- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:118.6-119.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫进入波菲利著名的三个问题的文本,解释为何在五种普遍词项中仅提及属和种,论证其余三者(种差、固有属性、偶性)因各自包含属和种而被包摄,并阐明“自立自存”因其真实性而居先,以及“思想”与“纯粹思想”的区别。
p. 1,9 Αὐτίκα. Οὐκ ὀλίγης προθεωρίας εἰρημένης χωρήσωμεν ἐπ’ αὐτὴν τὴν λέξιν. ἔχει δὲ τὰ τῆς συντάξεως οὕτως· σύντομόν σοι παράδοσιν ποιούμενος πειράσομαι διὰ βραχέων ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρὰ τῶν πρεσβυτέρων ἐπελθεῖν, τῶν μὲν βαθυτέρων ζητημάτων ἀπεχόμενος, τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος. αὐτίκα περὶ τῶν γενῶν καὶ εἰδῶν εἴτε ὑφέστηκεν εἴτε ἐν ψιλαῖς μόναις ἐπινοίαις κεῖται εἴτε ὑφεστηκότα σώματά ἐστιν ἢ ἀσώματα καὶ πότερον πρὸ τῶν πολλῶν ἢ ἐν τοῖς πολλοῖς ἢ ἐπὶ τοῖς πολλοῖς ἐστι παραιτήσομαι λέγειν καὶ τὰ ἑξῆς. ζητοῦμεν δὲ διὰ τί 〈ἐπεὶ〉 προέκειτο Πορφυρίῳ περὶ τῶν πέντε φωνῶν διαλαβεῖν, [καὶ] μόνου τοῦ γένους καὶ τοῦ εἴδους μνείαν ἐποιήσατο, διαφορᾶς δὲ καὶ ἰδίου καὶ συμβεβηκότος οὐκέτι· ὡσαύτως γὰρ καὶ ἐπὶ τῶν παραλειφθέντων ζητητέα τὰ προκείμενα, εἴτε ὑφέστηκεν εἴτε ἐν μόναις ψιλαῖς ἐπινοίαις κεῖται, καὶ ὅσα ἂν ζητήσῃ τις περὶ γένους καὶ εἴδους, τοσαῦτα καὶ περὶ διαφορᾶς καὶ ἰδίου καὶ συμβεβηκότος. φαμὲν δὲ ὅτι δικαίως τῆς διαφορᾶς καὶ τοῦ ἰδίου καὶ τοῦ συμβεβηκότος οὐκ ἐμνήσθη, ἐπειδὴ ἤρκει αὐτῷ μνησθῆναι γένους καὶ εἴδους· διὰ γὰρ τῶν ἄλλων τριῶν διήκει τὸ γένος καὶ τὸ εἶδος. λέγων οὖν τὸ γένος καὶ τὸ εἶδος συμπεριελάμβανεν καὶ τὰς ἄλλας τρεῖς φωνάς· ἔχει γάρ, ὡς ἔφαμεν, ἡ διαφορὰ γένος καὶ εἶδος· γένος μὲν ὡς ἵνα εἴπῃς1 τὴν διαφορὰν τὴν ἐν ἐμοὶ καὶ ἐν τῷ ἵππῳ καὶ ἐν τῷ κυνὶ καὶ ἐν τοῖς ἄλλοις εἴδεσι (τὸ οὖν κατηγορούμενον εἰδῶν τοῦτο γένος καλεῖται, αὕτη δὲ εἰδῶν κατηγορεῖται), εἶδος δὲ ὡς ἵνα ἀτομώσῃς τὴν ἐπὶ τὰ πολλὰ εἴδη φερομένην διαφορὰν καὶ εἴπῃς λογικότης· αὕτη γὰρ ἀτόμων κατηγορεῖται, τὸ δὲ ἀτόμων κατηγορούμενον εἶδός ἐστιν. ἀλλὰ μὴν καὶ ἐν τῷ ἰδίῳ ἐστὶ γένος καὶ εἶδος· γένος μὲν ὡς ἵνα εἴπῃς τὸ ἴδιον τὸ ὂν ἐν πᾶσι τοῖς εἴδεσιν (ἓν γὰρ καὶ ἕκαστον εἶδος ἔχει τι ἴδιον), εἶδος δὲ ὡς ἵνα εἴπῃς τὸ γελαστικόν· οὕτω γὰρ ἀτομοῖς τὸ ἐπὶ τὰ πολλὰ εἴδη φερόμενον ἴδιον· ἀτόμων γὰρ κατηγορεῖται τὸ γελαστικόν, τὸ δ’ ἀτόμων κατηγορεῖσθαι εἴδους ἐστί.2 πάλιν καὶ ἐν τῷ συμβεβηκότι ἐστὶ γένος καὶ εἶδος· γένος μὲν ὡς ἵνα εἴπῃς τὸ συμβεβηκὸς τὸ ὂν ἐν θερμῷ ἐν ψυχρῷ ἐν λευκῷ ἐν μέλανι ἐν γνώσει ἐν ἀγνοίᾳ (τοῦτο γὰρ γένος ἐστὶ τῷ ἐπὶ πολλὰ φέρεσθαι 〈εἴδη〉), εἶδος δὲ ὡς ἵνα εἴπῃς τὸ θερμόν· ἀτομοῖς γὰρ ἐκεῖνο τὸ συμβεβηκός, ὃ ἐπὶ πολλὰ ἄτομα φερόμενον σημαίνει ἕν τι συμβεβηκός, ὅπερ εἶδός ἐστι.
“例如”。既然已经进行了相当篇幅的预备讨论,就让我们进入文本本身吧。句法结构如下:“我为你作一简短的讲授,尝试以简短的方式、如同导论的手法,探讨源于先辈们的内容,回避那些较为深奥的探求,而适度地以较为平易的探求为目标。例如关于属和种,无论它们是自立自存,还是仅居于纯粹的思想之中,若是自立自存的,究竟是物体还是无物体性的,以及是在多数事物之先、在多数事物之中,还是在多数事物之上,我都将谢绝论及”,等等。然而我们探求,波菲利既然旨在论述五种普遍词项,为什么只提到了属和种,而不再提及种差、固有属性和偶性?因为对于被略去者,同样也必须探求所提出的事项,即它们是自立自存还是仅居于纯粹的思想之中,凡是人们关于属和种可能探求的,关于种差、固有属性和偶性也同样如此。我们说,他理所当然地没有提及种差、固有属性和偶性,因为对他而言提及属和种就足够了;事实上,属和种贯穿了其余三者。因此,他在谈论属和种时,也一并包含了其余三个词项。因为正如我们所说,种差具有属和种:作为属,犹如你说在我和马中、狗中以及其他诸种之中的种差(因此这个被表述在诸种之上的被称为属,而它正被表述在诸种之上);而作为种,犹如你将扩展到多数种之上的种差加以个体化而说出“有理性”;因为这是表述在个体之上的,而被表述在个体之上的就是种。不仅如此,在固有属性中也有属和种:作为属,犹如你说存在于所有诸种之中的固有属性(因为每一个种都具有某种固有属性);而作为种,犹如你说“能笑的”;因为你通过这种方式将扩展到多数种之上的固有属性加以了个体化;因为“能笑的”是被表述在个体之上的,而被表述在个体之上正是种的特征。再次,在偶性中也有属和种:作为属,犹如你说存在于热中、冷中、白中、黑中、知识中、无知之中的偶性(因为这通过扩展到多数[种]之上而是一个属);而作为种,犹如你说“热”;因为你将那个扩展到多数个体之上、表示某个单一偶性的偶性加以了个体化,而这正是种。
p. 1,10 Τὸ μὲν εἴτε ὑφέστηκεν. Καλῶς τὸ ὑφέστηκε προέταξε· δύο γὰρ ὄντων, ψευδοῦς τε καὶ ἀληθοῦς, τὸ ἀληθὲς προέταξεν· ὑφίσταται γάρ.
“无论它们是否自立自存”。他把“自立自存”放在前面是恰当的;因为在真与假这两者中,他把真者置于前面;因为[它们]确实是自立自存的。
p. 1,10 Εἴτε ἐν μόναις ψιλαῖς ἐπινοίαις κεῖται. Ἄξιόν ἐστι ζητῆσαι τί διαφέρει ἐπίνοια τῆς ψιλῆς ἐπινοίας. ἐπίνοια μέν ἐστιν, ὅταν διαχωρίζειν τῷ λόγῳ τολμῶμεν τὸ συνημμένον ἐκ τῆς φύσεως δημιούργημα· οἷον ἡ φύσις ὁμοῦ τὸ σῶμα καὶ τὸ χρῶμα δημιουργεῖ, καὶ οὐκ ἔστι σῶμα μὴ ἔχον χρῶμα. τοῦτο οὖν τὸ ὁμοῦ συνημμένον, φημὶ δὲ τὸ λευκὸν καὶ τὸ σῶμα, διαχωρίζομεν λέγοντες τὸ μὲν λευκὸν χρῶμα διακριτικὸν ὄψεως, τὸ δὲ σῶμα τριχῇ διαστατόν. αὕτη οὖν ἐστιν ἡ ἐπίνοια. ψιλὴν δὲ ἐπίνοιάν φαμεν, ὅταν τὰ μηδαμῇ μηδαμῶς3 ἐν τῇ ἡμετέρᾳ διανοίᾳ οἰκοδομῶμεν, τὸν τραγέλαφον καὶ τὰ ὅμοια.
“还是仅居于纯粹的思想之中”。探求思想与纯粹思想有何不同是值得的。思想是指:当我们敢于用定义(言说)去区分由自然结合在一起的造物之时。例如,自然同时造就了物体和颜色,并不存在没有颜色的物体。因此,我们通过说白是分离视觉的颜色、而物体是在三维上延展的,从而将这结合在一起的事物——即白与物体——区分开来。这便是思想。而我们所说的纯粹思想,是指当我们在自己的理智中构想那些在任何地方都决不[实存]的事物时,例如山羊鹿及类似之物。
- 2.8.1ὡς ἵνα εἴπῃς
晚期希腊语中引入例证的程式化表达(“犹如你说……”、“比方说”)。带有虚拟式 εἴπῃς 的 ὡς ἵνα 从句在整体上充当副词性或插入性成分以引出范例。
- 2.8.1τὸ δ’ ἀτόμων κατηγορεῖσθαι εἴδους ἐστί
由定冠词中性单数 τὸ 引导的不定式短语 τὸ ἀτόμων κατηγορεῖσθαι(“被表述在个体之上”)作主语,名词 εἴδους 为所有或特征的述语属格(“是种的特征/属于种”),与系动词 ἐστί 搭配。
- 2.8.3τὰ μηδαμῇ μηδαμῶς
由中性复数冠词 τά 统辖双重否定副词(“在任何地方、以任何方式决不……”)构成的名词化短语,语境上隐含存在动词分词(ὄντα),意为“决不存在之物”,作为后文同位语 τὸν τραγέλαφον(山羊鹿)的上位总括词,充当动词 οἰκοδομῶμεν 的宾语。
