← 无敌的戴维

波菲利《导论》评注

§101.24-102.16

致克律萨奥利奥的题献与著作的有用性

大卫阐释了《导论》开端的题献(致克律萨奥利奥)与有用性的陈述(对亚里士多德《范畴篇》及整个哲学的助益),解释了波菲利为何添加“亚里士多德那里的”这一限定,以及为何将有用性置于著作的目的之前。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2.2

p. 1,3 Χρυσαόριε. Ἴσμεν αὐτοῦ φίλον εἶναι τὸν Χρυσαόριον, πρὸς ὃν ἐξεφώνησε τὸ παρὸν σύγγραμμα.

“克律萨奥利奥啊”。我们知道克律萨奥利奥是他的朋友,他向其公布了当前的这部著作。

§2.2.3

p. 1,3 Καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει Κατηγοριῶν διδασκαλίαν. Ὧδε τὸ πλεῖστον μέρος τοῦ χρησίμου ἐμφαίνει· καὶ γὰρ καὶ εἰς τὰς Κατηγορίας φησὶ συμβάλλεσθαι καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν· τοῦτο γὰρ δηλοῖ ὁ καί σύνδεσμος. σαφὲς δέ ἐστι καθὸ εἰς τὰς Κατηγορίας φησίν, ἀσαφὲς δὲ καθὸ ὁ καί σύνδεσμος ἔξωθεν δηλοῖ1 πᾶσαν τὴν φιλοσοφίαν. ζητοῦσι δέ τινες διὰ τί εἰρηκὼς τῶν Κατηγοριῶν λέγει τῶν παρὰ Ἀριστοτέλει· ἤρκει γὰρ τῶν Κατηγοριῶν εἰπεῖν. καί τινές φασιν ὅτι πρὸς ἀντιδιαστολὴν ἄλλων εἶπε παρὰ Ἀριστοτέλει· βούλεται γὰρ δεῖξαι ὅτι συμβάλλεται εἰς τὰς Κατηγορίας Ἀριστοτέλους καὶ οὐκ ἄλλων· ἔγραψε γὰρ καὶ Θεόφραστος καὶ Εὔδημος περὶ κατηγοριῶν κατὰ μίμησιν τοῦ οἰκείου διδασκάλου. κακῶς δὲ οὗτοι ἐπελύσαντο· εἰ γὰρ ἅπαξ συμβάλλεται ταῖς Κατηγορίαις Ἀριστοτέλους, καὶ πάσαις ταῖς Κατηγορίαις συμβάλλεται. τοῦτο δὲ ἔδει εἰπεῖν ὅτι ἐκ τοῦ μείζονος θέλει δεῖξαι ὅτι πάσαις ταῖς Κατηγορίαις συμβάλλεται, εἰ καὶ ταῖς Ἀριστοτέλους.2 ζητοῦσι δὲ διὰ τί τὸ πλεῖστον μέρος τοῦ χρησίμου προέταξε τοῦ σκοποῦ. φαμὲν δὲ ὅτι τοῦτο ἐποίησε Πλάτωνι παρακολουθῶν παρακελευομένῳ προτάττειν τὸ χρήσιμον, ἵν’, ὡς εἴπομεν ἀνωτέρω, διὰ τοῦ χρησίμου θαῦμα ἡμῖν ἐπέλθῃ, ἐκ δὲ τοῦ θαύματος ζήτησις, ἐκ δὲ τῆς ζητήσεως τὸ φιλοσοφεῖν.

“并且为了亚里士多德那里的《范畴篇》的讲授”。在这里他揭示了有用性的最主要部分;因为他说它不仅对《范畴篇》有所助益,而且对整个哲学也有所助益;因为连词“καί(并且/也)”正标示了这一点。在他说到“为了《范畴篇》”这一点上是明确的,但在连词“καί”从外在(言外)标示了整个哲学这一点上则是不明确的。又有些人探究,为什么在说了“《范畴篇》的”之后,他又说“亚里士多德那里的”;因为单说“《范畴篇》的”就已经足够了。有些人说,他说“亚里士多德那里的”是为了与其他人的著作相对立区分;因为他想表明它是对亚里士多德的《范畴篇》、而非其他人的有所助益;因为泰奥弗拉斯托斯和欧德谟也曾效仿他们自己的老师撰写了关于范畴的著作。但这些人解决得并不恰当;因为如果它一旦对亚里士多德的《范畴篇》有所助益,它也就对一切《范畴篇》有所助益。应当说的是:他想以大见小(举重明轻)地表明,如果甚至对亚里士多德的《范畴篇》有所助益,它就对一切《范畴篇》都有所助益。他们还探究,为什么他把有用性的最主要部分置于目的之前。对此我们说,他是遵循劝诫将有用之物置于前面的柏拉图而这样做的,正如我们在上面所说的那样,是为了通过有用之物使惊异临到我们,由惊异产生探求,而由探求产生哲学思考。

§2.2.4

p. 1,4 Τοῦ γνῶναι τί γένος τί διαφορὰ τί εἶδος τί ἴδιον καὶ τί συμβεβηκός. Τούτων τὴν τάξιν ἀνωτέρω εἴπομεν.

“为了知晓何为属、何为种差、何为种、何为固有属性以及何为偶性”。关于它们的次序,我们在上面已经谈过。

语法注2 条
  1. 2.2.3ἔξωθεν δηλοῖ

    副词 ἔξωθεν(“从外在/从言外”)表示某事并未作为明确词句出现于文本中,而是通过连词 καί 的含蓄力量从外部/言外被提示出来。

  2. 2.2.3ἐκ τοῦ μείζονος θέλει δεῖξαι ὅτι πάσαις ταῖς Κατηγορίαις συμβάλλεται, εἰ καὶ ταῖς Ἀριστοτέλους

    介词短语 ἐκ τοῦ μείζονος 意为“从更大者出发”,即逻辑上的举重明轻(a fortiori)推论法。后半句 εἰ καὶ ταῖς Ἀριστοτέλους(“如果甚至[有助于]亚里士多德的著作”)是省略了动词 συμβάλλεται 的条件分句(καί 为副词“甚至/也”),表示既然连最具权威和难度的亚里士多德《范畴篇》都能得其助益,那么其他人的著作(较小者)自然更不在话下。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:101.24-102.16