- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:77.6-78.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫论证了唯有以灵魂为对象的哲学在严格意义上既是理论的又是实践的,并开始阐明哲学的六个定义与其两个部分(理论与实践)的对应关系。
ὅθεν καὶ θεωρητικὴ μᾶλλον αὕτη μόνη κυρίως λέγεται· θεωρία γὰρ λέγεται παρὰ τὸ τὰ θεῖα ὁρᾶν. ἀλλὰ καὶ πρακτικὴ μόνη κυρίως ἐστὶν ἡ φιλοσοφία, ἐπειδὴ αἱ μὲν τέχναι ἢ περὶ τὸ σῶμα ἐνεργοῦσιν, ὥσπερ ἡ ἰατρικὴ περὶ τὸ ἀνθρώπινον σῶμα ἐνεργεῖ, ἢ περὶ τὰ ἐκτὸς ὥσπερ ἡ τεκτονικὴ καὶ ἡ χαλκευτικὴ καὶ ἡ οἰκοδομική· αὗται γὰρ οὐκ ἐνεργοῦσι περὶ τὸ ἀνθρώπινον σῶμα, ἀλλὰ περὶ τὰ ἐκτὸς καὶ περὶ τὰς περιουσίας· ἡ μὲν γὰρ θρόνον καὶ σκάμνον καὶ τὰ τοιαῦτα ποιεῖ ἡ δὲ ξέστην καὶ τὰ τοιαῦτα ἡ δὲ οἶκον, ἅτινα τῶν ἐκτὸς καὶ τῶν περιουσιῶν εἰσιν. ἡ δὲ φιλοσοφία περὶ τὴν ψυχὴν ἐνεργεῖ· καὶ γὰρ τὸ τῆς ψυχῆς ὄμμα ὑπὸ τῶν σωματικῶν ἡδυπαθειῶν ἀμβλυῶττον καὶ ἐπισκοτιζόμενον διὰ τῆς φιλοσοφίας ἐγείρεσθαι καὶ φωτίζεσθαι πέφυκεν. αὕτη δὲ ἡ περὶ τὴν ψυχὴν ἐνέργεια ἀναγκαιοτέρα τῶν ἐνεργειῶν ἐστι τῶν περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς καταγινομένων, ὅσον ἐστὶ ψυχὴ σώματος καὶ τῶν ἐκτὸς ἀναγκαιοτέρα.1 ὥστε οὖν κυρίως μόνη ἡ φιλοσοφία πρακτικὴ λέγεται. Ἔγνωσται οὖν, ὡς εἴρηται, διὰ τῆς διαιρέσεως ὁποῖόν τί ἐστιν ἡ φιλοσοφία· ἐμάθομεν γὰρ ὅτι θεωρητική ἐστι καὶ πρακτική. ἀλλὰ καὶ διὰ τῶν ὁρισμῶν ἔγνωμεν ὁποῖόν τί ἐστι· καὶ γὰρ διὰ τῶν ἐκ τοῦ ὑποκειμένου ὁρισμῶν διά τε τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ καὶ διὰ τοῦ λέγοντος ‘γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’ ἐμάθομεν ὅτι θεωρητική ἐστιν ἡ φιλοσοφία, διὰ δὲ τοῦ ὅρου τοῦ ἐκ τῆς ὑπεροχῆς τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’ ἐμάθομεν ὅτι ἀρχική ἐστι, διὰ δὲ τοῦ ὅρου τοῦ ἐκ τοῦ προσεχοῦς τέλους τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ ἐμάθομεν ὅτι καθαρτική ἐστι (καὶ γὰρ τὸ μελέτη θανάτου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ νέκρωσις τῶν παθῶν ἤγουν ἡ κάθαρσις τῆς ψυχῆς ἐκ τῶν παθῶν), διὰ δὲ τοῦ ὅρου τοῦ ἐκ τοῦ πόρρω τέλους τοῦ λέγοντος ὅτι ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’ ἐμάθομεν ὅτι πολιτική ἐστι· καὶ γὰρ ὁ πολιτικὸς φιλόσοφος θέλει καὶ κατὰ τὴν γνῶσιν καὶ κατὰ τὴν πρᾶξιν ἐφ’ ὅσον ἐστὶ δυνατὸν ἀνθρώπῳ μιμεῖσθαι τὸ θεῖον, καὶ κατὰ τὴν γνῶσιν μὲν ἵνα πάντα τὰ ὄντα γινώσκῃ, κατὰ τὴν πρᾶξιν δὲ ἵνα τὰ ἤθη κοσμῇ καὶ εὐταξίαν τινὰ φυλάττῃ ἐν τῷ ἀνθρώπῳ διὰ τῶν ἀρετῶν. καὶ ἔστιν ὡς ἐν συντόμῳ εἰπεῖν ὅτι2 δύο μερῶν ὄντων τῆς φιλοσοφίας, φημὶ δὲ τοῦ θεωρητικοῦ καὶ τοῦ πρακτικοῦ, ἓξ δὲ ὁρισμῶν οἱ μὲν τῶν ὁρισμῶν τὸ θεωρητικὸν μέρος τῆς φιλοσοφίας περιέχουσιν, οἱ δὲ τὸ πρακτικόν, οἱ δὲ τὸ θεωρητικὸν ἅμα καὶ πρακτικόν· καὶ γὰρ οἱ δύο οἱ ἐκ τοῦ ὑποκειμένου οἷον ὁ ‘φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί’ καὶ ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων’ καὶ ὁ ἐκ τῆς ὑπεροχῆς ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν’ τὸ θεωρητικὸν μέρος τῆς φιλοσοφίας περιέχουσι· καὶ γὰρ ὁ ἐκ τῆς ὑπεροχῆς τὸ θεωρητικὸν περιέχει· τοῦτο γὰρ δηλοῖ ὁ ἐκ τῆς ὑπεροχῆς, ὅτι ἡ φιλοσοφία δίδωσι τὰς ἀρχὰς ταῖς τέχναις καὶ ταῖς ἄλλαις ἐπιστήμαις γινώσκουσα αὐτάς.
因此,唯有它才更在严格意义上被称为理论的;因为“理论”是因观看神圣事物而得名的。但是唯有哲学也在严格意义上是实践的,因为诸技艺要么作用于身体(正如医学作用于人体),要么作用于外在事物(正如木工、金工和建筑术;因为它们并不作用于人体,而是作用于外在事物和财产;木工制作椅子、凳子及此类事物,金工制作水罐及此类事物,而建筑术建造房屋,这些都属于外在事物和财产)。而哲学则作用于灵魂;因为当灵魂之眼因肉体的享乐而变得迟钝和昏暗时,它天生能通过哲学被唤醒并得到照亮。而这种关于灵魂的活动比那些致力于身体和外在事物的活动更加必需,其程度正如同灵魂比身体和外在事物更加必需。因此,严格说来唯有哲学被称为实践的。于是,正如所说过的,哲学是何种事物通过划分已被知晓;因为我们学到了它是理论的与实践的。但通过诸定义我们也知晓了它是何种事物;因为通过基于基质的定义——既通过说“哲学是关于存在者作为存在者的知识”的定义,也通过说“神圣与人类事务的知识”的定义——我们学到了哲学是理论的;通过基于优越性的定义——即说“哲学是技艺之技艺与科学之科学”的定义——我们学到了它是统领性的;通过基于切近目的的定义——即说“哲学是对死亡的操练”的定义——我们学到了它是净化的(因为“对死亡的操练”无非就是激情的寂灭,即灵魂脱离激情的净化);通过基于远隔目的的定义——即说“哲学是按照人所可能做到的而同化于神”的定义——我们学到了它是政治的;因为政治哲学家确实希望无论在知识上还是在实践上,只要对人而言是可能的,就去模仿神圣者:在知识上是为了认识一切存在者,而在实践上则是为了通过诸德性修饰品行并在人之中保持某种良好秩序。简言之可以说,既然哲学有两个部分(我指的是理论部分与实践部分),且有六个定义,那么诸定义中有些涵盖哲学的理论部分,有些涵盖其实践部分,有些则同时涵盖理论部分与实践部分。确实,基于基质的两个定义(例如“哲学是关于存在者作为存在者的知识”以及说“哲学是神圣与人类事务的知识”的定义)和基于优越性的定义(即说“哲学是技艺之技艺与科学之科学”的定义)涵盖了哲学的理论部分;因为基于优越性的定义确实也涵盖理论部分,因为基于优越性的定义所表明的正是哲学在认识诸原则的同时,将这些原则赋予诸技艺和其他诸科学。
- 25.0ὅσον ἐστὶ ψυχὴ σώματος καὶ τῶν ἐκτὸς ἀναγκαιοτέρα
中性宾格 ὅσον 用作副词,与比较级 ἀναγκαιοτέρα 相应,表示比例或程度(省略了相对应的指示副词 τοσούτῳ),意为“其程度正如同灵魂比身体和外在事物更加必需”。
- 25.0καὶ ἔστιν ὡς ἐν συντόμῳ εἰπεῖν ὅτι
无人称动词 ἔστιν(“可以……”)与习惯性的绝对不定式短语 ὡς ἐν συντόμῳ εἰπεῖν(“简而言之”)相结合,引出其后的 ὅτι 从句。从句内部由独立属格结构 δύο μερῶν ὄντων ... ἓξ δὲ ὁρισμῶν [ὄντων] 提供背景条件,进而引出主语 οἱ μὲν τῶν ὁρισμῶν。
