← 无敌的戴维

波菲利《导论》评注

§102.17-103.30

四种辩证方法及其顺序之考察

大卫基于波菲利的语句,定义并举例阐释了四种辩证方法(划分、定义、证明与分析),随后探讨了两个疑难:为何波菲利将定义置于划分之前,以及为何未曾提及分析法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.5#1

p. 1,5 Εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας.1 Μάθωμεν οὖν τί ἐστι διαίρεσις καὶ ὁρισμὸς καὶ ἀπόδειξις καὶ ἀνάλυσις καὶ οὕτως ἐπὶ τὴν ἐξήγησιν χωρῶμεν. διαίρεσίς ἐστιν ἡ ἀπὸ γένους ἐπὶ εἶδος χωροῦσα, οἷον οὐσία εἰς σῶμα καὶ ἀσώματον καὶ τὰ ἑξῆς, ὁρισμός ἐστιν ὁ ἐκ γένους καὶ συστατικῶν διαφορῶν συνιστάμενος, ἀπόδειξίς ἐστιν ἡ διὰ συλλογισμῶν καὶ προτάσεων γινομένη, † τὸ ὂν ποτὲ μὲν ἀγαθὸν δεικνῦσα ποτὲ δὲ κακόν. κακὸν μὲν οὖν οὕτως· ἡ ἡδονὴ σύνεστι τῇ οἰκείᾳ λύπῃ, τὸ δὲ λυποῦν κακόν, ἡ ἡδονὴ ἄρα κακόν. πῶς δὲ σύνεστιν ἡ ἡδονὴ τῇ λύπῃ; ἐπειδὴ εἰ μὴ πρότερον διψήσεις, οὐχ ἡδὺ ποτοῦ μεταλαβεῖν, εἰ μὴ πρότερον πεινήσεις, οὐχ ἡδὺ βρώσεως μεταλαβεῖν. τὸ δὲ θαυμαστόν, ὅτι ἐναντίως ἔχοντα τὰ τοιαῦτα ἀλλήλοις συναυξάνονται καὶ συμμειοῦνται· ὅσον γὰρ διψῇς, τοσοῦτον ποτοῦ μεταλαμβάνειν ἡδύ. ἀγαθὸν δὲ δεικνύει τὴν ἡδονὴν οὕτως· ἡ ἡδονὴ ἐφετόν, τὸ ἐφετὸν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν. εἰ δὲ εἴποι τις ‘τί οὖν; τὸ ἥδεσθαι μοιχεύειν ἢ κλέπτειν ἀγαθόν ἐστι;’ φαμὲν ὅτι ἐκείνῳ τῷ ταῦτα μελετῶντι ἀγαθὸν φαίνεται τῇ ἀλόγῳ δόξῃ ἑπομένῳ. ἀναλυτικὴ δὲ ἡ ἀναλύουσα τὴν σύνθεσιν· οἷον τὸ ζῷον λογικὸν θνητὸν δηλοῖ τὸν ἄνθρωπον, ἀναλύει δὲ αὐτὸν εἰς λογικὸν ζῷον καὶ εἰς ἄλογον ζῷον καὶ εἰς τὰ τοιαῦτα. εἴπομεν δὲ ἀνωτέρω πῶς ἐξ ἐναντίας φέρεται πρὸς τὰς ἄλλας τρεῖς διαλεκτικὰς μεθόδους. χωρὶς δὲ ταύτης οὐδεμία συνίσταται τέχνη· θὲς γὰρ οἶκον εἶναι τελείως ἔχοντα τὰ οἰκεῖα, τοῦτον δὲ ἀναλύεις ἀπὸ τῆς στέγης κατιὼν ἐπὶ τοὺς θεμελίους· εἰ δὲ κατὰ σαυτὸν ἐνθυμηθῇς ὅτι δεῖ σε ὀροφῶσαι οἶκον, διὰ τὴν στέγην καὶ τοὺς τοίχους ἐπινοεῖς καὶ διὰ τοὺς τοίχους τοὺς θεμελίους. ὥστε οὖν αὕτη ἐστὶν ἡ συνιστῶσα τὴν τέχνην. Ἀποροῦσι δέ τινες λέγοντες διὰ τί τῆς διαιρέσεως προέταξε τὸν ὁρισμόν, καίτοι ἐδείχθη ὅτι θέλει ἡ διαίρεσις τοῦ ὁρισμοῦ προτερεύειν. καί τινες ὑπὲρ τούτου ἀπολογοῦνται ὅτι διὰ τοῦτο προέταξε τὸν ὁρισμόν, ὅτι δι’ αὐτοῦ πανταχοῦ ὁρίζει τὴν φύσιν τῶν προκειμένων φωνῶν καὶ πάνυ αὐτοῦ δέεται. τινὲς δὲ πρὸς τούτους ἀντιλέγοντές φασιν ὅτι οὐχ οὕτως· καὶ γὰρ ὁμοίως πανταχοῦ διαιρεῖ τὰς προηγουμένας φωνὰς καὶ δέεται τῆς διαιρέσεως. κακῶς δὲ οὗτοι ἐλάβοντο τῶν πρώτων·2 οὔτε γὰρ εἰρηκότες ὅτι πάνυ δεόμενος τοῦ ὁρισμοῦ αὐτὸν προέταξε, λέγουσιν ὅτι οὐ δέεται τῆς διαιρέσεως. διὰ δὲ τὸ μᾶλλον αὐτὸν προέταξεν· οὐδὲ γὰρ διὰ τῆς διαιρέσεως δηλοῖ ἡμῖν τὴν φύσιν ὡς ἐν τῷ ὁρισμῷ. Πάλιν ἀποροῦσί τινες λέγοντες διὰ τί τῆς ἀναλυτικῆς οὐκ ἐμνημόνευσε. καί φασί τινες ὅτι αὕτη ἡ ἀναλυτικὴ μέθοδος φυσική τίς ἐστιν, οἷον ἡ ἀναλύουσα τὰ φυσικὰ πράγματα, ὅτι ὁ ἄνθρωπος σύγκειται ἐκ τεσσάρων χυμῶν, οἱ χυμοὶ ἐκ τῶν τροφῶν, αἱ τροφαὶ ἐκ τῶν καρπῶν, οἱ καρποὶ ἐκ τῶν φυτῶν, τὰ φυτὰ ἐκ τῶν τεσσάρων στοιχείων, τὰ τέσσαρα στοιχεῖα ἐξ ὕλης καὶ εἴδους. λέγομεν πρὸς τοῦτο ὅτι τριττὴ ἡ παρὰ τοῖς φιλοσόφοις ἀνάλυσις· ἔστι γὰρ ἢ φυσικὴ ἢ λογική, καὶ αὕτη διττή. καὶ φυσικὴ μὲν ἐστιν οἷον εἴπομεν τρόπον. λογικὴ δὲ ἢ ἐν προτάσεσιν ἢ ἐν συλλογισμοῖς.

“无论是为了给出定义,还是总的来说为了关于划分与证明的事项,对这些概念的考察都是有用的”。 因此,让我们先了解何为划分、何为定义、何为证明以及何为分析,然后这样进入阐释。划分是从属走向种的,例如实体分为物体与非物体,等等;定义是由属和构成性种差所组成的;证明是通过三段论和前提而生成的,它时而显示该事物为善,时而显示其为恶。那么,显示其为恶是如下这样:快感伴随着其特有的痛苦,而致痛者是恶,因此快感是恶。快感如何伴随着痛苦呢?因为如果不是先口渴,饮用饮料就不是快乐的;如果不是先饥饿,进食食物就不是快乐的。令人惊奇的是,此类彼此对立的事物竟一同增加并一同减少;因为你有多渴,饮用饮料就有多么快乐。另一方面,它如下这样显示快感为善:快感是受追求之物,受追求之物是善,因此快感是善。但若有人说:“那么怎样呢?乐于通奸或偷窃是善吗?”我们回答说,对于从事这些事情的人而言,因为盲从于无理性的意见,这显现为善。分析法则是分解复合之物的方法;例如,“有理性的能死的动物”表示人,它将人分解为有理性动物和无理性动物及诸如此类之物。我们在上面已经讲过它是如何与其他三种辩证方法反向而行的。而且离开这种方法,任何技艺都无法确立;因为设想有一座完全具备其固有部分的房屋,你从屋顶向下分解它直到地基;但若你在心中思量你必须为房屋盖顶,为了屋顶你便构想出墙壁,为了墙壁便构想出地基。所以,正是这个构成了技艺。 然而有些人提出疑难说:为什么他把定义置于划分之前,尽管已经表明划分应当先于定义?有些人为此辩护说,他之所以把定义置于前面,是因为他到处都借助它来定义所提出的诸名称的本性,并且非常需要它。但反对他们的一些人说,并非如此;因为他同样到处划分首要的名称,并且需要划分。然而这些后继者对前者的反驳是不恰当的;因为他们说他因极为需要定义而将其置于前面,并不是说他不需要划分。而是因为更需要它,他才将其置于前面;因为即便通过划分,他也无法像在定义中那样向我们阐明本性。 又有某些人提出疑难说:为什么他没有提及分析法?有些人说,这种分析方法是某种自然学的方法,例如分解自然事物:人由四种体液构成,体液由食物构成,食物由果实构成,果实由植物构成,植物由四元素构成,四元素由质料和形式构成。对此我们说,在哲学家那里,分析有三种;因为它要么是自然学的,要么是逻辑学的,而后者又有两种。自然学的分析正是我们所说的那种方式;而逻辑学的分析要么在前提中,要么在三段论中。

语法注2 条
  1. 2.2.5χρησίμης οὔσης τῆς τούτων θεωρίας

    属格独立结构。主语为 ἡ τούτων θεωρία,与表语分词 χρησίμης οὔσης 一同表示原因,其中 χρησίμης 支配前述介词短语(εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν...)。

  2. 2.2.5κακῶς δὲ οὗτοι ἐλάβοντο τῶν πρώτων

    中动不定过去时动词 ἐλάβοντο(源自 λαμβάνομαι)支配属格补足语 τῶν πρώτων,意为“抓住……的过错、非难、指责”。此处指后一批反驳者(οὗτοι)不恰当地指责了前一批解释者(τῶν πρώτων)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:102.17-103.30