- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:108.17-109.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫解释了波菲利为何在导论中避开关于普遍者(属与种)本体论地位的高深探究,通过鹿角山羊和自然造物的例子阐明了存在于思想中与自存的区别,并驳斥了安提斯泰尼否定普遍者的感觉主义观点。
p. 1, 9 Αὐτίκα. Κατὰ τὸ οἰκεῖον ἐπάγγελμα βαδίζων ὁ Πορφύριος πανταχοῦ τὴν σαφήνειαν αὐτάδελφον θυγατέρα τοῦ οἰκείου συγγράμματος παρίστησι· φησὶ γὰρ ὅτι ἀσαφῶς τι οὐ βούλομαι λέγειν διὰ τὴν πρὸς τὴν νεολαίαν φειδώ τε καὶ συμπάθειαν. ἵνα δὲ μηδεὶς εἴπῃ ‘πῶς γὰρ ἠδύνατο ποιῆσαί τι σαφὲς ἀσαφές; ἔστι γάρ τινα ὁμολογούμενα ἅτινα ἀσάφειαν παντελῶς οὐκ ἔχει, ὡς τὸ δὶς δύο τέσσαρα καὶ ὁ θεὸς ἀγαθός ἐστι’, λέγει ὅτι ἠδυνάμην βαθέως αὐτὰ ζητῆσαι καὶ δεινῶς εἰ ἐν ἐπινοίᾳ ἐστὶν ἢ ὑφέστηκε. τί δέ ἐστιν ‘ἐν ἐπινοίᾳ ἐστὶν ἢ ὑφέστηκεν’; ἐν ἐπινοίᾳ ἐστὶν οὗπερ γένεσις μὲν ἡ ἡμετέρα ἐπίνοια, φθορὰ δὲ ἡ ἡμετέρα λήθη·1 οἷον ἐννοοῦμεν εἶναι τραγέλαφον ὃν ἡ φύσις οὐκ ἐδημιούργησεν, ἀλλ’ ἡ ἡμετέρα ἐπίνοια τὴν φύσιν τυραννήσασα καθ’ ἑαυτὴν ἐπενόησέ τι ἐκ τράγου καὶ ἐλάφου, ὅπερ ἡ φύσις ἠγνόησε. τοῦτο δὲ σῴζει ὅσον περὶ αὐτοῦ ἐνθυμεῖται καὶ λογίζεται, ἀπόλλυσι δὲ αὐτὸ ὅταν ἐπιλάθηται. ὥστε γένεσις μὲν ἡ ἡμετέρα ἐπίνοια φθορὰ δὲ ἡ ἡμετέρα λήθη. ὑφίστασθαι δέ φαμεν ὅπερ ἡ φύσις δημιουργεῖ καὶ γινώσκει, ὅπερ ἡ ἡμετέρα διάνοια οὔτε σῴζει περὶ αὐτοῦ λογιζομένη οὔτε φθείρει ἐπιλανθανομένη αὐτοῦ, οἷον ὁ ἄνθρωπος καὶ ὁ κύων τῆς φύσεως δημιουργήματά ἐστι· περὶ τούτων κἂν ἐνθυμηθῇ τις κἄν τε μή, ἡ οὐσία οὐ φθείρεται οὔτε σῴζεται. καλῶς οὖν ἔλεγεν ὅτι οὐ βούλομαι ζητῆσαι εἰ ἔστι γένος ἢ διαφορά, ἵνα μὴ ποικίλη καὶ δεινὴ ὀφθῇ τούτων ἡ διδασκαλία. τινὲς δὲ λέγουσι· τί γάρ; ἀμφεβάλλετο ὅλως τοῦτο, εἰ ἔστι γένος ἢ διαφορά, ὅτι λέγει ὅτι ἠδυνάμην ποιῆσαι αὐτὴν ποικίλην, ζητῶν εἴ ἔστιν ἢ μὴ ἔστιν; καί φαμεν ὅτι καὶ ἀμφεβάλλετο παρὰ τοῖς παλαιοῖς, εἰ ἔστι γένος καὶ εἶδος· ἔλεγε γὰρ ὁ Ἀντισθένης μὴ εἶναι γένος μήτε εἶδος· φησὶ γὰρ ‘ἄνθρωπον ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ, ἵππον ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ, ὥστε οὐκ ἔστι τὸ καθόλου’. ληρῶδες δὲ τὸ τοιοῦτον· οὔτε γὰρ πάντα τὰ ὄντα ὑποπίπτει ταῖς αἰσθήσεσιν. τούτῳ δὲ τῷ λόγῳ τὰ πολλὰ τῶν ὄντων οὐκ ἔστι· τὰ γὰρ θεῖα αἰσθήσει οὐχ ὑποπίπτει, καὶ ὅμως ἔστιν· ἀλλὰ μὴν οὔτε λογικὴ οὔτε ἄλογος ψυχὴ οὔτε φυσικὴ ἔστι, καθὸ αἰσθήσει οὐχ ὑποπίπτει. ἄλλως τε δὲ αἰσθήσεσιν οὐ δεῖ καταπιστεύειν· ἰδοὺ γὰρ ὁ ἥλιος ποδιαῖος ἡμῖν φαίνεται τῶν πραγμάτων δεικνύντων αὐτὸν ἑκατονταεβδομηκονταπλασίονα τῆς γῆς ὑπάρχειν.2
“例如”。 波菲利遵循着自己的承诺,在各处都将明晰性呈现为自己著作的亲生女儿;因为他说,由于对青年的顾惜与同情,他不愿晦涩地讲述任何事情。为了不让人说:“他究竟怎么可能把明晰的事情弄得晦涩呢?因为存在某些公认的事情是完全没有晦涩的,例如‘二乘二等于四’以及‘神是善的’”,他说:我本来能够深奥且彻底地探究它们,即它们是存在于思想之中还是自存。但何谓“存在于思想之中还是自存”?存在于思想之中的,是指其生成乃是我们的思想,其毁灭乃是我们的遗忘的事物;例如我们设想存在鹿角山羊,这是自然所未曾创造的,而是我们的思想压倒了自然,独立由山羊和鹿构想出自然所不知晓的某种东西。只要思想还在思索它、推论它,思想就保全着它,而一旦遗忘它,便毁灭了它。因此,生成乃是我们的思想,毁灭乃是我们的遗忘。相反,我们说自存的,是指自然所创造和认识的事物,对此我们的理智既不因推论它而保全它,也不因遗忘它而毁灭它;例如人和狗是自然的造物;关于它们,无论人是否思索,其实体既不毁灭也不被保全。因此他说得很好:我不愿探究属或种差是否存在,以免关于它们的教学显得繁复而令人生畏。然而有些人说:“怎么回事?难道属或种差是否存在当真受人怀疑,以至于他说能够通过探究它存在还是不存在而使之变得繁复吗?”我们回答说,古代人当中的确曾怀疑属和种是否存在;因为安提斯泰尼曾说既不存在属也不存在种;他说:“我看见人,却看不见人性;我看见马,却看不见马性;因而普遍者并不存在。”但这类话纯属无稽之谈;因为并非一切存在之物都落在感觉之下。按照这种说法,大多数存在之物便都不存在了;因为神圣之物并不落在感觉之下,然而它们却存在;而且依此而言,无论是有理性的、无理性的还是自然性的灵魂就都不存在了,因为它们不落在感觉之下。此外,人不应当完全信赖感觉;因为看啊,太阳在我们看来只有一尺大小,然而实际情况却表明它是地球的一百七十倍。
- 2.4.1οὗπερ γένεσις μὲν ἡ ἡμετέρα ἐπίνοια, φθορὰ δὲ ἡ ἡμετέρα λήθη
关系代词 οὗπερ 是属格,修饰表语名词 γένεσις 和 φθορά,分别作所有格或宾格性属格(“其生成……其毁灭……”),其先行词为省略在 ἐστίν 之后的补足语成分。
- 2.4.1τῶν πραγμάτων δεικνύντων αὐτὸν ἑκατονταεβδομηκονταπλασίονα τῆς γῆς ὑπάρχειν
短语 τῶν πραγμάτων δεικνύντων 构成具有让步意义的属格绝对结构(“虽然实际情况表明……”)。分词 δεικνύντων 支配带宾格的动词不定式结构(αὐτὸν ... ὑπάρχειν),其中作表语的倍数形容词 ἑκατονταεβδομηκονταπλασίονα 支配表示比较对象的属格 τῆς γῆς。
