← 无敌的戴维

哲学导论

§10.5-11.14

划分与火的类比及定义的优先性

作者通过分离同属与不同属事物论证了划分法与火的类比,进而依据单子先于多数说明定义应当先于划分,并在定义哲学之前列出了关于定义的九个导论性要点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.0#2

ὅτι δὲ ἡ διαιρετικὴ μέθοδος τῷ πυρὶ ἀναλογεῖ, δῆλον ἐντεῦθεν· ὥσπερ γὰρ τὸ πῦρ καὶ τὰ ὁμοιογενῆ διακρίνει ἀπ’ ἀλλήλων καὶ τὰ ἀνομοιογενῆ, καὶ τὰ ὁμοιογενῆ μὲν οἷον τὰ μέταλλα (ταῦτα γὰρ διὰ τοῦ πυρὸς διακρίνονται ἀπ’ ἀλλήλων· καὶ γὰρ διὰ τοῦ πυρὸς διακρίνεται ὁ ἄργυρος ἐκ τοῦ χρυσοῦ καὶ ὁ μόλιβδος ἐκ τοῦ χαλκοῦ· ταῦτα δὲ ὁμοιογενῆ εἰσι, καθὸ μέταλλά εἰσι πάντα), ἀνομοιογενῆ δέ, ὡς ὅταν διὰ τοῦ πυρὸς διακρίνηται ὁ ῥύπος ἐκ τῶν μετάλλων (ὁ γὰρ ῥύπος καὶ τὸ μέταλλον ἀνομοιογενῆ εἰσι)· τὸν αὐτὸν τρόπον καὶ ἡ διαίρεσις διακρίνει τά τε ὁμοιογενῆ ἀπ’ ἀλλήλων καὶ τὰ ἀνομοιογενῆ· ὁμοιογενῆ μέν, ὡς ὅταν τὸ ζῷον διαιρῶμεν εἰς λογικὸν καὶ ἄλογον, θνητὸν καὶ ἀθάνατον (καὶ διὰ μὲν τοῦ λογικοῦ διακρίνομεν τὸ ἄλογον, διὰ δὲ τοῦ θνητοῦ τὸ ἀθάνατον· ταῦτα δὲ ὁμοιογενῆ εἰσι, καθὸ πάντα ζῷά εἰσιν), ἀνομοιογενῆ δέ, ὡς ὅταν διαιροῦντες διαχωρίσωμεν τὸν δέκα ἀριθμὸν1 ἀπὸ τῆς γραμματικῆς, λέγοντες ὅτι ἡ μὲν γραμματικὴ ὑπὸ τὸ ποιὸν ἀνάγεται (ποιότης γάρ τίς ἐστιν), ὁ δὲ δέκα ἀριθμὸς ὑπὸ τὸ ποσόν (ποσότης γάρ ἐστι)· ταῦτα δὲ ἀνομοιογενῆ εἰσιν· οὐκ ἀνάγονται γὰρ ὑπὸ τὸ αὐτὸ γένος· ὁ γὰρ δέκα ἀριθμὸς ὑπὸ τὸν ἀριθμὸν ἀνάγεται, ὁ δὲ ἀριθμὸς ὑπὸ τὸ ποσὸν ἀνάγεται· ἡ δὲ γραμματικὴ οὐκ ἀνάγεται ὑπὸ τὸ ποσόν, ἀλλ’ ὑπὸ τὴν καθόλου τέχνην, ἡ δὲ τέχνη ὑπὸ τὴν ἐπιστήμην, ἡ δὲ ἐπιστήμη ὑπὸ τὴν ἕξιν, ἡ δὲ ἕξις ὑπὸ τὴν ποιότητα. Τούτου οὖν οὕτως ἔχοντος εἴπωμεν ὅρον τῆς φιλοσοφίας καὶ διαίρεσιν αὐτῆς ποιησώμεθα. ἀλλὰ ζητήσωμεν ποῖον δεῖ πρῶτον ποιῆσαι· ἆρα ὅρον αὐτῆς ἀποδοῦναι δεῖ πρῶτον ἢ διαίρεσιν αὐτῆς ποιήσασθαι; καὶ ἔστιν εἰπεῖν ὅτι2 πρῶτον δεῖ ὁρίσασθαι αὐτὴν καὶ εἶθ’ οὕτως διελεῖν αὐτὴν διὰ τοιαύτην αἰτίαν· ὁ ὅρος ἀναλογεῖ τῇ μονάδι, ἡ δὲ διαίρεσις τῷ πλήθει· ὥσπερ οὖν ἡ μονὰς προτερεύει τοῦ πλήθους, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος ἀναλογῶν τῇ μονάδι προτερεύει τῆς διαιρέσεως τῆς ἀναλογούσης τῷ πλήθει· ὅτι μὲν γὰρ ὁ ὅρος ἀναλογεῖ τῇ μονάδι ἡ δὲ διαίρεσις τῷ πλήθει, δῆλον ἐντεῦθεν· ὥσπερ ἡ μονὰς ἕν τί ἐστι καὶ μία φύσις, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος τὰ πολλὰ ἕν τι ποιεῖ καὶ μίαν φύσιν ἀποτελεῖ (καὶ γὰρ τὸ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἕν τι καὶ μίαν φύσιν ἀποτελεῖ, τὸν ἄνθρωπον), ἡ δὲ διαίρεσις τοὐναντίον τὸ ἓν πολλὰ ποιεῖ· καὶ γὰρ λαμβάνουσα τὴν οὐσίαν διαιρεῖ αὐτὴν εἰς σῶμα καὶ ἀσώματον καὶ τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, καὶ τὰ ἑξῆς ὁμοίως. Ἔλθωμεν οὖν καὶ ὁρισώμεθα τὴν φιλοσοφίαν. ἀλλ’ ἐπειδὴ ὥσπερ ἀδύνατόν ἐστί τινα πλέξαι συλλογισμόν, εἰ μὴ πρότερον μάθῃ τί ἐστι συλλογισμὸς καὶ πόθεν γίνεται, τὸν αὐτὸν τρόπον καὶ ὁρίσασθαί τι ἀδύνατόν ἐστί τινα, εἰ μὴ πρότερον μάθῃ τί ἐστιν ὅρος καὶ πόθεν λαμβάνεται· τοῦτο γινώσκοντες ἐννέα κεφάλαια παραδίδομεν. καὶ πρῶτον μέν ἐστι κεφάλαιον ἐν ᾧ λέγομεν τί ἐστιν ὁρισμός, δεύτερον δὲ ἐν ᾧ λέγομεν τί διαφέρει ὁρισμὸς ὅρου καὶ ὑπογραφῆς καὶ ὑπογραφικοῦ ὁρισμοῦ, τρίτον ἐν ᾧ λέγομεν πόθεν λέγεται ὁρισμός, τέταρτον ἐν ᾧ λέγομεν πόθεν λαμβάνονται οἱ ὁρισμοί, πέμπτον ἐν ᾧ λέγομεν ποῖος τέλειος καὶ ποῖος ἀτελὴς ὁρισμὸς καὶ τίς ἡ κακία καὶ τίς ἡ ὑγίεια τοῦ ὁρισμοῦ, ἕκτον ἐν ᾧ λέγομεν πόσοι ὁρισμοὶ τῆς φιλοσοφίας, ἕβδομον ἐν ᾧ λέγομεν διὰ τί τοσοῦτοί εἰσιν οἱ τῆς φιλοσοφίας ὁρισμοὶ καὶ μήτε πλείους μήτε ἐλάττους, ὄγδοον ἐν ᾧ λέγομεν τὴν τάξιν αὐτῶν, ἔνατον ἐν ᾧ λέγομεν τίνες ἐφεῦρον τοὺς ὁρισμοὺς τούτους. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.3

划分的方法类似于火,这一点从以下事实中显而易见。正如火既将同属者彼此分离,也将不同属者彼此分离——同属者例如各种金属(因为这些是通过火而彼此分离的;确实,通过火,白银从黄金中被分离出来,铅从铜中被分离出来;而这些只要全都是金属,就属于同一属),而不同属者,则如当杂质通过火从金属中被分离出来时(因为杂质与金属是不同属的)——以同样的方式,划分也将同属者彼此分离,并将不同属者彼此分离:同属者,如当我们把动物划分为理性的与无理性的、会死的与不死的(我们通过理性的分离无理性的,通过会死的分离不死的;而这些只要全都是动物,就属于同一属),而不同属者,则如我们在划分时把数字十从语法学中分离出来,声称语法学被归于性质之下(因为它是一种性质),而数字十被归于数量之下(因为它是数量);这些是不同属的;因为它们不归于同一属下;因为数字十被归于数之下,数被归于数量之下;而语法学并不归于数量之下,而是归于普遍的技艺之下,技艺归于科学之下,科学归于状态之下,状态归于性质之下。既然情况如此,我们就来陈述哲学的定义并进行哲学的划分。但让我们探究哪一个应当先做:究竟应当先给出它的定义,还是应当先进行它的划分?可以说,出于这样的原因,应当先定义它,然后这样来划分它:定义类似于单子,而划分类似于多数。因此,正如单子先于多数,以同样的方式,类似于单子的定义也先于类似于多数的划分。因为定义类似于单子而划分类似于多数,从以下事实中显而易见:正如单子是一个单一的事物和一个单一的本性,以同样的方式,定义也把多数变成一个单一的事物并造就一个单一的本性(确实,“理性的、会死的、能接纳理智与科学的动物”造就了一个单一的事物和一个单一的本性,即人),而划分相反地使一成为多;因为划分取来实体,将其划分为物体与无物体,又将物体划分为有灵魂的与无灵魂的,等等以此类推。因此,让我们进前来定义哲学。但是,正如任何人都绝不可能编织推论,除非他先学会推论是什么以及从何而来,以同样的方式,如果任何人不先学会定义是什么以及从何处获取,他也绝不可能去定义某物;知晓了这一点,我们传授九个要点。第一个要点是我们在其中说明定义是什么;第二个是我们在其中说明定义与界说、描述以及描述性定义有何不同;第三个是我们在其中说明定义之名从何得来;第四个是我们在其中说明定义从何处获取;第五个是我们在其中说明何种定义是完全的,何种是不完全的,以及定义的缺陷是什么、健全是什么;第六个是我们在其中说明哲学的定义有几个;第七个是我们在其中说明为何哲学的定义恰有这么多,既不多也不少;第八个是我们在其中说明它们的次序;第九个是我们在其中说明是谁发现了这些定义。至此,本次讲课也〔结束〕。

语法注3 条
  1. 5.0τὸν δέκα ἀριθμὸν

    基数词 δέκα 位于定冠词 τὸν 与名词 ἀριθμόν 之间的修饰位置,起形容词作用,意为“数字十”或“十这一数”。

  2. 5.0καὶ ἔστιν εἰπεῖν ὅτι

    非人称动词 ἔστι(ν) 接不定词 εἰπεῖν,表示可能性或适当性(“可以说……”、“可以回答说……”),其后由 ὅτι 引导的从句充当 εἰπεῖν 的宾语。

  3. 5.0ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις

    这是讲义式注释中常见的精练结尾句式,在中性复数关系从句 ἐν οἷς(指代前文所讲的内容)中省略了 πληροῦται(完结、结束)等动词,意为“至此,本次讲课(πρᾶξις)也[结束]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:10.5-11.14