- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:105.6-106.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫从波菲利关于“简要的传授”之语出发,将著作中的晦涩划分为措辞上的晦涩与定理上的晦涩,对比了亚里士多德与柏拉图,并通过荷马的寓意和柏拉图的教育审慎,探讨了明智的作者们为何蓄意运用晦涩。
p. 1,7 Σύντομόν σοι παράδοσιν ποιούμενος. Ἐντεῦθεν τὸν τρόπον τῆς διδασκαλίας διδάσκει ὁ Πορφύριος· φησὶ γὰρ ὅτι δεινοῖς θεωρήμασιν οὐ βούλομαι ὁμιλεῖν· ἐκ τούτων γὰρ ἀσάφειά τις γίνεται. ἐπειδὴ δὲ ἐμνήσθημεν ἀσαφείας, φέρε διδάξωμεν πόθεν ἡ ἀσάφεια τίκτεται. γίνεται τοίνυν ἡ ἀσάφεια ἢ ἀπὸ τῆς λέξεως ἢ ἀπὸ τῶν θεωρημάτων. καὶ ἀπὸ μὲν θεωρημάτων, ὡς ἔχει τὰ Ἡρακλείτεια· ταῦτα γὰρ βαθέα καὶ δεινὰ ὑπάρχει· περὶ γὰρ τῶν συγγραμμάτων Ἡρακλείτου εἴρηται δεῖσθαι βαθέος κολυμβητοῦ. ἀπὸ δὲ λέξεως γίνεται διττῶς ἡ ἀσάφεια· ἢ γὰρ διὰ τὸ μῆκος τῆς φράσεως γίνεται ἀσάφεια, ὡς ἔχει τὰ Γαλήνεια (κἂν γὰρ εὐφραδῆ εἰσιν, ἀλλ’ οὖν διὰ τὸ μῆκος ἀσαφῆ εἰσιν), ἢ διὰ τὴν ποιότητα τῆς λέξεως, ὡς ἔχει τὰ Ἀριστογένεια· οὗτος γὰρ ‘καὶ ἡδὺν πόνον καὶ ἐνσεσαγμένον’ φησί, ποῖος δὲ πόνος ἡδὺς καὶ ἐνσεσαγμένος οὐκ οἴδαμεν. τί δαὶ ἀπὸ πολλῶν τοῦτο δεικνύειν ἐπιχειροῦμεν ἡμῶν εὐπορούντων τοῦτο αὐτὸ ἀπὸ τῶν ἀρχηγῶν καὶ προστατῶν τῆς φιλοσοφίας δεῖξαι, Πλάτωνός τε καὶ Ἀριστοτέλους;1 τούτων γὰρ ὁ μὲν εἷς τὴν ἀσάφειαν διὰ τῶν φράσεων ποιεῖν ἐπετήδευσεν, ὁ δὲ ἕτερος διὰ τῶν θεωρημάτων· τὰ μὲν γὰρ Ἀριστοτελικὰ θεωρήματα εὐχερῆ εἰσιν, ἡ δὲ φράσις δύσκολος. ἀμέλει εἰ νοήσεις τί ἐστιν ἐντελέχεια καὶ ποσὸν καὶ δύναμις, ἡδέα καὶ εὐχερῆ φαίνεταί σοι τὰ λεγόμενα· ὥστε οὖν ἡ φράσις ἐστὶ δυσχερής. τὰ δὲ Πλατωνικὰ θεωρήματα πάνυ τι δύσκολά εἰσι καὶ δυσχερῆ καὶ ἁπλῶς εἰπεῖν πάσῃ δόξῃ σχεδὸν ἑπόμενα (ὅτι δέ ἐστι τοῦτο ἀληθές, σαφὲς ἐκ τοῦ δύνασθαι ἑκάστην ἐξήγησιν ἁρμόζειν αὐτὰ πρὸς ἃ βούλεται), ἡ δὲ φράσις εὐχερὴς καὶ ὁμαλὴ καὶ ἁπλῶς εἰπεῖν Πλατωνική. Ἐπειδὴ δὲ οὐχ οἱ τυχόντες ἄνδρες ἀσάφειαν ποιεῖν ἐν τοῖς ἰδίοις συγγράμμασιν ἐπετήδευον, φέρε μάθωμεν τίνος χάριν τῆς ἀσαφείας αὐτοῖς μελέτη γέγονεν· οὔτε γὰρ ὁ θεὸς οὔτε ἡ φύσις οὔτε ἔμφρων ἀνὴρ μάτην τι ἐργάζεται. εἰ οὖν καὶ ἔμφρονες ἄνδρες τοῦτο ἐπετήδευον ἐργάζεσθαι, σαφὲς ὅτι πάντως διὰ τὶ τοῦτο ἐπετήδευον· οὕτω γὰρ καὶ ὁ Ὅμηρος διὰ μύθων τὴν ἰδίαν φιλοσοφίαν ἐδίδαξε· τούτου δὲ πρὸς τὴν φράσιν προσέχων τις οὐ δύναται τὰ βάθη τῆς διανοίας καταλαβεῖν· ἄλλα γὰρ τὰ φρασθέντα καὶ ἄλλα τὰ μεθερμηνευόμενα κατὰ ἀλληγορίαν. περὶ τούτου δὲ Ἀπολλώνιος ὁ Τυανεὺς ἔφη ‘ὁ πάντα εἰπὼν καὶ πάντα σιγήσας’. διὰ τοῦτο γινώσκων ὁ Πλάτων τὸ βάθος τῶν θεωρημάτων ποικίλον παρεκελεύετο μὴ ἀναγινώσκειν τοὺς νέους τὸν Ὅμηρον, ἵνα μὴ τῇ φράσει προσέχοντες οἰηθῶσι εἶναι τὸν νοῦν κατὰ τὴν φράσιν καὶ οὕτως ἐπιμείνωσιν ἔχοντες·2 ἀγαπᾷ γὰρ τῶν νέων ἡ ἀκοὴ σώζειν τῶν οἰκείων διδασκάλων τὴν φωνήν· νομίζει γὰρ ἀληθῆ λέγειν αὐτὸν ἄνδρα θεὸν τρῶσαι,3 καὶ πολλάκις τοῦτο οὕτως ἔχειν οἰόμενος ταῦτα διαπράξασθαι βουληθείη.
“为你作简要的传授”。从这里开始,波菲利教导了教学的方式;因为他说“我不想与可怕的定理交往”;因为从这些之中会产生某种晦涩。既然我们提到了晦涩,来吧,让我们教导晦涩从何而生。晦涩要么源于措辞,要么源于定理。源于定理的,如赫拉克利特的著作那样;因为这些著作深奥而可怕;关于赫拉克利特的著作,人们曾说需要一位深水潜水夫。而源于措辞的晦涩有两种方式:要么由于表述的冗长而产生晦涩,如盖伦的著作那样(因为即便它们言辞优美,但无论如何由于冗长而是晦涩的),要么由于词语的性质,如阿里斯托革涅斯的著作那样;因为他说“既甜蜜又塞饱的辛劳”,但什么样的辛劳既甜蜜又塞饱,我们并不知道。既然我们有充分的可能从哲学的首领和护卫者柏拉图和亚里士多德身上表明这一点,我们为何还要尝试从许多其他人身上来表明这一点呢?因为在他们之中,一人习惯于通过表述来制造晦涩,另一人则通过定理;亚里士多德的定理是浅显的,但表述是困难的。事实上,如果你领会了什么是现实、量和潜能,所说的内容对你而言就会显得惬意而浅显;所以困难的是表述。而柏拉图的定理则极其困难且不易把握,简而言之几乎随顺每一种见解(这一点是真实的,从每种解释都能将它们适合于自己所愿之物这一点即可明白),但其表述浅显而平顺,简而言之就是柏拉图式的。 然而,既然不是泛泛之辈习惯于在自己的著作中制造晦涩,来吧,让我们知晓他们是为了什么缘故用心于晦涩;因为无论是神、自然还是明智之人,都不会徒然做任何事。那么,如果明智之人也习惯于做这件事,显然他们必定是出于某种理由才习惯于此;因为荷马也是这样通过神话教导了他自己的哲学;但是注意其表述的人无法领会其思想的深处;因为所表述的内容是一回事,而按寓意阐释的内容是另一回事。关于他,提亚纳的阿波罗尼乌斯曾说:“他是说出了一切又对一切保持沉默的人”。为此,柏拉图知晓定理的深度是多样的,劝告年轻人不要阅读荷马,以免他们因着眼于表述而以为思想就如表述一般,并持续处于这种状态;因为年轻人的听觉喜欢保留他们自己教师的声音;因为[年轻人]认为他说的是真话,即一个人刺伤了一位神,并且常常认为事情正是如此,便可能意图施行这些事。
- 2.3.1ἀπὸ τῶν ἀρχηγῶν καὶ προστατῶν τῆς φιλοσοφίας δεῖξαι, Πλάτωνός τε καὶ Ἀριστοτέλους
属格 Πλάτωνός τε καὶ Ἀριστοτέλους 与前置词短语 ἀπὸ τῶν ἀρχηγῶν καὶ προστατῶν 中的属格名词构成同位语。整个句子是一个带有属格独立结构(ἡμῶν εὐπορούντων δεῖξαι)的修辞性疑问句。
- 2.3.1καὶ οὕτως ἐπιμείνωσιν ἔχοντες
虚拟式 ἐπιμείνωσιν 在 ἵνα μή 从句中与 οἰηθῶσι 并列。分词 ἔχοντες 与副词 οὕτως 构成不及物习语(οὕτως ἔχω,“处于这种状态”),作为补充分词与 ἐπιμένω 连用,意为“持续处于这种状态”。
- 2.3.1νομίζει γὰρ ἀληθῆ λέγειν αὐτὸν ἄνδρα θεὸν τρῶσαι
嵌套的不定式复合结构:动词 νομίζει(主语指代年轻人,呼应前文的 τῶν νέων)支配以 αὐτόν(= 荷马)为主语的不定式 λέγειν,后者进一步支配不定式从句 ἄνδρα θεὸν τρῶσαι(“凡人伤害了神”,其中 ἄνδρα 为不定式主语,θεόν 为宾语)。
