- 底本
- David, In Porphyrii Isagogen Commentarium. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 80-219. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg002.humanitext-grc1:99.30-101.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫讨论了波菲利《导论》的开篇短语“既然是必要的”(Ὄντος ἀναγκαίου),通过指出“存在者”是由单一者而来的概念反驳了其为同名异义词的质疑,从普遍性、避免元音冲突以及最属类概念的角度解释了词序,并运用两种划分论证了波菲利为何选用“必要的”而非“善的”或“有用的”。
p. 1,3 Ὄντος ἀναγκαίου. Τινὲς αἰτιῶνται τὴν ἀρχὴν ὡς κακῶς ἔχουσαν· φασὶ γάρ· εἰ τὸ ὂν ὁμώνυμόν ἐστι, τὸ δὲ ὁμώνυμον ἀόριστον, ἀόριστον ἄρα τὸ ὄν· οὐ δεῖ δὲ τὴν ἀρχὴν ἀπὸ ἀορίστων ποιεῖσθαι. πρὸς δὲ τοῦτό φαμεν ὅτι οὐκ ἔστιν ὁμώνυμον τὸ ὄν, ὡς καὶ ἤδη ἐδείχθη ἐν τοῖς προτέροις, ἀλλ’ ἀφ’ ἑνός·1 τίνα δέ εἰσι τὰ ἀφ’ ἑνός, τελείως ἐν ταῖς Κατηγορίαις εἰσόμεθα. ἔτι δέ φασιν· διὰ τί οὐ προέταξε τὸ ἀναγκαῖον τοῦ ὄντος; καὶ λέγομεν πρὸς τοῦτο τρεῖς αἰτίας· πρῶτον μὲν ὅτι ὡς καθολικώτερον τὸ ὂν τοῦ ἀναγκαίου προέταξεν· εἴ τι μὲν γὰρ ἀναγκαῖον, τοῦτο καὶ ὄν ἐστιν, οὐκ εἴ τι δὲ ὄν, τοῦτο καὶ ἀναγκαῖον. εἰ προέταξεν οὖν τὸ ἀναγκαῖον, οὐκέτι τοῦ ὄντος ἐδέετο. δεύτερον δὲ διὰ τὸ εὐφραδές· εἰ γὰρ εἶπεν οὕτως ‘ἀναγκαίου ὄντος’, οὐχ οὕτως ἔμελλεν εὔφωνος εἶναι ἡ φράσις ἔχουσα τὸ κεχηνός.2 τρίτον ἵνα ἀπὸ τῶν γενικωτάτων ἄρξηται· οὕτως οὖν βουλόμενος ὁ Πορφύριος ἄρξασθαι τὸ ὂν προέταξε. Πάλιν ζητοῦσί τινες διὰ τί ἀναγκαίου εἶπε καὶ οὐχὶ δικαίου ἢ ἀγαθοῦ ἢ χρησίμου. πρὸς τοῦτο ἀπολογούμεθα ἀπὸ διττῆς τινος διαιρέσεως, πρώτης μὲν οὕτως· ἰστέον ὅτι δύο ταῦτα ἀλλήλοις παράκεινται, τὸ ἀγαθὸν καὶ τὸ χρήσιμον. τὸ δὲ χρήσιμον τέμνεται εἰς δύο, εἰς τὸ ὁμώνυμον τῷ γένει χρήσιμον3 καὶ εἰς τὸ ἀναγκαῖον. καὶ ἀγαθὸν μέν ἐστι τὸ δι’ ἑαυτὸ αἱρετόν, οἷον εὐδαιμονία εὐσέβεια. χρήσιμον δέ ἐστι τὸ ἀντιδιαστελλόμενον τῷ ἀναγκαίῳ, ὅπερ οὔτε παρὸν σώζει οὔτε ἀπὸν φθείρει, ὡς ἡ τοιάδε ἐσθής. ἀναγκαῖον δὲ ὃ παρὸν μὲν σώζει ἀπὸν δὲ φθείρει, ὡς ἡ ἀναπνοή. πάλιν τὸ ἀναγκαῖον ἑξαχῶς λέγεται· λέγεται γὰρ ἀναγκαῖον ἡ ὕλη, ὡς αἱ σανίδες τοῦ πλοίου πρὸς τὴν τούτου κατασκευήν. λέγεται ἀναγκαῖον ὡς τὸ λογικὸν τοῦ ἀνθρώπου. λέγεται ἀναγκαῖον καὶ τὸ βίᾳ, ὡς ὅταν εἴπωμεν ὅτι ἀναγκαίως ὁ τεμνόμενος τελευτᾷ. λέγεται ἀναγκαῖον καὶ τὸ ἕπεσθαι, ὡς ὅταν εἴπωμεν ὅτι ἀναγκαίως αἱ προτάσεις ἔχουσι τὸ συμπέρασμα· ἕπεται γὰρ ταῖς προτάσεσι τὸ συμπέρασμα. λέγεται δὲ ἀναγκαῖον καὶ τὸ δι’ ἑαυτὸ μὲν φευκτὸν δι’ ἕτερον δὲ αἱρετόν, ὡς τὸ φλεβότομον· δι’ ἑαυτὸ μὲν γὰρ φευκτόν ἐστιν, ἐπειδὴ ὀδύνην ποιεῖ, δι’ ἕτερον δὲ αἱρετόν, ἐπειδὴ κενοῖ τὴν ὕλην. λέγεται δὲ ἀναγκαῖον καὶ τὸ καὶ δι’ ἑαυτὸ αἱρετὸν καὶ δι’ ἕτερον, ὡς ἡ ὑγίεια καὶ δι’ ἑαυτὴν μὲν ἐστιν αἱρετή (οὐδὲν γὰρ ἔχει ἀποβολῆς ἄξιον), καὶ δι’ ἕτερον δὲ αἱρετή ἐστι, διὰ τὰς ψυχικὰς ἐνεργείας· αἱ γὰρ ψυχικαὶ ἐνέργειαι διὰ τῆς ὑγιείας προέρχονται. αἱ δὲ πέντε φωναὶ καὶ δι’ ἑαυτάς εἰσιν αἱρεταί, ἐπειδὴ πάντως ὀφείλομεν γινώσκειν τί ἐστιν ἑκάστη αὐτῶν, ἀλλὰ καὶ δι’ ἕτερόν εἰσιν αἱρεταί· συμβάλλονται γὰρ ἡμῖν καὶ εἰς τὰς Κατηγορίας Ἀριστοτέλους καὶ εἰς πᾶσαν τὴν φιλοσοφίαν καὶ τὰ τοιαῦτα. Δεύτερον δὲ ἀπὸ τοιᾶσδε διαιρέσεως· τῶν ὄντων τὰ μέν ἐστι δι’ ἑαυτὰ αἱρετὰ τὰ δὲ δι’ ἕτερα, καὶ αἱρετὰ μὲν δι’ ἑαυτὰ ὡς ἡ εὐδαιμονία (ταύτην γὰρ αἱρούμεθα ἔχειν δι’ ἑαυτήν), αἱρετὰ δὲ δι’ ἕτερα ὡς ἡ ἐσθής· αὕτη γὰρ δι’ ἑαυτὴν οὐκ ἔστιν αἱρετή, ἀλλὰ διὰ τὸ θάλπειν τὸ ἡμέτερον σῶμα. τῶν δὲ δι’ ἕτερον αἱρετῶν διαφορά τίς ἐστι· τούτων γὰρ τὰ μὲν ἀπαραίτητά ἐστι τὰ δὲ παραίτησιν ἐπιδεχόμενα, καὶ ἀπαραίτητα μὲν ὡς ἡ ἀναπνοή (πάντως γὰρ δεῖται ταύτης πᾶν ἔμψυχον ζῷον· χωρὶς γὰρ ταύτης τὸ ἔμψυχον θερμὸν οὐ γίνεται), παραίτησιν δ’ ἐπιδεχόμενα ὡς ἡ ἐσθής· δύναται γὰρ χωρὶς ταύτης εἶναι τὰ ἔμψυχα ζῷα. τούτων οὖν τὰ ἀπαραίτητα λέγεται ἀναγκαῖα, τὰ δὲ παραίτησιν ἐπιδεχόμενα χρήσιμα, τὰ δὲ δι’ ἑαυτὰ αἱρετὰ ἀγαθά. καλῶς οὖν ἀναγκαίου εἶπε καὶ οὐ χρησίμου οὔτε ἀγαθοῦ· τὸ γὰρ ἀναγκαῖον δηλοῖ τὸ ἀπαραίτητον· ἀπαραίτητον γὰρ ὑπάρχει ἡμῖν πάντως τὰς πέντε φωνὰς γνῶναι. χρήσιμον δ’ οὐκ ἠδύνατο εἰπεῖν, ἐπειδὴ παραίτησιν ἐπιδέχεται τὸ χρήσιμον, τοῦτο δὲ ἀπαραίτητόν ἐστιν. ἀγαθὸν δὲ ὁμοίως οὐκ ἠδύνατο εἰπεῖν, ἐπειδὴ τὸ ἀγαθὸν δι’ ἑαυτὸ αἱρετόν ἐστι, τοῦτο δὲ τὸ παρὸν σύγγραμμα οὐ δι’ ἑαυτὸ μόνον αἱρετόν ἐστιν, ἀλλὰ καὶ διὰ πᾶσαν τὴν φιλοσοφίαν.
“既然是必要的”。 有些人指责这个开端是不妥当的;因为他们说:“如果‘存在者’是同名的,而同名的东西是不确定的,那么存在者便是不确定的;但人不应当从不确定的事物开始。”对此我们说,存在者并不是同名的,正如在前面的讨论中已经表明的那样,而是“由单一者而来的”;至于什么是由单一者而来的事物,我们在《范畴篇》中将完全知晓。此外他们还说:“为什么他没有把‘必要的’放在‘存在者’之前?”对此我们提出三条原因:第一,他是因为存在者比“必要的”更具普遍性而将它置于前面的;因为如果某物是必要的,它也是存在者,但并非如果某物是存在者,它也是必要的。因此,如果他把“必要的”置于前面,他就不再需要“存在者”了。第二,是为了修辞的顺畅;因为如果他这样说“ἀναγκαίου ὄντος”,这种措辞就伴随着张口音(元音冲突),因而不会如此悦耳。第三,是为了从最属类的事物开始;因此,波菲利想要这样开始,便将“存在者”置于前面。 又有些人探究,为什么他说了“必要的”,而没有说“正义的”或“善的”或“有用的”。对此我们依据某种双重的划分来进行辩明,第一种划分如下:应当知道,这两者是彼此相邻的,即善与有用。而有用又被划分为两种,即与属同名的有用和必要。善是因其自身而值得欲求的事物,例如幸福和虔敬。而与必要相对立区分开来的有用,则是指在场时既不予以维持、不在场时也不予以毁灭的事物,例如某种特定的衣服。至于必要,则是指在场时予以维持、不在场时予以毁灭的事物,例如呼吸。此外,“必要的”是在六种意义上被述说的:因为质料被称为必要的,正如建造船只所需的船板一样。像人具有理性这样的事物被称为必要的。受强迫的事物也被称为必要的,正如我们说“被切割者必然死亡”那样。随之而来的事物也被称为必要的,正如我们说“前提必然包含结论”那样;因为结论伴随前提而来。而因其自身当受规避、但因他物而值得欲求的事物也被称为必要的,例如放血疗法;因为因其自身它是当受规避的,既然它引发疼痛,但因他物则是值得欲求的,既然它排泄了质料。而既因其自身又因他物而值得欲求的事物也被称为必要的,正如健康既因其自身是值得欲求的(因为在它之中没有任何值得遗弃之物),又因灵魂的各种活动、即因他物而值得欲求;因为灵魂的诸活动是通过健康而发出的。而这五种语音既因其自身是值得欲求的,既然我们无论如何都应当知道它们之中的每一个是什么,而且也是因他物而值得欲求的;因为它们对亚里士多德的《范畴篇》、对整个哲学以及诸如此类的事物都对我们有所助益。 第二种划分依据于如下区分:在存在者中,有些是因自身而值得欲求的,有些是因他物而值得欲求的;因自身而值得欲求的如幸福(因为我们选择拥有它是因其自身),而因他物而值得欲求的如衣服;因为衣服不是因自身而值得欲求的,而是为了温暖我们的身体。在因他物而值得欲求的事物中,存在着某种差异:因为在它们之中,有些是不可或缺的,有些则是容许被免除(可有可无)的;不可或缺的如呼吸(因为一切有生命的有灵魂者无论如何都需要呼吸;因为没有呼吸,有灵魂的热就无法产生),而容许被免除的如衣服;因为有灵魂的动物即便没有衣服也能够存在。因此,在这些事物中,不可或缺的被称为“必要的”,容许被免除的被称为“有用的”,因其自身而值得欲求的被称为“善的”。因此,他称之为“必要的”而非“有用的”或“善的”,是恰当的;因为“必要的”标示了不可或缺;因为知晓这五种语音对我们而言是全然不可或缺的。而他不可能说“有用的”,因为有用的事物容许被免除,而这是不可或缺的。同样,他也不可能说“善的”,因为善是因其自身而值得欲求的,而当前的这部著作并非唯独因其自身而值得欲求,也是为了整个哲学的缘故而被欲求的。
- 2.2.1ἀλλ’ ἀφ’ ἑνός
在连词 ἀλλά 之后承前省略了述说动词(如 λέγεται),与前面的“同名异义的”(ὁμώνυμον)形成对照。此处指存在者既非偶然的同名异义,亦非单纯的同义,而是相关于一个单一源头或本原而述说的(即所谓的焦点意义)。
- 2.2.1ἔχουσα τὸ κεχηνός
名词化的完成时中性分词 τὸ κεχηνός(张口状态)是语法学和修辞学中的专业术语,指元音冲突(hiatus)。此处解释在短语“ἀναγκαίου ὄντος”中,词尾元音 -ου 与词首元音 ὄ- 相碰会造成张口冲突,而“ὄντος ἀναγκαίου”则借由词尾辅音西格玛(-ος)避免了这种元音冲突。
- 2.2.1τὸ ὁμώνυμον τῷ γένει χρήσιμον
与格 τῷ γένει 充当 ὁμώνυμον 的限定/关系与格,意为“与属同名的有用者”。它指与上位属概念“有用”(χρήσιμον)共享同一名称的狭义之“有用”(因为该属在此被划分为狭义的“有用”与“必要”)。
