- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:106.15-108.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫阐明古人运用晦涩旨在甄别真正的弟子与虚假的追随者,列举了鹰的雏鸟测试、毕达哥拉斯对梦的探问以及柏拉图的酒宴测试;随后逐句注解波菲利在导论中追求明晰并运用谦逊措辞的用意。
τελείοις οὖν περὶ τὴν ἀκρίβειαν τῶν θεωρημάτων καταγινομένοις ἡ Ὁμηρικὴ ποίησις πεποίηται.1 πεποίηται τοίνυν ἡ ἀσάφεια τῶν θεωρημάτων καὶ τῆς λέξεως, ἵνα τοὺς νόθους διακρίνῃ ἐκ τῶν γνησίων· ἄτοπον γάρ, εἰ τὰ ἄλογα ζῷα τὰ γνήσια γεννήματα διακρίνειν σπεύδει ἐκ τῶν νόθων, ὁ δὲ ἄνθρωπος οὐ ταὐτόν τι χαίρων ποιήσει ἔχων τὸν λόγον, ᾧ ῥυθμίζεται ἀνθρώπου φύσις· ὁ γοῦν ἀετὸς τὰ ἴδια τέκνα μαθεῖν σπεύδων εἰ γνήσιά εἰσιν ἀνταυγάζειν πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου ποιεῖ, καὶ εἰ μὲν γνήσια ᾖ, ἀκινήτοις ὀφθαλμοῖς δέχεται τὰς βολὰς τῶν ἀκτίνων, εἰ δὲ νόθα, οὐκ ἐνατενίζειν πρὸς τὴν ἔκλαμψιν τῶν ἀκτίνων οἷά τέ ἐστι, τὸ νόθον ἐκ τούτου ἐμφαίνοντα.2 τούτου οὖν χάριν οἱ παλαιοὶ τοὺς γνησίους βουλόμενοι ἐκ τῶν νόθων διακρίνειν ἀσάφειάν τινα ἐποίουν, ἵνα εἰ μέν τις γνήσιος ᾖ, τὴν ἀσάφειαν τῶν θεωρημάτων ἤτοι τῆς λέξεως μὴ εὐλαβούμενος ἑαυτὸν ἀπαγγέλλῃ γνήσιον εἶναι καὶ δι’ ἔρωτα τῶν λόγων κόπον καὶ πόνον φέρῃ (ὁ γὰρ γνήσιος ὅσον ὁρᾷ αὐξανομένην ἀσάφειαν, τοσοῦτον σπουδαίως καθοπλίζεται, ἵνα τὸ ξένον καὶ δυσχερὲς κατορθωσάμενος μέγιστος ἐν λόγοις ὀφθείη), εἰ δὲ νόθος εἴη, εὐθέως τὴν ἀσάφειαν ὁρῶν τὴν ἀπαλλαγὴν εὐκταίαν ἡγήσηται, ἔρωτα πρὸς τοὺς λόγους οὐδένα ἔχων, οὗ τὴν ἀπουσίαν καὶ παρουσίαν ὁ † βίος τὴν αὐτὴν ἡγήσεται. Ἀλλὰ μὴν καὶ τῶν τοιούτων ἥψατο Πυθαγόρας· οὗτος γὰρ μαθεῖν βουλόμενος τοὺς γνησίως καὶ νόθως ἔχοντας πρὸς τὸν ἑαυτῶν διδάσκαλον τοὺς νέους ἀεὶ ἠρώτα ποῖα ἂν ἴδοιεν ἐνύπνια, γινώσκων ἀπὸ τῶν μεθ’ ἡμέραν ἐνθυμήσεων καὶ κινήσεων γίνεσθαι τὰς νυκτερινὰς φαντασίας· εἴ τι γὰρ προἤρηται ἡ ψυχή, τοῦτο καὶ ἠρεμοῦντος τοῦ σώματος φαντάζεται. ἔλεγεν οὖν ὅτι εἰ γνησίως τις ἔχει πρὸς τὰ ἀναγνώσματα, δηλοῖ ἡ νυκτερινὴ φαντασία ἄγγελος οὖσα τῶν μεθ’ ἡμέραν βουλευμάτων. Πλάτων δὲ τὸ τοιοῦτον γνῶναι βουλόμενος οὐ μόνον δι’ ἀσαφείας τῶν θεωρημάτων ἀλλὰ καὶ διὰ συμποσίων τὴν πεῖραν ἐποιεῖτο, γινώσκων τότε τὸν ἐρωτώμενον τὸ ἀληθὲς ἐκφαίνειν, ὅταν ὁ οἶνος ἁπαλύνῃ τὴν καρδίαν καὶ πρὸς τὸ ψεῦδος κινεῖσθαι νωχαλὴν ἀπεργάσηται. ποῖον δὲ τούτων ἀκριβῆ τὴν ἀλήθειαν θηρᾶν ὑπονοήσεις; Πλάτωνα προδήλως, ὅτι εἰ μὲν ἀνοίκειον καὶ ἀλλότριον τῆς φιλοσοφίας ὑπάρχει τὸ συμποσίοις ἐμβυθίζεσθαι τὴν ψυχήν, ἀλλὰ ὁ οἶνος τὴν ἀλήθειαν τίκτει, ὅταν τὴν καρδίαν καὶ τὴν διάνοιαν ἁπαλύνῃ· τὰ γοῦν ἐνύπνια οὐ πάντως ἐκ τῶν νέων οὕτως ἀπαγγέλλονται, ὡς καὶ ὤφθησαν· πολλάκις γὰρ διά τινα λήθην ἢ πλέον λέγουσιν ἢ ἔλαττον ἢ τὰ πολλὰ ψεύδονται ἢ ἀλλάσσουσιν. ἐφ’ οἷς ἡ παροῦσα θεωρία.
因此,荷马的诗作是为那些完全成熟且从事于定理之严密性的人所作的。由此可见,定理和措辞的晦涩之所以被制造出来,是为了从真正者中甄别出非真正者;因为,倘若无理性的动物都竭力从非真正之后代中甄别出真正之后代,而人拥有规范人性的理性,却不欣然做同样的事,那是荒谬的。至少鹰为了竭力探知自己的雏鸟是否为真正之子,便使它们对着太阳的光芒注视;如果它们是真正之子,就以不眨动的眼睛承受光芒的照射;如果是非真正之子,便无法凝视光芒的闪烁,从而显明其非真正性。因此,古人为了从非真正者中甄别出真正者,便制造某种晦涩,以便如果某人是真正者,他不会畏惧定理或措辞的晦涩,而是表明自己是真正者,并因对言论的爱而承受辛苦与劳作(因为真正者越看到晦涩增加,就越发奋武装自己,以便通过克服生疏与困难,在言论上显得最为卓越);而如果他是非真正者,一见到晦涩就会立刻认为脱身是值得庆幸的,对言论毫无热爱,其不在与存在将被生活视作同一。不仅如此,毕达哥拉斯也涉及了此类事情;因为他想要知晓对自己的教师持真正态度和非真正态度的人,便总是询问年轻人做了什么样的梦,因为他知道夜间的表象源于白天的思虑和活动;因为凡灵魂预先选定之物,即便在肉体安静时,灵魂也会将其想象出来。因而他说,如果某人对所读之物持真正态度,夜间的表象作为白天谋划的信使便会显明这一点。然而柏拉图为了知晓此类事情,不仅通过定理的晦涩,而且通过酒宴来进行测试,因为他知道,当酒软化心灵并使之对走向虚假变得迟钝时,被询问者便会揭示真理。你会认为他们之中谁更准确地捕获了真理呢?显然是柏拉图;因为即便灵魂沉沦于酒宴对于哲学而言是不合宜且不相关的,但是当酒软化心灵与思惟时,它确实能产生真理;至少梦绝非总是按照被看见的模样由年轻人报告出来;因为他们常常由于某种遗忘,要么说得过多,要么说得过少,要么大多说了谎话或作了篡改。伴随这些,当前的理论考察[告一段落]。
p. 1,7 Σύντομόν σοι παράδοσιν ποιούμενος. Ὁρᾷς πῶς τὴν σαφήνειαν πανταχοῦ θέλει φυλάξαι· ὧδε γὰρ λέγων σύντομον ἐδήλωσεν ὅτι οὐ ποιεῖ ἀσάφειαν διὰ μῆκος φράσεως.
“为你作简要的传授”。 你看到他是如何在各处都想要保持明晰的;因为在这里说“简要的”,他表明了自己不因表述的冗长而制造晦涩。
p. 1,7 Πειράσομαι. Τὸ πειράσομαι αἰτιῶνται· τοῦτο γὰρ ἀλλότριον φιλοσόφου ὑπάρχει, τὸ ἐνδοιαστικῶς λέγειν τι. ἔχει δὲ ἀπολογίαν ὅτι μετριάζων τοῦτο λέγει, ὅπερ μᾶλλον πρέπει φιλοσόφῳ, ἢ ὅτι ὁ Χρυσαόριος μᾶλλον στρατηγίαις ἤπερ λόγοις σχολάζων οὐκ ἦν λογικὸς πάνυ, καὶ διὰ τοῦτο εἶπε πειράσομαι ἀντὶ τοῦ πεῖραν ποιήσομαι3 πρὸς τὴν σὴν φύσιν.
“我将尝试”。 人们指责“我将尝试”这个词;因为带着犹豫说出某事,对于哲学家是不相宜的。但这有一种辩护:他是出于谦逊而这样说的,这对于哲学家更为适宜;或者因为克律萨奥里奥斯更多地忙于军事指挥而非言论,并不十分擅长论辩,为此他说“我将尝试”,以代替“我将根据你的资质作出尝试”。
p. 1, 7 Ἐν εἰσαγωγῆς τρόπῳ. Καὶ ὧδε τὴν ἀσάφειαν φεύγει· ἐν γὰρ τῷ λέγειν ἐν εἰσαγωγῆς τρόπῳ ἔδειξεν ὅτι τὴν ποιότητα τῆς λέξεως ἄγνωστον οὐ ποιεῖ ὥσπερ τὸ ἐνσεσαγμένον· αἱ γὰρ εἰσαγωγαὶ δυσχερεῖς λέξεις οὐ θέλουσιν ἔχειν.
“以导论的样态”。 在此处他也避开了晦涩;因为在说“以导论的样态”时,他表明自己并没有像“塞饱的”那样使词语的性质变得晦涩不明;因为导论并不希望含有艰深的词语。
p. 1, 8 Τὰ παρὰ τοῖς πρεσβυτέροις ἐπελθεῖν. Τὰ παρακολουθήσαντα τοῖς φιλοσόφοις· ἐφυλάξατο γὰρ τὸ μὴ οἰκειοποιεῖσθαι τὰ ἀλλότρια. λέγει οὖν ὅτι οὐκ ἐμὰ λέγω, ἀλλ’ ἅπερ ὠφελήθην παρὰ τῶν πρεσβυτέρων, ταῦτα λέγω.
“考察长者们那里的内容”。 即伴随哲学家们的内容;因为他防备将他人的成果据为己有。因而他说:我所说的并非我自己的东西,而是我从长者们那里获益的内容,我才讲述这些。
p. 1, 8 Τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων. Ὁμοίως καὶ ὧδε τὴν ἀσάφειαν φεύγει· φησὶ γὰρ ὅτι τῶν δεινῶν καὶ ὑψηλῶν ζητημάτων ἀπέχομαι.
“避开较深奥的探究”。 同样,在此处他也避开了晦涩;因为他说:我避开可怕而高深的探究。
p. 1, 9 Τῶν δὲ ἁπλουστέρων συμμέτρως στοχαζόμενος. Τὸ στοχαζόμενος πάλιν αἰτιῶνται· οὐ δεῖ γὰρ ἐπ’ ἀμφιβόλῳ λέγειν τὸν φιλόσοφον. τοῦτο δὲ ἔχει ἀπολογίαν ὁμοίαν τῷ πρώτῳ, ἐπειδὴ μετριάζειν βούλεται.
“适度地瞄准较浅显的内容”。 人们再次指责“瞄准”这个词;因为哲学家不应当对存疑之事发言。但这与第一处有相似的辩护,因为他是想要保持谦逊。
- 2.3.1τελείοις οὖν περὶ τὴν ἀκρίβειαν τῶν θεωρημάτων καταγινομένοις ἡ Ὁμηρικὴ ποίησις πεποίηται
τελείοις ... καταγινομένοις 是依赖于被动完成时动词 πεποίηται 的利益与格(或施事与格),表述荷马的诗作是为那些致力于定理之严谨性的成熟之人而作的。
- 2.3.1τὸ νόθον ἐκ τούτου ἐμφαίνοντα
现在分词 ἐμφαίνοντα 为中性复数主格,与前文的 τέκνα(幼雏)性、数一致。它并不指代前一主句的主语(鹰),而是修饰紧邻的后件分句 οὐκ ἐνατενίζειν ... οἷά τέ ἐστι 的主语(非真正之后代)。
- 2.3.3ἀντὶ τοῦ πεῖραν ποιήσομαι
介词 ἀντί 支配定冠词属格 τοῦ,后者将直接引用的直陈式将来时从句 πεῖραν ποιήσομαι 实词化。这是注释中用以说明词句替换的常见句式(意为“代替:我将作出尝试”)。
