- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:119.25-121.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫解释了波菲利在共相的自立自存、物体性与无物体性以及三态区分上的排列顺序,随后阐释了古人关于共相的神学式探求与逻辑(辩证术)式探求之别,并引用亚里士多德悼念柏拉图的墓志铭探讨了逍遥学派的称谓起源及师生关系。
p. 1,11 Εἴτε ὑφεστηκότα σώματά ἐστιν ἢ ἀσώματα. Τοῦ ψευδοῦς μὴ διαιρουμένου1 δικαίως αὐτὸ παρέλιπε, τοῦ δὲ ἀληθοῦς ἐμνημόνευσε τοῦ διαίρεσιν ἐπιδεχομένου· φησὶ γάρ· εἴτε ὑφεστηκότα ἢ σώματά ἐστιν ἢ ἀσώματα παραιτήσομαι λέγειν. πάλιν ζητοῦσιν εἰ καλῶς προέταξε τὰ σώματα τῶν ἀσωμάτων· φασὶ γὰρ ὅτι κακῶς αὐτὰ προέταξεν· εἰ γὰρ τῆς αὐτῆς δόξης ἐστὶν ὁ Πορφύριος, ἧς ἐστι Πλάτων καὶ Ἀριστοτέλης, οἵτινες ταύτας τὰς φωνὰς ἀσωμάτους δοξάζουσι, διὰ τί τὸ σῶμα τοῦ ἀσωμάτου προέταξε; φαμὲν δὲ ὅτι εἰσαγωγικώτερον ἐξηγούμενος τὰ σώματα ὡς εὔδηλα καὶ φανερὰ ὄντα πλέον τῶν ἀσωμάτων προέταξε.
“若是自立自存的,究竟是物体还是无物体性的”。由于虚假的肢项不被划分,他理所当然地略去了它,而提及了容许划分的真实肢项;因为他说:“若是自立自存的,究竟是物体还是无物体性的,我都将谢绝论及”。人们再次探究,他将物体置于无物体性者之前是否妥当;因为他们说他把它们放在前面是不妥的:“因为如果波菲利与柏拉图和亚里士多德持相同见解,而他们认为这些词项是无物体性的,那么他为何把物体置于无物体性者之前?”但我们说,以导论的方式进行解释,他将物体置于前面,是因其比无物体性者更为显明和清楚。
p. 1,11 Καὶ πότερον χωριστὰ ἢ ἐν τοῖς αἰσθητοῖς καὶ περὶ ταῦτα ὑφεστῶτα. Σκόπει πῶς ἐφύλαξε τὴν τάξιν· χωριστὰ γὰρ λέγων ἐσήμανε τὰ πρὸ τῶν πολλῶν (ταῦτα γὰρ χωριστὰ λέγεται, ἐπειδὴ ἐν τῇ ὕλῃ οὔκ εἰσιν), ἐν τοῖς αἰσθητοῖς δὲ πάλιν λέγων ἐδήλωσε τὰ ἐν τοῖς πολλοῖς (τὰ γὰρ ἐν τῇ ὕλῃ αἰσθητά ἐστι), πάλιν λέγων καὶ περὶ ταῦτα ὑφεστῶτα ἐσήμανε τὰ ἐπὶ τοῖς πολλοῖς· τὰ γὰρ περὶ ταῦτα ὑφεστῶτά φαμεν τὴν ἡμετέραν διάνοιαν,2 ἥπερ ἐπὶ τοῖς πολλοῖς λέγεται. ὡς εἴπομεν δέ, καλῶς τὴν τάξιν παρέδωκε.
“以及是分离的,还是存在于感觉事物之中并围绕它们而自立自存”。请看他是如何维持其秩序的:因为他说“分离的”,是指多数事物之先者(因为这些被称为分离的,是由于它们不在质料之中);再次说“在感觉事物之中”,他表明了多数事物之中者(因为质料中的事物是可感觉的);再次说“并围绕它们而自立自存”,他指的是多数事物之上者;因为我们所说的“围绕它们而自立自存”,是指我们那被称为在多数事物之上的思想(理智)。正如我们所说,他妥当地传授了这一秩序。
p. 1,14 Τὸ δὲ ὅπως περὶ αὐτῶν καὶ τῶν προκειμένων. Ὧδε οὐκέτι διὰ τοῦ γένους καὶ τοῦ εἴδους συμπεριλαμβάνει τὰς λοιπὰς φωνάς· φησὶ γὰρ καὶ τῶν προκειμένων, ὅ ἐστι διαφορὰ καὶ ἴδιον καὶ συμβεβηκός.
“以及关于它们和所提出事项[究竟如何论及]”。在这里,他不再通过属和种来包含其余的词项;因为他说“以及所提出的事项”,这正是指种差、固有属性和偶性。
p. 1,15 Λογικώτερον οἱ παλαιοί. Διττῆς οὔσης τῆς τούτων παρὰ τοῖς παλαιοῖς ζητήσεως, τῶν τε θεολογικῶς περὶ αὐτῶν ζητούντων τῶν τε διαλεκτικῶς, φησὶν ὅτι οὐ θεολογικώτερον περὶ αὐτῶν ζητῶ (δυσχερὴς γὰρ ἡ τοιαύτη ζήτησις), ἀλλὰ διαλεκτικώτερον· τοῦτο γὰρ ἀποίκιλόν ἐστι. τί δέ ἐστι τὸ θεολογικώτερον καὶ τί τὸ διαλεκτικώτερον; θεολογικώτερόν ἐστιν, ὅταν ζητῶμεν εἰ ἀίδιόν ἐστιν ἢ ἐν γενέσει καὶ φθορᾷ, εἰ ἀμέσως τούτων ὁ θεὸς τὴν δημιουργίαν ποιεῖται ἢ διὰ μέσου τῆς φύσεως. διαλεκτικώτερον δέ ἐστιν, ὅταν ζητῶμεν εἰ ὁμώνυμοί εἰσι φωναί, καὶ εἰ πολλὰ σημαινόμενα ἔχουσιν, εἰ 〈αἱ〉 αὐταί εἰσι ταῖς κατὰ συνήθειαν. τοῦτο οὖν φησιν ὁ Πορφύριος· θεολογικῶς περὶ αὐτῶν οὐ διαλαμβάνω (τοῦτο γὰρ οἰκεῖον Πλάτωνος), ἀλλὰ διαλεκτικῶς. τὸ δὲ διαλεκτικῶς λογικώτερον ἐκάλεσεν, ἐπειδὴ τῆς λογικῆς ἐστιν ἡ διαλεκτική.
“古人们更合逻辑地[探讨]”。古人关于这些事项的探求有双重方式,其中一部分人对它们进行神学式的探求,另一部分人则进行辩证术式的探求,因此他说:我并非以更神学的方式探求它们(因为此类探求是艰难的),而是以更辩证术的方式;因为这种方式是不加虚饰的。那么,何为更神学的,何为更辩证术的?更神学的是指:当我们探求它是永恒的、还是处于生成与毁灭之中,神是直接创造这些、还是通过自然的中介进行创造。而更辩证术的是指:当我们探求它们是否是同名异义的词项,是否具有多种含义,是否与通常习惯的用法相同。因此波菲利是说:我并不对它们作神学式的论述(因为这是柏拉图所特有的),而是作辩证术式的论述。他将“辩证术地”称为“更合逻辑地”,因为辩证术属于逻辑学。
p. 1,15 Μάλιστα οἱ ἐκ τοῦ περιπάτου. Διὰ τί ἄρα τῶν Περιπατητικῶν ἐμνήσθη; φασί τινες ὅτι οἱ Περιπατητικοὶ εἰς τὴν διαλεκτικὴν ὀξυτέρως ἐκινοῦντο· θέλων οὖν ταὐτὸν ποιῆσαι, ἐμνήσατο αὐτῶν. ἄλλοι δέ φασιν, ἐπειδὴ ἀπὸ ὑπολήψεως Πλατωνικὸς ἐλέγετο, ἠβούλετο ἑαυτὸν δεῖξαι Ἀριστοτέλει παρακολουθοῦντα, ὅπερ ἐν τοῖς συγγράμμασιν ἐβουλήθη δεῖξαι. ἄξιον δὲ ζητήσεως ὑπάρχει διὰ τί Περιπατητικοὶ καλοῦνται οἱ Ἀριστοτελικοί· φασὶν ὅτι διὰ τοῦτο Περιπατητικὸς ἐκαλεῖτο ὁ Ἀριστοτέλης, ἐπειδὴ περιπατῶν τὰς συνουσίας ἐποιεῖτο τῇ πρὸς τὸν διδάσκαλον αἰδοῖ· οὐκ ἐτόλμα γὰρ Πλάτωνος περιόντος ἐν καθέδρᾳ ποιεῖσθαι τὰς συνουσίας. ἄλλοι δέ φασιν ὅτι ψευδές ἐστι· τοὐναντίον γὰρ ἠναντιοῦτο αὐτῷ. τολμῶσι δὲ οἱ τοιοῦτοι ψέγειν· οὐδὲ γὰρ ἠναντιοῦτο αὐτῷ, ἀλλ’ ἔσεβεν αὐτὸν ἀεί, ὡς δηλοῖ τὸ εἰς τὸν τάφον Πλάτωνος Ἀριστοτέλους ἐπίγραμμα βωμὸν Ἀριστοτέλης ἱδρύσατο τόνδε Πλάτωνος, ἀνδρὸς ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις.3 ἐν οἷς σὺν θεῷ ἡ θεωρία.
“尤其是逍遥学派的人们”。那么,他为何提到了逍遥学派?有人说,逍遥学派的人对于辩证术活动得更为敏锐;因此他希望做同样的事,便提到了他们。另有人说,由于通常舆论称他为柏拉图主义者,他想表明自己是跟随亚里士多德的,这正是他希望在著作中表明的。亚里士多德学派的人为何被称为逍遥学派,这是值得探求的。有人说,亚里士多德之所以被称为逍遥派,是因为他出于对老师的敬重,边走边进行讲课;因为在柏拉图健在时,他不敢坐在讲席上讲课。另有人说这是虚假的,因为恰恰相反,他是反对老师的。然而这些人敢于妄加指责;因为他不仅没有反对他,反而始终敬重他,正如亚里士多德题在柏拉图墓上的铭文所表明的:“亚里士多德立起了柏拉图的这座祭坛,对这位男子,恶人连去赞颂也是不被允许的”。赖神之助,理论考察即在此等内容之中。
- 2.8.4Τοῦ ψευδοῦς μὴ διαιρουμένου
表示原因的属格独立结构。紧随其后的 τοῦ δὲ ἀληθοῦς ἐμνημόνευσε 中的属格由动词 μιμνήσκομαι 支配;两者通过 δέ 构成对比,但承担着不同的句法功能。
- 2.8.5τὰ περὶ ταῦτα ὑφεστῶτά φαμεν τὴν ἡμετέραν διάνοιαν
双重宾格结构。动词 φαμέν 意为“将A称作/视作B”,其中 τὰ περὶ ταῦτα ὑφεστῶτα 为宾语,τὴν ἡμετέραν διάνοιαν 为宾语补足语(谓词性宾格)。关系代词 ἥπερ 的性与数受表语名词 διάνοια 的吸引而变为阴性单数。
- 2.8.8βωμὸν Ἀριστοτέλης ἱδρύσατο τόνδε Πλάτωνος, ἀνδρὸς ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις
哀歌双行诗的句法结构。ἀνδρός 是与 Πλάτωνος 同格的属格名词,引导关系从句 ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις。关系代词 ὃν 作不定式 αἰνεῖν 的宾格宾语,而 τοῖσι κακοῖσι 是依附于非人称短语 θέμις [ἐστί] 的与格(充当逻辑主语:“对于恶人而言”)。
