← 无敌的戴维

哲学导论

§78.15-79.29

哲学的定义对应与存在目的

大卫完成了六个定义与哲学两分法(理论与实践)对应关系的阐述,接着探讨第四个问题,即哲学“为何存在”。他阐明哲学的目的在于修饰灵魂的认识官能与生命官能(各自又分理性和非理性),并以此结束了本次讲课及整部导论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.0#3

ὁ δὲ εἷς ὁ ἀπὸ τοῦ προσεχοῦς τέλους ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ μελέτη θανάτου’ καὶ ὁ ἀπὸ τῆς ἐτυμολογίας ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶ φιλία σοφίας’ τὸ πρακτικὸν μέρος τῆς φιλοσοφίας περιέχουσι· καὶ γὰρ τὸ μελετᾶν τὸν θάνατον ἤγουν τὸ νέκρωσιν τῶν παθῶν ἀπεργάζεσθαι τοῦ πρακτικοῦ ἐστιν,1 ὁμοίως καὶ τὸ ἐφίεσθαι τῆς σοφίας τοῦ πρακτικοῦ ἐστιν. ὁ δὲ ὅρος ὁ ἀπὸ τοῦ πόρρω τέλους ὁ λέγων ὅτι ‘φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ’ περιέχει καὶ τὸ θεωρητικὸν μέρος τῆς φιλοσοφίας καὶ τὸ πρακτικόν· καὶ γὰρ ὁ θέλων ὁμοιοῦσθαι τῷ θεῷ ἐφ’ ὅσον ἀνθρώπῳ δυνατὸν θέλει καὶ κατὰ τὴν γνῶσιν ὁμοιοῦσθαι αὐτῷ καὶ κατὰ τὴν πρᾶξιν. καὶ κατὰ τὴν γνῶσιν μὲν ἵνα γινώσκῃ πάντα, κατὰ τὴν πρᾶξιν δὲ ἵνα κοσμῇ τὰ ἤθη καὶ εὐταξίαν φυλάττῃ ἐν τῷ ἀνθρώπῳ διὰ τῶν ἀρετῶν. Μαθόντες οὖν ὁποῖόν τί ἐστιν ἡ φιλοσοφία, ἔλθωμεν καὶ μάθωμεν τὸ διὰ τί ἐστιν· οὐδὲ γὰρ μάτην ἐστὶν ἡ φιλοσοφία, εἴ γε, ὥς φησιν ὁ Πλάτων πρός τινα Θεόδωρον ποιούμενος τοὺς λόγους, ‘τοιοῦτόν τι, ὦ Θεόδωρε, ἀγαθὸν οὔτε ἧκέ ποτε εἰς ἀνθρώπους δωρηθὲν ἐκ θεοῦ οὔτε ἥξει ποτέ”. ἰστέον οὖν ὅτι διὰ τοῦτό ἐστιν ἡ φιλοσοφία διὰ τὸ κοσμεῖν2 τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ διὰ τὸ ἐκ τοῦ ἀχλυώδους καὶ ὑλώδους τούτου βίου μεταφέρειν τὴν ψυχὴν ἐπὶ τὰ θεῖα καὶ ἄυλα κατὰ τὴν Ὁμηρικὴν Ἀθηνᾶν, ὄφρ’ εὖ γιγνώσκῃ ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.3 δεῖ γὰρ γινώσκειν ὅτι ἡ ψυχὴ διττὰς ἔχει δυνάμεις· τὰς μὲν γὰρ γνωστικὰς ἔχει, τὰς δὲ ζωτικάς. καὶ γνωστικαὶ μέν εἰσιν αὗται· νοῦς διάνοια δόξα αἴσθησις φαντασία. ζωτικαὶ δὲ αὗται· βούλησις καὶ προαίρεσις, θυμὸς καὶ ἐπιθυμία. καὶ ἐν ἑκατέρῳ τούτων αἱ μὲν λογικαί εἰσιν αἱ δὲ ἄλογοι· καὶ γὰρ ἐν ταῖς γνωστικαῖς δυνάμεσιν αἱ μέν εἰσι λογικαὶ αἱ δὲ ἄλογοι, καὶ λογικαὶ μέν εἰσι νοῦς διάνοια καὶ δόξα ἡ μετὰ λόγου, ἄλογοι δὲ αἴσθησις φαντασία καὶ δόξα ἡ ἄλογος· καὶ γὰρ καὶ ἡ ἄλογος αἴσθησις καὶ ἐν τοῖς ἀλόγοις ζῴοις θεωρεῖται καὶ ἡ φαντασία ὁμοίως· καὶ γὰρ τὸ ἄλογον ζῷον ἐὰν πολλάκις παρέλθῃ ἐκ τόπου, φαντάζεται αὐτὸν καὶ γνωρίζει αὐτόν, ὅθεν καὶ τὰ πολλὰ τῶν ἀλόγων ζῴων ἀφ’ ἑαυτῶν εἰς τὴν οἰκείαν φάτνην ἐπέρχονται. ἡ δὲ ἄλογος δόξα ἄλογος λέγεται οὐ διότι καὶ ἐν τοῖς ἀλόγοις ζῴοις θεωρεῖται, ἀλλ’ ἄλογος λέγεται διότι αἰτίας ἐστέρηται, οἷον ὡς ὅταν τις δοξάζῃ τὴν ψυχὴν ἀθάνατον εἶναι, μὴ λέγων αἰτίαν, ἀλλὰ λέγων ‘οὕτω παρέλαβον’. καὶ ἐν ταῖς ζωτικαῖς δὲ δυνάμεσιν αἱ μέν εἰσι λογικαὶ αἱ δὲ ἄλογοι. καὶ λογικαὶ μέν εἰσι βούλησις καὶ προαίρεσις (αὗται γὰρ ἐν τοῖς λογικοῖς μόνοις ζῴοις θεωροῦνται, οὐ μὴν καὶ ἐν τοῖς ἀλόγοις· τὰ γὰρ ἄλογα ζῷα οὐκ ἔχουσι βούλησιν καὶ προαίρεσιν), ἄλογοι δέ εἰσι θυμὸς καὶ ἐπιθυμία· καὶ γὰρ καὶ τὰ ἄλογα ζῷα καὶ θυμοῦνται καὶ ἐπιθυμοῦσι. τούτων οὖν οὕτως ἐχόντων διὰ τοῦτο ἐπενοήθη ἡ φιλοσοφία διὰ τὸ τὰς τῶν ἀνθρώπων ψυχὰς κοσμεῖν, καὶ τὰς μὲν γνωστικὰς δυνάμεις κοσμεῖν διὰ τοῦ θεωρητικοῦ τὰς δὲ ζωτικὰς διὰ τοῦ πρακτικοῦ, ἤγουν διὰ τοῦ ποιεῖν ἡμᾶς κρατεῖν θυμοῦ καὶ ἐπιθυμίας καὶ μὴ ἐᾶν ἡμᾶς παρὰ τὸ δέον μήτε θυμοῦσθαι μήτε ἐπιθυμεῖν. ταῦτα μὲν ἐν τούτοις, ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις καὶ τὰ προλεγόμενα τῆς φιλοσοφίας.4

另一方面,来自切近目的的那一个定义(即说“哲学是对死亡的操练”的定义)和来自词源学的那一个定义(即说“哲学是对智慧的爱”的定义)涵盖了哲学的实践部分;因为操练死亡(即实现激情的寂灭)确实属于实践部分,同样渴望智慧也属于实践部分。而来自远隔目的的定义(即说“哲学是按照人所可能做到的而同化于神”的定义)则既涵盖哲学的理论部分,又涵盖其实践部分;因为凡希望在对人而言可能的限度内同化于神的人,都希望在知识和实践上都同化于神:在知识上是为了认识一切事物,而在实践上则是为了通过诸德性修饰品行并在人之中保持良好秩序。因此,既然学到了哲学是何种事物,就让我们进而去学习它“为何存在”;因为哲学并非徒劳存在,正如柏拉图在对某个塞奥多洛发表言论时所言:“塞奥多洛啊,这样一种由神恩赐给人类的善物,以往未曾来到过,今后也绝不会再来。”因此应当知晓,哲学是为了这一缘故而存在的:为了修饰人类的灵魂,并为了像荷马诗篇中的雅典娜那样,将灵魂从这昏暗且质料性的生活中引向神圣且非质料的事物,“以便能很好地辨认神灵与凡人”。因为必须知晓,灵魂具有双重的官能:它具有认识官能,也具有生命官能。认识官能是这些:理智、思想、意见、感觉、表象。生命官能则是这些:意志与选择、愤怒与欲望。而在它们每一类之中,有些是理性的,有些则是非理性的;因为在认识官能中,有些是理性的,有些是非理性的,理性的有理智、思想和伴随理据的意见,非理性的则是感觉、表象以及非理性的意见。因为非理性的感觉确实在无理性的动物中也被观察到,表象同样如此;因为无理性的动物若频繁经过某个地方,就会对其形成表象并辨认它,因此大多数无理性动物也会自行回到它们自有的饲料槽。但非理性的意见之所以被称为非理性的,并非因为它在无理性动物中也被观察到,而是因为它缺乏理据才被称为非理性的,正如当某人认为灵魂是不朽的,却说不出理据,只说“我是这样承受传授的”之时一样。在生命官能中,有些也是理性的,有些则是非理性的。理性的有意志与选择(因为这些仅在理性动物中被观察到,绝不在无理性动物中[被观察到];因为无理性动物并不具有意志与选择),非理性的则是愤怒与欲望;因为无理性动物确实既发怒也产生欲望。既然情况如此,哲学便正是为了这一缘故而被构想出来的:为了修饰人类的灵魂,即通过理论部分修饰认识官能,通过实践部分修饰生命官能,亦即通过使我们掌控愤怒与欲望,不容许我们违背应当之事去发怒或产生欲望。这些事情便[讨论]于这些言辞之中,藉着神的助佑,当下的讲课与哲学导论也在此[告成]。

语法注4 条
  1. 25.0τοῦ πρακτικοῦ ἐστιν

    属格 τοῦ πρακτικοῦ 与动词 ἐστιν 连用,作表征或所属的谓语属格(“属于实践部分”)。它标明所论及的活动归属于哲学理论部分与实践部分中的哪一部分。

  2. 25.0διὰ τοῦτό ἐστιν ἡ φιλοσοφία διὰ τὸ κοσμεῖν

    介词短语 διὰ τοῦτο(“为了这一缘故”)在句法上由后文带冠词的不定词短语 διὰ τὸ κοσμεῖν ... καὶ διὰ τὸ ... μεταφέρειν 作同格阐释(说明性同格)。表示目的/原因的介词 διά 重复出现以形成呼应。

  3. 25.0ὄφρ’ εὖ γιγνώσκῃ ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα

    引自荷马《伊利亚特》第5卷第128行(ὄφρ' εὖ γιγνώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα)。史诗目的连词 ὄφρα 后接虚拟式第三人称单数 γιγνώσκῃ。荷马原诗中的第二人称虚拟式 γιγνώσκῃς 在此被改编为第三人称,以呼应主语“灵魂(ψυχή)”。

  4. 25.0ταῦτα μὲν ἐν τούτοις, ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις καὶ τὰ προλεγόμενα τῆς φιλοσοφίας

    讲义或注疏结尾常见的惯用省略句式。主句动词(如 ἔστω 或 τέλος ἐχέτω)以及关系从句中的谓语动词(如 τελειοῦται 或 καταπαύεται)被省略,仅凭借介词短语 ἐν τούτοις 与关系从句 ἐν οἷς 来表达论述及全书的告成结语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:78.15-79.29