← 无敌的戴维

哲学导论

§8.22-10.4

反驳皮浪主义者与哲学的定义及划分

大卫引用柏拉图和亚里士多德对否定哲学存在的皮浪主义者的反驳,在确立了哲学之存在后,转向探讨哲学的本质(定义)与部分划分,并通过柏拉图对话录中的引文确立了定义与划分的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0#1

Εἰ καὶ πάρεργον ἦν τὸ ζητῆσαι ἐπὶ τῆς φιλοσοφίας τὸ εἰ ἔστιν, ἀλλ’ οὖν τῇ ἀληθείᾳ συμμάχῳ χρησάμενοι τοὺς λόγους τῶν πειραθέντων τὴν ὕπαρξιν ἀνελεῖν τῆς φιλοσοφίας ὡς ἀσθενεῖς ἀνετρέψαμεν· καὶ γὰρ οἷς ἔρις ὁ βίος ἐστίν (οὗτοι δέ εἰσιν οἱ Πυρρώνειοι οἱ πάντα ἀνατρέπειν πειρώμενοι), τὴν μητέρα τῶν ἀποδείξεων, φημὶ δὴ τὴν φιλοσοφίαν, δι’ ἀποδείξεων ἠβούλοντο ἀνατρέπειν καί, ὡς ἄν τις εἴποι, τὴν φιλοσοφίαν διὰ φιλοσοφίας ἀνέτρεπον. πρὸς οὓς ἀπαντᾷ ὁ Πλάτων λέγοντας μὴ εἶναι κατάληψιν·1 πῶς φατε μὴ εἶναι κατάληψιν ὡς κατειληφότες ἢ ὡς μὴ κατειληφότες; καὶ εἰ μὲν ὡς καταλαβόντες, δῆλον ὅτι ἔστι κατάληψις, ἐπειδὴ κατελάβετε· εἰ δὲ ὡς μὴ κατειληφότες, τίς ὑμῖν πιστεύσει τοιαῦτα λέγουσιν, ἃ μὴ κατελάβετε μηδὲ ἐπίστασθε; καὶ ὁ Ἀριστοτέλης δὲ ἔν τινι Προτρεπτικῷ αὐτοῦ συγγράμματι, ἐν ᾧ προτρέπεται τοὺς νέους ἐπὶ φιλοσοφίαν, λέγει ὅτι εἴτε μὴ φιλοσοφητέον,2 φιλοσοφητέον, εἴτε φιλοσοφητέον, φιλοσοφητέον· πάντως δὲ φιλοσοφητέον. τοῦτ’ ἔστιν εἴτε λέγει τις μὴ εἶναι φιλοσοφίαν, ἀποδείξεσι κέχρηται, δι’ ὧν ἀναιρεῖ τὴν φιλοσοφίαν· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ (μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία)· εἴτε λέγει εἶναι φιλοσοφίαν, πάλιν φιλοσοφεῖ· ἀποδείξεσι γὰρ κέχρηται, δι’ ὧν δείκνυσιν οὖσαν αὐτήν. πάντως οὖν φιλοσοφεῖ καὶ ὁ ἀναιρῶν αὐτὴν καὶ ὁ μὴ ἀναιρῶν· ἑκάτερος γὰρ αὐτῶν ἀποδείξεσι κέχρηται, δι’ ὧν πιστοῦται τὰ λεγόμενα· εἰ δὲ ἀποδείξεσι κέχρηται, δῆλον ὅτι φιλοσοφεῖ· μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία. Παρέντες οὖν τὸ εἰ ἔστιν ἔλθωμεν ἐπὶ τὸ τί ἐστι καὶ εἴπωμεν τί ἐστιν ἡ φιλοσοφία. ἰστέον δὲ ὅτι ἡ φιλοσοφία καὶ ἕν τί ἐστιν ὡς ὅλη ἐξεταζομένη καὶ πεπληθυσμένη ἐστὶν ὡς διάφορα μέρη ἔχουσα. ὡς οὖν ἕν τι οὖσαν αὐτὴν ὁριζόμεθα, ὡς δὲ πεπληθυσμένην διαιροῦμεν· ἄτοπον γάρ ἐστιν ἐπὶ μὲν τῶν ἄλλων τεχνῶν ὅρον παραδοῦναι καὶ διαίρεσιν, ἐπὶ δὲ τῆς φιλοσοφίας μὴ παραδοῦναι μήτε ὅρον μήτε διαίρεσιν, ἐξ ἧσπερ πᾶσαι αἱ τέχναι προέρχονται. ἰστέον δὲ ὅτι καὶ τοῦ ὅρου καὶ τῆς διαιρέσεως μέμνηται ὁ Πλάτων, καὶ τοῦ μὲν ὅρου ἐν Φαίδρῳ τῷ διαλόγῳ λέγων ὅτι ‘ὦ παῖ, μία ἐστὶν ἀρχὴ τοῦ καλῶς βουλεύεσθαι, τὸ εἰδέναι περὶ ὅτου ἐστὶν ἡ σκέψις, ἢ τοῦ παντὸς ἁμαρτάνειν ἀνάγκη’, τοῦτ’ ἔστιν ὅτι ὁ θέλων καλῶς περί τινος βουλεύσασθαι ὀφείλει εἰδέναι τὴν φύσιν αὐτοῦ τοῦ πράγματος, ἤγουν τὸν ὅρον· ὁ γὰρ μὴ τοῦτο γινώσκων πάντως τοῦ πράγματος ἐκείνου ἀποτυγχάνει. οἷον ἐάν τις βουλόμενός τι περὶ ἰατρικῆς διαλαβεῖν μὴ γνῷ τὴν φύσιν τῆς ἰατρικῆς, τοῦτ’ ἔστιν ὅτι περὶ τὰ ἀνθρώπεια σώματα καταγίνεται, ἀλλὰ νομίσῃ αὐτὴν περὶ ξύλα καταγίνεσθαι, πάντας τοὺς περὶ αὐτῆς καταβαλλομένους λόγους μάτην καταβάλλεται. τῆς δὲ διαιρέσεως μέμνηται ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ λέγων ‘τὴν δὲ διαιρετικὴν μέθοδον οὐδὲν ἐγκαυχήσεται φυγόν’·3 καὶ γὰρ οὐδὲν ἐκφεύγει τὴν διαίρεσιν· ἐὰν γὰρ εἴπω ὅτι τῶν ζῴων τὰ μέν εἰσι λογικὰ τὰ δὲ ἄλογα, οὐδέν ἐστι παρὰ τοῦτο· οὐδὲν γάρ ἐστι ζῷον μὴ ὂν λογικὸν ἢ ἄλογον. καὶ πάλιν δὲ ὁ αὐτὸς ἐν τῷ αὐτῷ διαλόγῳ περὶ τῆς διαιρέσεως ταῦτά φησι, τὴν διαιρετικὴν δεδωρῆσθαι ἡμῖν διὰ Προμηθέως σὺν φανοτάτῳ πυρί· ἰστέον γὰρ ὅτι μυθεύοντες λέγουσιν ὅτι ὁ Προμηθεὺς ἔκλεψεν ἐκ τῶν θεῶν τὸ πῦρ καὶ ἐδωρήσατο τοῖς ἀνθρώποις· τοῦτο γὰρ ἀλληγορεῖται· ἐπειδὴ γὰρ ὁ Προμηθεὺς πρῶτος ἐφεῦρε τὴν διαιρετικὴν μέθοδον, ἡ δὲ διαιρετικὴ μέθοδος τῷ πυρὶ ἀναλογεῖ, τούτου χάριν λέγουσιν αὐτὸν τὸ πῦρ δωρήσασθαι τοῖς ἀνθρώποις.

即便就哲学而言探究其“是否存在”本是多余的,然而我们以真理为盟友,将那些企图否定哲学存在之人的论证作为软弱无力的东西予以了推翻;因为那些以争辩为生的人(这些人就是企图推翻一切的皮浪主义者),竟企图通过论证来推翻论证之母——我指的正是哲学——而且可以说,是在通过哲学推翻哲学。柏拉图针对他们声称不存在把握的主张反驳道:你们是作为已经把握了的人,还是作为尚未把握的人,而说不存在把握的?如果作为已经把握了的人,显然把握是存在的,既然你们已经把握了;但如果作为尚未把握的人,你们说着自己既未把握也不知晓的事情,谁又会相信你们呢?亚里士多德在他劝导青年走向哲学的一部著作《劝勉篇》中也说,如果人们不当从事哲学,人们也必须从事哲学;如果人们应当从事哲学,人们也必须从事哲学;总之,无论如何都必须从事哲学。这就是说,如果有人声称哲学不存在,他就运用了借以否定哲学的论证;而只要他运用了论证,显然他就在从事哲学(因为哲学是论证之母);或者如果他声称哲学存在,他同样是在从事哲学;因为他运用了证明其存在的论证。因此,无论是否定哲学的人,还是不否定哲学的人,无论如何都在从事哲学;因为他们各自都运用了借以确证所言之事的论证;而只要他运用了论证,显然他就在从事哲学;因为哲学是论证之母。 因此,我们且搁置“是否存在”的问题,进而探讨“是什么”,并说明哲学是什么。应当知晓,哲学若作为整体来考察是一个单一的事物,而作为具有相异的部分则是多样的。因此,我们将其作为单一者予以定义,作为多样者予以划分;因为如果在其他各种技艺上都传授定义与划分,而在一切技艺由之而出的哲学上却既不传授定义也不传授划分,那是荒谬的。还应当知晓,柏拉图对定义与划分二者均有提及:谈及定义是在对话《斐德罗篇》中,他说:“孩子啊,对于善于谋划而言只有一个开端,那就是知晓探究是关于什么的,否则必然全盘皆错”;这就是说,凡欲就某事物善于谋划者,必须知晓该事物本身之本性,即定义;因为凡不知晓此点的人,必然全盘错失该事物。这就好比有人想要讨论医术,却不知晓医术的本性,即它是关涉人类身体的,反而以为它是关涉木材的,那么他关于医术所陈述的一切论说就全都是徒劳陈述。而在提及划分时,他在对话《智者篇》中说:“没有什么能够夸耀自己逃脱了划分的方法”;因为确实没有任何事物能逃脱划分;因为如果我说动物中有些是有理性的,有些是无理性的,在此之外便别无他物;因为没有任何动物既非有理性又非无理性。此外,同一个人在同一对话中关于划分又说了这样的话:划分术是通过普罗米修斯连同极其辉煌的火一同被赐予我们的。因为应当知晓,讲述神话的人说普罗米修斯从诸神那里盗取了火并赐予了人类;因为这是被寓意化解释的;既然普罗米修斯最先发现了划分的方法,而划分的方法又类似于火,因而在这一缘故下,他们说他把火赐予了人类。

语法注3 条
  1. 5.0πρὸς οὓς ἀπαντᾷ ὁ Πλάτων λέγοντας μὴ εἶναι κατάληψιν

    宾格分词 λέγοντας 与关系代词宾格 οὕς(指代前文的皮浪主义者)构成同位关系,后接不定式间接引语 μὴ εἶναι κατάληψιν。

  2. 5.0εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον, εἴτε φιλοσοφητέον, φιλοσοφητέον

    此处使用了动形词 -τέον 的非人称条件结构,引用了亚里士多德《劝勉篇》中著名的两难推理。无论前件设定为不当从事哲学还是应当从事哲学,结论都必然推导出必须从事哲学,因为否定哲学本身就需要借助哲学的论证。

  3. 5.0τὴν δὲ διαιρετικὴν μέθοδον οὐδὲν ἐγκαυχήσεται φυγόν

    动词 ἐγκαυχάομαι(自夸)与中性分词 φυγόν(逃脱)构成补充成分结构,分词支配宾格宾语 τὴν διαιρετικὴν μέθοδον(划分的方法)。主语 οὐδέν 构成了强烈的否定断言:“没有任何事物能够夸耀自己逃脱了划分的方法”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:8.22-10.4