- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:103.31-105.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫给出了在前提和三段论中逻辑学分析的具体实例,解释了波菲利为何略去分析法,并解决了关于“既然是有用的”这一用语及其与“必然的”之关系的疑难。
καὶ ἐν μὲν προτάσεσιν, ὅταν τὴν δοθεῖσαν πρότασιν ἀναλύῃ εἰς τοὺς ὅρους, οἷον ‘Σωκράτης φιλοσοφεῖ’. ταύτην τὴν πρότασιν ἀναλύει εἰς τὸ ‘Σωκράτης’ καὶ εἰς τὸ ‘φιλοσοφεῖ’ καὶ λέγει ὅτι τὸ μὲν ‘Σωκράτης’ ὄνομά ἐστι τὸ δὲ ‘φιλοσοφεῖ’ ῥῆμα. ἐν δὲ συλλογισμοῖς, ὡς ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον (ὅταν κατὰ σύνθεσιν ἀγορεύηται τὸ προκείμενον)1 καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, οἷον εἰ ἀθάνατός ἐστιν ἡ ψυχή (τοῦτο τὸ ζητούμενον λαμβάνομεν ὡς ὁμολογούμενον, ἐπειδὴ ἀθάνατός ἐστιν ἡ ψυχή), εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων, εἰ δὲ εἰσὶν ἀμοιβαί, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια, εἰ δὲ εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια, ἔστι τὸ δικαζόμενον, εἰ δὲ ἔστι τὸ δικαζόμενον, ἔστιν ἄρα καὶ ὁ δικάζων, εἰ δὲ ἔστι δικαστής, ἔστι καὶ προνοητὴς καὶ πρόνοια. καὶ ὅρα πῶς κατηντήσαμεν εἰς τὴν πρόνοιαν, ἥτις ὁμολογεῖται παρὰ πᾶσιν οὖσα. ὅθεν πάλιν κατὰ σύνθεσιν λέγω· ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, δῆλον ὅτι εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια, εἰ δὲ εἰσὶ ταῦτα, δῆλον ὅτι καὶ ἀμοιβαὶ φαύλων καὶ ἀγαθῶν πράξεων, εἰ δὲ εἰσὶν ἀμοιβαί, ἔστι τὸ κρινόμενον, εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή. διὰ τί οὖν εἴασε καὶ ταύτας τὰς ἀναλυτικάς; καὶ λέγομεν ὅτι εἰρηκὼς τὴν διαίρεσιν καὶ τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν συμπεριέλαβε καὶ τὴν ἀνάλυσιν· πανταχοῦ γὰρ θεωρεῖται· ἐν μιᾷ γὰρ ἑκάστῃ νοεῖται· ὅπου γὰρ σύνθεσις, πάντως ἔστιν ἐκεῖ καὶ ἀνάλυσις· ἔστι δὲ ἐν πᾶσι σύνθεσις. ἄλλως τε δὲ εἰρηκὼς τὴν διαίρεσιν καὶ τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν πολλῷ μᾶλλον τὴν ἀνάλυσιν ἐδίδαξε· διὰ γὰρ τὴν ἀνάλυσιν καὶ αὗται λαμβάνονται· ἀμέλει ὡς αὐτῆς τιμιωτέρας οὔσης ἐξ αὐτῆς τὴν ἐπιγραφὴν ἐποίησεν ὁ Ἀριστοτέλης, καίτοι περὶ πασῶν διαλαβών, τὰ Ἀναλυτικά. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· αἱ προκείμεναι φωναὶ καθολικαί εἰσιν, ὡς εἴρηται· ἡ οὖν ἀνάλυσις οὐ μόνον τῶν καθόλου ἐστὶν ἀλλὰ καὶ τῶν καθ’ ἕκαστα· δύναμαι γὰρ ἀναλύειν τὸν Σωκράτην εἰς ψυχὴν καὶ σῶμα. ἐπειδὴ οὖν καὶ τῶν καθ’ ἕκαστά ἐστιν ἀνάλυσις, αἱ δὲ προκείμεναι φωναὶ τῶν καθόλου εἰσί, πολλάκις οὐκ ἠνέσχετο τὴν ἀναλυτικὴν ἀριθμῆσαι. Ἰστέον δὲ ὅτι ὧδε τὸ λεῖπον τοῦ χρησίμου εἰσφέρει. ἀποροῦσι δέ τινες λέγοντες διὰ τί λέγει χρησίμης οὔσης, καίτοι ἐδείχθη ὡς τὸ χρήσιμον παραίτησιν ἐπιδέχεται καὶ διὰ τοῦτο τὸ ἀναγκαῖον ἀντ’ αὐτοῦ ἔταξε. λέγομεν δὲ ὅτι δύναται ὧδε νοεῖσθαι τὸ χρήσιμον ἀναγκαῖον· φέρεται γὰρ τὸ χρήσιμον καὶ ἐπὶ τοῦ ἀναγκαίου· ὥσπερ γὰρ τὸ ὄνομα φέρεται καὶ ἐπὶ ῥήματος καὶ συνδέσμου (ταῦτα δὲ λέγομεν ὀνόματα καθὸ ὀνομάζονται, κυρίως δὲ αὐτὸ τὸ ὄνομα ὄνομα λέγεται), οὕτως καὶ τὸ χρήσιμον φέρεται καὶ ἐπὶ τοῦ ἀναγκαίου· χρήσιμον δὲ κυρίως λέγεται τὸ παραίτησιν ἐπιδεχόμενον. ἄλλως τε δέ φαμεν ὅτι δικαίως μὲν ἐκεῖ ἀναγκαῖον λέγει ὧδε δὲ χρήσιμον, ἐπειδὴ τῶν πέντε φωνῶν αἱ μέν εἰσιν οὐσιώδεις αἱ δὲ ἐπουσιώδεις. αἱ μὲν οὖν οὐσιώδεις ἀναγκαῖαί εἰσιν εἰς ὁρισμοὺς καὶ εἰς ἀποδείξεις, αἱ δὲ ἐπουσιώδεις χρήσιμοι, ἐπειδὴ αἱ ὑπογραφαὶ ἐκ τῶν ἐπουσιωδῶν προέρχονται. ἀφορῶν οὖν πρὸς τὰς οὐσιώδεις φωνὰς εἶπεν ἀναγκαίου, ἀφορῶν δὲ πρὸς τὰς ἐπουσιώδεις εἶπε χρησίμης.2 ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.
在前提中,是指当人们把所给出的前提分解为诸词项时,例如“苏格拉底从事哲学”。他把这个前提分解为“苏格拉底”和“从事哲学”,并且说“苏格拉底”是名词,而“从事哲学”是动词。另一方面,在三段论中,是指当我们把所探究的事物作为已被赞同之物接受(每当所提出的命题按综合的方式陈述时),并最终达到某种被赞同之物时;例如,如果灵魂是不死的(我们把这件所探究的事物作为被赞同之物接受,因为灵魂是不死的),那么对卑劣和善良的行为就存在奖惩;如果存在奖惩,就存在地下法庭;如果存在地下法庭,就存在受审判者;如果存在受审判者,因此也就存在审判者;如果存在审判者,也就存在眷顾者和摄理。你看我们是如何达到了摄理,而摄理是所有人一致赞同存在的。由此我再次按综合的方式说:既然存在摄理和审判者,显然存在地下法庭;如果这些存在,显然对卑劣和善良的行为也存在奖惩;如果存在奖惩,就存在受审判者;如果存在受审判者,因此灵魂是不死的。那么,为什么他也舍弃了这些分析方法呢?我们回答说,通过述及划分、定义与证明,他也已经连带包含了分析;因为在任何地方都可以观察到它,它在它们每一个之中都被构想;因为凡有综合的地方,无论如何那里也有分析,而在所有这些之中都有综合。此外,通过述及划分、定义与证明,他更是教导了分析;因为正是通过分析,这些也被把握。事实上,正因为分析更为崇高,亚里士多德尽管论述了所有这些方法,却依它取名为《分析篇》。也可以换一种方式说:正如已经说过的,所提出的诸名称是普遍的;然而分析不仅属于普遍者,也属于个别者;因为我可以把苏格拉底分解为灵魂和身体。因此,既然分析也属于个别者,而所提出的诸名称属于普遍者,他或许便不忍心将分析法列举在内。 但必须知晓的是,在这里他补足了关于“有用”所遗漏的部分。有些人提出疑难说:为什么他说“既然是有用的”,尽管已经表明有用的东西允许免除(并非不可或缺),并且因此他曾用“必然的”来替代它?我们回答说,这里的“有用”可以被理解为“必然的”;因为“有用的”也可以用于“必然的”。正如“名词”既可以用于动词,也可以用于连词(我们称这些为名词,仅就它们被命名而言,但严格说来唯有名词本身才被称为名词),同样,“有用的”也可以用于“必然的”;但严格说来,允许免除的才被称为“有用的”。此外我们还说,他在那里说“必然的”而在这里说“有用的”都是合理的,因为在这五种名称中,有些是本质性的,有些是偶性上的。因此,本质性的名称对于定义和证明是必然的,而偶性上的名称是有用的,因为描述性定义正是出于偶性上的名称。因此,着眼于本质性的诸名称,他说了“必然的[之事物的考察]”,而着眼于偶性上的诸名称,他说了“[既然是]有用的”。本次讲课至此结束。
- 2.2.5ὅταν κατὰ σύνθεσιν ἀγορεύηται τὸ προκείμενον
该括号内的条件从句是一个说明性插入成分,用以说明三段论分析的前提条件(即所提出的命题按词项的肯定性综合方式陈述时)。它修饰紧接在前的“把所探究的事物作为已被赞同之物接受”。
- 2.2.5ἀφορῶν οὖν πρὸς τὰς οὐσιώδεις φωνὰς εἶπεν ἀναγκαίου, ἀφορῶν δὲ πρὸς τὰς ἐπουσιώδεις εἶπε χρησίμης
属格 ἀναγκαίου 和 χρησίμης 并非动词 εἶπεν 的普通语法宾语,而是对波菲利原文词句的直接引述(前文中出现的 ἀναγκαίου 与题旨中的 χρησίμης οὔσης)。在此作为所提及的词语本身来理解。
