- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:109.22-110.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在补充了说明感觉易误的例证以驳斥安提斯泰尼对普遍者的否定后,大卫提出并论证了普遍者的定义(在种上在数量为一且被多数所分有),并阐明波菲利所用的表达并非修辞学上的预遗法。
καὶ τῶν πραγμάτων δεικνύντων ἡμῖν τὴν ἐν ὕδασι κώπην μὴ κεκλάσθαι, ἡ ὅρασις λέγει αὐτὴν μὴ εἶναι ὑγιῆ. πάλιν ἐν νηὶ καθημένων ἡμῶν καὶ τῶν παρ’ αἰγιαλὸν δοκούντων ἡμῖν κινεῖσθαι, τὰ πράγματα ψεῦδος εἶναι τὸ τοιοῦτον ἐπαγγέλλονται. δείξαντες οὖν ἀδίκως τὸν Ἀντισθένην τῶν καθόλου ἀναίρεσιν ποιησάμενον φέρε κατασκευάσωμεν πῶς ἔστι, πρῶτον δι’ ὁρισμοῦ αὐτὰ παραδόντες. καθόλου τοίνυν ἐστὶ τὸ ἓν τῷ ἀριθμῷ κατ’ εἶδος, ὑπὸ πολλῶν δὲ μετεχόμενον. ἓν τῷ ἀριθμῷ εἴπομεν, καθὸ ἕν τί ἐστιν. ἐπειδὴ δὲ καὶ ἡ ὕλη ἕν τί ἐστι, προσεθήκαμεν τὸ κατ’ εἶδος· κἂν γὰρ ἕν τι ὑπάρχῃ ἡ ὕλη, ἀλλ’ οὐ κατ’ εἶδος. ὅτι δὲ οὐ καθόλου ἐστὶν οὐδὲ μερικόν, ἐντελῶς εἰσόμεθα ἐν φυσικοῖς λόγοις γινόμενοι. ὑπὸ πολλῶν δὲ μετεχόμενον, ἐπειδὴ ἓν ὑπάρχον ἐν πολλοῖς θεωρεῖται. πῶς δὲ ἕν τι ὑπάρχον ἐν πολλοῖς θεωρεῖται, εἰσόμεθα· τὰ ἄτομα κοινωνεῖ πάντως ἢ κατὰ τὸ αὐτὸ ἢ κατὰ τὸ ὅμοιον· οἷον ὁ Σωκράτης καὶ ὁ Ἀλκιβιάδης καὶ ὁ Πλάτων πάντως κατά τι κοινωνοῦσι καὶ εἰ μὲν κατὰ τὸ αὐτὸ κοινωνοῦσιν, αὐτόθεν ἔχομεν τὸ ζητούμενον (τὸ αὐτὸ γὰρ ἕν ἐστιν, ὥστε τὸ εἶδος ἕν τί ἐστιν ὑπὸ πολλῶν δὲ μετεχόμενον), εἰ δὲ κατὰ τὸ ὅμοιον κοινωνοῦσιν, ἢ κατὰ ἕν τι κοινωνοῦσιν ἢ κατὰ πολλά. καὶ εἰ μὲν κατὰ ἕν τι, τὸ ζητούμενον ἔχομεν, εἰ δὲ κατὰ πολλά, ζητοῦμεν πάλιν καὶ τὰ πολλὰ κατά τί κοινωνοῦσι, κατὰ πολλὰ ἢ κατὰ ἕν τι. καὶ εἰ εἴπῃς κατὰ πολλά, πάλιν ἡ αὐτὴ ζήτησις μένει, ἕως οὗ εἰς ἕν τι λήξῃ τὰ πολλὰ κατὰ τὴν κοινωνίαν, ἢ ἐπ’ ἄπειρόν τι χωρεῖ ἡ ζήτησις·1 κατὰ γὰρ ἕν τι κοινωνεῖ τὰ πολλά. καλῶς οὖν ἔχει ὁ ὁρισμὸς ὁ λέγων τὸ καθόλου ἓν τῷ ἀριθμῷ κατ’ εἶδος ὑπὸ πολλῶν δὲ μετεχόμενον. Μηδεὶς δὲ ὑπονοησάτω τὸν φιλόσοφον τῷ κατὰ παράλειψιν σχήματι χρήσασθαι· τούτῳ γὰρ κέχρηνται οἱ ῥήτορες οἱ δεινοὶ ὄντες, τὸ τοιοῦτον δὲ σιωπῆς μὲν ἐπάγγελμα ἐμφαίνει, λόγου δὲ μηχάνημα· δοκῶν γάρ τις σιωπᾶν διὰ μεθόδου τὰ ὑπονοούμενα σιωπᾶσθαι λέγει οἷον ‘ἐῶ λέγειν ὅτι κλέπτης εἶ’, ‘οὐ θέλω δὲ εἰπεῖν ὅτι ἱερόσυλος εἶ’, καὶ τὰ τοιαῦτα. τοιούτῳ δὲ οὐκ ἐχρήσατο ὁ φιλόσοφος, ἐπεὶ εἰ ἔλεγεν ‘ἐῶ εἰπεῖν’, τινὲς ἔλεγον αὐτὰ μὴ εἶναι· ἐδόκει γὰρ ἂν αὐτὰ λέγειν σιωπὴν ἐπαγγειλάμενος,2 αὐτὸς δέ φησιν, κἂν εἰσὶν 〈ἐν〉 ἐπινοίᾳ κἂν ὑφέστηκε, περὶ τούτου διαλαμβάνειν οὐ βούλομαι.
而且,尽管实际情况向我们表明水中的桨并没有折断,视觉却说它不是完好的。又如,当我们坐在船上,而岸边的东西在我们看来仿佛在移动时,实际情况却宣告这类事情是虚假的。因此,在指明了安提斯泰尼对普遍者的废除是不当的之后,来吧,让我们确立它们是如何存在的,首先通过定义将它们传授出来。因此,普遍者是“在种上在数量为一、且被多数所分有者”。我们说“在数量为一”,是因为它是一个单一之物。但由于质料也是一个单一之物,我们便加上了“在种上”;因为即便质料是一个单一之物,但并不是在种上的。而至于它既非普遍者亦非个别者,我们在进入自然哲学讨论时将完全知晓。说“被多数所分有”,是因为它虽为一,却在多数之中被观察到。而它作为一个单一之物如何能在多数之中被观察到,我们将明了:个体无论如何要么按相同者、要么按相似者具有共通性;例如苏格拉底、阿尔喀比亚德和柏拉图无论如何都在某方面具有共通性,如果他们按相同者具有共通性,我们当下就得到了所寻求的东西(因为相同者是一,因而种是一个单一之物,且被多数所分有);但如果他们按相似者具有共通性,他们要么按一个单一之物、要么按多数事物具有共通性。如果按一个单一之物,我们就得到了所寻求的东西;但如果按多数事物,我们便再次探求这多数事物又按什么具有共通性,是按多数事物还是按一个单一之物。如果你说按多数事物,同样的探求便再次保留,直到这多数事物在共通性上终止于一个单一之物,或者探求走向无限;因为多数事物是按一个单一之物具有共通性的。因此,说普遍者是在种上在数量为一、且被多数所分有者的定义是正确的。 任何人都不应当猜想这位哲学家使用了“预遗法(假省笔法)”;因为熟练的修辞学家们曾使用这一修辞,而这类手法虽然表现出保持沉默的许诺,却是言语的机巧;因为有人看似保持沉默,却通过方法说出本被假定默不作声的事物,例如“我略去不说你是个盗贼”、“我不愿说你是个盗庙者”之类。但这位哲学家并未采用这种手法;因为如果他说“我略去不说”,某些人就会说它们并不存在;因为他本来会显得在许诺沉默之后又说了它们,但他自己说的却是:无论它们是在思想之中还是自存,我都不愿就此加以裁决。
- 2.4.1ἕως οὗ εἰς ἕν τι λήξῃ τὰ πολλὰ κατὰ τὴν κοινωνίαν, ἢ ἐπ’ ἄπειρόν τι χωρεῖ ἡ ζήτησις
由 ἕως οὗ(直到……)引导的从句使用不定过去时虚拟式 λήξῃ 表示系列动作的终止;而连词 ἤ(或者)之后回到主句层面,使用与 μένει 并列的直说式现在时 χωρεῖ(探求走向无限)。这一构文转换体现了归谬法的论证结构,将后一种可能(无限倒退)作为必须面对的荒谬现实结果并列呈现。
- 2.4.1ἐδόκει γὰρ ἂν αὐτὰ λέγειν σιωπὴν ἐπαγγειλάμενος
这是由 γάρ 引导的解释分句,承接前文的反事实假设(εἰ ἔλεγεν)作为暗含条件,构成反事实归结分句。未完成过去时动词 ἐδόκει 与 ἄν 连用,表达与事实相反的推论(“他本来会显得……”)。主格分词 ἐπαγγειλάμενος 与主语一致,修饰主句动作,表示“在许诺了沉默之后”。
