺν εὐμενείᾳ τοῦ κρείττονος ἐπ’ αὐτοὺς τοὺς ἀγῶνας τῆς λέξεως χωρήσωμεν ἔχοντες πάντων προηγουμένην τὴν τοῦ γένους διδασκαλίαν. ζητητέον δὲ διὰ τί τὸ γένος τῶν πέντε φωνῶν προετάγη. τινὲς γοῦν ὑπὲρ τούτου ἀπολογούμενοί φασιν ὅτι ἐπειδὴ τὸ γένος τίμιόν ἐστι καὶ ἅμα ἑαυτῷ συνεισφέρει τὰς ἄλλας φωνάς· λέγων γὰρ γένος συνεισφέρεις τὸ εἶδος (τὸ γὰρ γένος εἴδους ἐστὶ γένος), ὅπου δὲ γένος καὶ εἶδος, ἐκεῖ πάντως ἐστὶ καὶ διαφορά (τὸ γὰρ εἶδος ἀπὸ γένους τέμνεται διὰ μέσου διαφορᾶς δίκην πρίονος ἐπεχούσης),1 ὅπου δὲ εἶδος, ἐκεῖ καὶ ἴδιον (τὸ γὰρ ἴδιον ἐν τοῖς εἴδεσι θεωρεῖται, ὡς τὸ γελαστικὸν ἐν τῷ ἀνθρώπῳ, τὸ χρεμετιστικὸν ἐν τῷ ἵππῳ), ἀλλὰ μὴν καὶ συμβεβηκός· τὸ γὰρ συμβεβηκὸς ἐν τοῖς ἀτόμοις θεωρεῖται καὶ τὰ ἄτομα διακρίνει· οὐσίᾳ γὰρ οὐ διακρίνεται τὰ ἄτομα, ἀλλὰ συμβεβηκόσιν· οὐ γὰρ διαφέρει ὁ Σωκράτης Πλάτωνος, καθὸ ἄνθρωποί εἰσιν, ἀλλὰ καθὸ ὁ μὲν φαλακρὸς ὁ δὲ εὔθριξ, ὁ μὲν προκοίλιος ὁ δὲ ἰσχνός· τὰ οὖν ἄτομα ὑπὸ τὸ εἶδος ἀνάγεται, ὧν ἐστι τὰ συμβεβηκότα. ὁ τοιοῦτος δὲ λόγος συνηγορεῖ καὶ τὸ εἶδος τῶν ἄλλων φωνῶν προτάττεσθαι·2 δύναμαι γὰρ λέγειν ὅτι καὶ τὸ εἶδος συνεισφέρει τὰς ἄλλας τέσσαρας φωνάς· ὅπου γὰρ εἶδος, ἐκεῖ πάντως καὶ γένος (τὸ γὰρ εἶδος γένους ἐστὶν εἶδος), ὅπου δὲ γένος καὶ εἶδος, ἐκεῖ καὶ διαφορά. ἐν δὲ τοῖς εἴδεσίν ἐστι καὶ τὸ ἴδιον, ὡς ἐδείξαμεν. ἀλλὰ μὴν καὶ ἐν τοῖς ἀτόμοις ἐστὶ τὰ συμβεβηκότα, ὧν κατηγορεῖται τὸ εἶδος. τί δὲ λέγω ταῦτα ἐπὶ τοῦ εἴδους; τῷ προκειμένῳ λόγῳ προταχθήσεται ἡ ὑστέρα φωνὴ ἡ κινδυνεύουσα μὴ εἶναι διὰ τὴν εὐτέλειαν, λέγω δὲ τὸ συμβεβηκός· αὕτη γὰρ καὶ τὰς ἄλλας τέσσαρας συνεισφέρει· λέγομεν γὰρ τὰ συμβεβηκότα τῶν ἀτόμων τὴν διάκρισιν ποιεῖσθαι, τὰ δὲ ἄτομα συνεισφέρει τὸ εἶδος (τῶν γὰρ ἀτόμων κατηγορεῖται τὸ εἶδος), ὅπου δὲ γένος καὶ εἶδος, ἐκεῖ καὶ διαφορὰ ἀναμφιβόλως, τὸ δὲ ἴδιον ἐν τοῖς εἴδεσιν ὑπάρχει. ὥστε οὖν ὑπόψυχρός ἐστιν ὁ τοιοῦτος λόγος· οὐ γὰρ κατὰ τοῦτον τὸν λόγον προετάγη τὸ γένος, ἀλλὰ καθ’ ἕτερον. ποῖον δὲ τοῦτον λέξομεν; τὸ γένος δικαίως τῶν ἄλλων προετάγη κατ’ ἄμφω φέρον τὰ πρωτεῖα· τίμιον γὰρ καὶ τῶν οὐσιωδῶν ὑπάρχει καὶ τῶν ἐπουσιωδῶν. καὶ τῶν μὲν ἐπουσιωδῶν τίμιον ὑπάρχει ὡς οὐσιῶδες, λέγω δὲ ἰδίου καὶ συμβεβηκότος, τῶν δὲ οὐσιωδῶν ὡς καθολικώτερον· καθολικώτερον γὰρ τὸ γένος τῆς τε διαφορᾶς καὶ τοῦ εἴδους. Ἐπεὶ οὖν ἐγνώκαμεν οὐ κατὰ ἀδικίαν προτετάχθαι τὸ γένος, φέρε ἐπ’ αὐτὴν τὴν ἐξήγησιν βαδίζωμεν. ἀλλ’ ἐμπόδιον ταύτης τῆς ὁδοῦ πέφυκεν Ἀριστοτέλης φάσκων ἐν τοῖς Ἀποδεικτικοῖς δεῖν τὸν περὶ ὁμωνύμων φωνῶν διαλαμβάνοντα πρὸ τῆς τούτων ἐξηγήσεως τὰ τρία ταῦτα ποιῆσαι· πρῶτον διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ εἰπεῖν ποσαχῶς λαμβάνεται ἡ προκειμένη φωνή, δεύτερον εἰπεῖν περὶ ποίου σημαινομένου ἐστὶν ὁ λόγος, τρίτον τὴν περὶ τούτου ἐμφανίσαι διδασκαλίαν· τῷ γὰρ μὴ ταῦτα ποιοῦντί φησιν οὐκ ὀλίγα ἄτοπα παρακολουθεῖν·3 δόξει γὰρ καὶ ἀνόητα διαφθέγγεσθαι καὶ ψεύδεσθαι καὶ τὸ κοινωνικὸν διαφθείρειν, καθ’ ὃ χαρακτηρίζεται τὸ ἡμέτερον εἶδος. δόξει δὲ ἀνοηταίνειν, εἰ εἴπῃ ὅτι εἴωθεν ἡμῖν ὁ κύων νοσήματα προσφέρειν, νομίσῃ δέ τις αὐτὸν τὸν χερσαῖον κύνα λέγειν, ὅπερ οὐ διενοήθη· τὸν ἀστρῷον γὰρ ἠβούλετο εἰπεῖν. δόξει δὲ ψεύδεσθαι λέγων τὸν Αἴαντα νενικηκέναι τὸν Ἕκτορα· οἰήσεται γάρ τις αὐτὸν τὸν Ὀιλέως λέγειν καὶ ψεύστην αὐτὸν προσαγορεύσει.
“第九讲”。 论属。在哲学家自身的以及我们自身的双重序论之后,赖更高者之惠佑,让我们以属的学说作为统领一切之首,走向字义文本的真正角力。必须探究为何属被置于五种词项的首位。无论如何,有人为此辩解说,是因为属具有尊贵性,且与自身一同引介出其余的词项;因为在说“属”时你就引介了种(因为属是某种的属),而在有属和种之处,无论如何也必有种差(因为种是通过起着锯子作用的种差之中介从属划分出来的),而在有种之处,也必有固有属性(因为固有属性在种之中被考察,正如能笑之于人,能嘶鸣之于马),进而也必有偶性;因为偶性在个体中被考察并区分诸个体;因为诸个体并非因实体而区分,而是因偶性而区分;苏格拉底并非在是人这一点上不同于柏拉图,而是在一方秃顶而另一方多发、一方大腹而另一方消瘦这一点上不同;因此,偶性所归属的诸个体被归并于种之下。但这样的论证同样支持将种置于其余词项之前;因为我能够说,种同样引介了其余四种词项;因为在有种之处,无论如何也必有属(因为种是某属的种),而在有属和种之处,也必有种差。正如我们所指明的,在诸种之中也存在固有属性。进而,在以种为其述语的诸个体之中,也存在偶性。可是我为何只就种说这些呢?按照所提出的论证,那因微不足道而几乎算不上存在的最后一种词项,即偶性,将被置于首位;因为偶性同样引介了其余四者;因为我们说偶性造成了个体之间的区分,而个体引介了种(因为种是对个体的述说),而在有属和种之处,毫无疑问也必有种差,而固有属性存在于诸种之中。因此,这样的论证是软弱无力的;因为属并非依据这一理由被置于前面,而是依据另一个理由。我们该如何阐明这一理由呢?属在两方面都享有首要地位,因而理所当然地被置于其余者之前;因为它无论对于本质的事物还是对于非本质的事物而言都是尊贵的。对于非本质的事物而言,我是指固有属性和偶性,它是作为本质性的事物而显尊贵;对于本质的事物而言,它则是作为更普遍的事物而显尊贵;因为属比起种差和种来都更加普遍。既然我们已经认识到属并非不公地被置于前面,那么来吧,让我们迈向解释本身。然而亚里士多德在《后分析篇》中宣称,论述同音异义词的人在解释它们之前必须做这三件事,这构成了这条道路上的障碍:第一,区分同音异义性并阐明所提出的词项有几种用法;第二,阐明论证是关于哪一种含义的;第三,呈现关于该含义的学说;因为他说,对于不做这些事的人,会有不少荒谬之事随之而来;因为他将被认为是在胡言乱语、在撒谎,并且在破坏使我们这一物种得以表征的社会性。如果他说“犬通常会给我们带来疾病”,而有人以为他说的是陆地上的犬,那么他就会被认为愚不可及,而这并非他的本意;因为他本想说的是星辰之犬。而如果他说埃阿斯战胜了赫克托耳,他将被认为在撒谎;因为有人会以为他说的是奥伊琉斯之子,并将称他为骗子。
- 2.9.1δίκην πρίονος ἐπεχούσης
δίκην 既可视为源自名词 δίκη 宾格形式的副词性宾格,与属格 πρίονος 连用表示“如锯子一般”,亦可作为分词 ἐπεχούσης 的直接宾语,意为“承担着锯子的角色(δίκην)”。无论采取何种理解,其句法功能与含义一致,皆为修饰属格名词 διαφορᾶς(受 διὰ μέσου 支配)的分词短语,说明种差作为将属切分为种的工具性中介。
- 2.9.1ὁ τοιοῦτος δὲ λόγος συνηγορεῖ καὶ τὸ εἶδος τῶν ἄλλων φωνῶν προτάττεσθαι
动词 συνηγορεῖ 支配带宾格的不定式结构(τὸ εἶδος ... προτάττεσθαι),意为“这样的论证也支持了将种置于(其余词项)之前这一做法”。καί 作副词修饰整个不定式短语,隐含“不仅是属,而且种也将如此”之意。
- 2.9.1τῷ γὰρ μὴ ταῦτα ποιοῦντί φησιν οὐκ ὀλίγα ἄτοπα παρακολουθεῖν
主动词 φησί 支配带宾格的不定式结构(οὐκ ὀλίγα ἄτοπα παρακολουθεῖν),其中 οὐκ ὀλίγα ἄτοπα 充当不定式 παρακολουθεῖν 的逻辑主语。与格分词短语 τῷ μὴ ταῦτα ποιοῦντι 则是复合动词 παρακολουθεῖν 的与格补足语(意为“伴随/降临于某人”)。
