← 无敌的戴维

哲学导论

§7.25-8.20

相反者之知识与基于摄理的哲学存在证明

大卫通过指出对立性质和普遍者本身虽不能寓于个别事物,但关于它们的知识却能存于单个基质中,从而彻底驳倒了反哲学者的第四个论证,并藉由神、摄理、智慧与爱智的链条推论积极证明了哲学的存在,以此结束本讲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.0#2

πρόσκειται δὲ ‘κατὰ τὸν αὐτὸν χρόνον’, ἐπειδὴ ἐν τῷ αὐτῷ μορίῳ δύναται καὶ τὸ λευκὸν θεωρεῖσθαι καὶ τὸ μέλαν κατ’ ἄλλον καὶ ἄλλον χρόνον. πρόσκειται δὲ ‘ἀμιγῆ καὶ ἄκρατα ὄντα’ διὰ τὸ φαιόν, ὅ ἐστι τὸ μύινον, ἐπειδὴ ἐν τούτῳ θεωρεῖται καὶ τὸ μέλαν καὶ τὸ λευκόν, ἀλλ’ οὐκ εἰσὶν ἐκεῖ ἀμιγῆ καὶ ἄκρατα· οὔτε γὰρ ἡ φύσις τοῦ λευκοῦ τελείως σώζεται οὔτε ἡ τοῦ μέλανος· τὸ γὰρ φαιὸν μῖγμά ἐστι τοῦ λευκοῦ καὶ μέλανος. καὶ ὅμως εἰ καὶ τὰ ἐναντία ἀμιγῆ καὶ ἄκρατα ὄντα οὐ δύναται ἐν τῷ αὐτῷ μορίῳ κατὰ τὸν αὐτὸν χρόνον θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν ἑνὶ ὑποκειμένῳ θεωρεῖσθαι· δύναται γὰρ ὁ αὐτὸς γινώσκειν ὅτι λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, ἤγουν χρῶμα διαχέον τὴν ὄψιν (καὶ γὰρ τὸ χρῶμα τὸ λευκὸν διαχέει τὴν ὅρασιν), καὶ ὅτι μέλαν ἐστὶ χρῶμα συγκριτικὸν ὄψεως, ἤγουν χρῶμα συνάγον τὴν ὄψιν· καὶ γὰρ τὴν ὅρασιν τὴν διαχυθεῖσαν διὰ τοῦ μέλανος ἀνακαλούμεθα, ὅθεν καὶ οἱ ὀφθαλμιῶντες πανίον μέλαν ἐπιτιθέασι τοῖς ὀφθαλμοῖς αὐτῶν διὰ τὸ τὴν ὅρασιν τὴν διαχυθεῖσαν συναγαγεῖν. οὕτως οὖν εἰ καὶ τὰ καθόλου οὐ δύναται ἐν μερικῷ ὑποκειμένῳ θεωρεῖσθαι, ἀλλ’ οὖν ἡ περὶ τούτων γνῶσις δύναται ἐν μερικῷ θεωρεῖσθαι ὑποκειμένῳ· δύναται γὰρ ὁ Σωκράτης γινώσκειν τὰ καθόλου, οἷον τί ἐστιν ἄνθρωπος, τί ἐστιν ἵππος, τί ἐστι λίθος. Οὕτως οὖν ἀνατρέψαντες καὶ τὸ τέταρτον αὐτῶν ἐπιχείρημα ἔλθωμεν καὶ δείξωμεν ὅτι ἔστιν ἡ φιλοσοφία· δεῖ γὰρ μὴ μόνον τὰ τῶν ἐναντίων ἀνασκευάζειν ἀλλὰ καὶ τὰ οἰκεῖα κατασκευάζειν. δείκνυμεν δὲ ὅτι ἔστιν ἡ φιλοσοφία τοῦτον τὸν τρόπον· εἰ ἔστι θεός, ἔστι καὶ πρόνοια· οὐ μόνον γὰρ ἔστι θεός, ἀλλὰ καὶ προνοεῖται. ἀλλὰ μὴν ἔστι θεός· μεμηνότων γάρ ἐστι τὸ λέγειν ὅτι οὐκ ἔστι θεός·1 δῆλον οὖν ὅτι ἔστι καὶ πρόνοια. εἰ δὲ πρόνοια, δῆλον ὅτι ἔστι καὶ σοφία, δι’ ἧς προνοεῖται ὁ θεός· οὐ γὰρ ἀλόγως προνοεῖται θεὸς οὐδὲ ἄνευ σοφίας. εἰ δὲ ἔστι σοφία, δῆλον ὅτι ἔστι καὶ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία· πᾶς γὰρ τοῦ ἀγαθοῦ ἐφίεται, ὅθεν καὶ ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ’ αὐτό.2 εἰ δὲ ἔφεσις αὐτῆς καὶ ἐπιθυμία, δῆλον ὅτι καὶ ἡ φιλοσοφία ἔστιν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἡ φιλοσοφία ἢ φιλία σοφίας, ὡς ὁ Πυθαγόρας ὁρίζεται. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.3

而附加上“在同一时间”,是因为在不同的时间里,白和黑都可以被观照于同一部分中。又附加上“纯粹而不相混合”,是因为灰色的缘故,也就是鼠灰色,因为在这一颜色中黑和白都被观照,但它们在那里并不是纯粹而不相混合的;因为无论白的本性还是黑的本性都没有被完全保全,因为灰色是白与黑的混合。尽管如此,即使相反者在纯粹而不相混合时不可能在同一时间被观照于同一部分中,然而关于它们的知识却可以在一个基质中被观照;因为同一个人能够认识到白是能够分解视觉的颜色,即驱散视觉的颜色(因为白色驱散视力),而黑是能够结合视觉的颜色,即汇聚视觉的颜色;因为我们通过黑色收回被驱散的视力,这就是为什么患眼疾者将黑布敷在眼睛上,以便汇聚被驱散的视力。因此,按照这种方式,即使普遍者不可能在个别的基质中被观照,然而关于它们的知识却可以在个别的基质中被观照;因为苏格拉底能够知道普遍者,例如什么是人、什么是马、什么是石头。 如此反驳了他们的第四个论证之后,让我们接着证明哲学是存在的;因为不仅应当反驳对立者的主张,而且也应当确立自己的主张。我们以下述方式证明哲学是存在的:如果神存在,摄理也存在;因为神不仅存在,而且行使摄理。但神确实存在;因为说神不存在属于丧失理智之人的作为;因此显然摄理也是存在的。如果摄理存在,显然神借以行使摄理的智慧也是存在的;因为神并非无理性地或没有智慧地行使摄理。但如果智慧存在,显然对它的追求和渴望也是存在的;因为凡人都渴望善,因此“善”一词也是由我们极其向它奔跑而来的。如果对它的追求和渴望存在,显然哲学也是存在的;因为正如毕达哥拉斯所定义的,哲学无非是对智慧的热爱。 本讲便以此结束。

语法注3 条
  1. 4.0μεμηνότων γάρ ἐστι τὸ λέγειν ὅτι οὐκ ἔστι θεός

    μεμηνότων 是完成时分词 μεμηνώς 的复数属格,与系动词 ἐστί 一同构成表示所属或特质的表语属格(“属于发疯之人的举动”)。语法主语是带有中性单数冠词的不定词短语 τὸ λέγειν ὅτι οὐκ ἔστι θεός。

  2. 4.0παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπ’ αὐτό

    介词 παρά 支配带冠词的不定词宾格(τὸ ἄγαν θέειν),在此表示词源由来(“源自……向它竭力奔跑”)。ἡμᾶς 是不定词 θέειν 的逻辑主语。此句反映了古代常将 ἀγαθόν(善)解释为源自 ἄγαν(极其)与 θέειν(奔跑)的民间词源学。

  3. 4.0ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις

    哲学注解书中每篇讲义(πρᾶξις)末尾常见的固定结语。主要动词(如 τελειοῦται、παύεται 或 ἐστί)被省略,仅保留由关系词引出的短语 ἐν οἷς(“在这些论述中 / 凭此”)与主语 ἡ παροῦσα πρᾶξις(“本讲[结束]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:7.25-8.20