- 底本
- David, Prolegomena philosophiae. Commentaria in Aristotelem Graeca XVIII.2, ed. A. Busse, Berlin: Reimer 1904, pp. 1-79. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:75.33-77.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
大卫阐述了柏拉图学派对实践哲学分为立法与司法的二分法及其神话隐喻(米诺斯与拉达曼提斯),指出此划分因具有先后之别故非属种划分,而是属于“源自同一者”的分类。随后他由哲学的本质转向其特性的探讨,论证了为何唯有哲学在严格意义上兼具理论性与实践性。
Λαβόμενοι οἱ Πλατωνικοὶ τῆς Ἀριστοτελικῆς διαιρέσεως τοῦ πρακτικοῦ ἔρχονται καὶ διαιροῦσι τὸ πρακτικὸν εἰς δύο, εἰς νομοθετικὸν καὶ δικαστικόν. καὶ τοῦτο εὐλόγως· ὁ γὰρ φιλόσοφος ἢ τίθησι νόμους, δι’ ὧν ὤφειλεν1 ἀεὶ τὸ ἦθος κοσμεῖν, καὶ γίνεται τὸ νομοθετικόν, ἢ δικάζει κατὰ τοὺς ἐκτεθέντας νόμους καὶ γίνεται τὸ δικαστικόν. καὶ ὃν λόγον ἔχει τὸ νομοθετικὸν πρὸς τὰς πόλεις φυλάττον τὰ ἐν αὐταῖς δίκαια, τοῦτον τὸν λόγον ἔχει καὶ τὸ δικαστικὸν πρὸς τὸ νομοθετικὸν φυλάττον τὰ ἐν αὐτῷ παραγγέλματα· τὸ γὰρ ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικὸν ὕλης τάξιν ἐπέχουσι πρὸς τὸ νομοθετικὸν καὶ δικαστικόν· καὶ γὰρ ὁ νομοθετῶν ἢ ἑνὸς ἦθος κοσμεῖ ἢ οἴκου ἢ πόλεως διὰ τοῦ νόμους τιθέναι, καθ’ οὓς ὤφειλεν ἕκαστος πολιτεύεσθαι. καὶ ὁ δικάζων δὲ ὁμοίως ἢ ἑνὶ δικάζει ἢ οἴκῳ ἢ πόλει. τοῦτο δὲ αὐτό, φημὶ δὲ τὸ νομοθετικὸν καὶ δικαστικόν, καὶ ὁ ποιητὴς αἰνιττόμενος λέγει ὅτι ὁ Μίνως καὶ ὁ Ῥαδάμανθυς ἀδελφοὶ ἦσαν (ἀμφότεροι γὰρ εἶχον πατέρα τὸν Δία), καὶ ὁ μὲν Μίνως ἦν νομοθέτης ὁ δὲ Ῥαδάμανθυς δικαστής, τοῦτο αἰνιττόμενος ὅτι καὶ τὸ νομοθετικὸν καὶ τὸ δικαστικὸν ἀπὸ ἑνὸς τοῦ πρακτικοῦ ἐτέχθησαν. φησὶ δὲ πάλιν ὅτι ὁ μὲν Μίνως πρεσβύτερος ἦν κατὰ τὸν χρόνον ὁ δὲ Ῥαδάμανθυς μεταγενέστερος, τοῦτο αἰνιττόμενος ὅτι τὸ νομοθετικὸν πρὸ τοῦ δικαστικοῦ ἐστι· καὶ γὰρ εἰ μὴ πρότερον θῇ τις νόμους, οὐ δύναται κατ’ αὐτοὺς δικάσαι. ἰστέον δὲ ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις τοῦ πρακτικοῦ εἰς τὸ νομοθετικὸν καὶ δικαστικὸν ὡς ἀπὸ γένους εἰς εἴδη, ἐπειδὴ τὰ εἴδη τὰ ἀπὸ γένους διαιρούμενα οὐκ ἐπιδέχονται τὸ πρότερον καὶ ὕστερον· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ οὔτε τὸ λογικὸν πρότερόν ἐστιν οὔτε τὸ ἄλογον, ἀλλ’ ἅμα ἐγένοντο. εἰ δὲ τὸ νομοθετικὸν πρὸ τοῦ δικαστικοῦ ἐστιν (εἰ μὴ γάρ τις θῇ πρῶτον νόμους, οὐ δύναται κατ’ αὐτοὺς δικάσαι), δῆλον ὅτι οὐκ ἐγένετο ἡ διαίρεσις ὡς ἀπὸ γένους εἰς εἴδη. τοῖς δὲ αὐτοῖς λόγοις χρώμενος, οἷσπερ ἐχρησάμεθα καὶ ἐπὶ τοῦ φυσιολογικοῦ καὶ μαθηματικοῦ καὶ θεολογικοῦ, εὑρήσεις ὅτι οὐδὲ καθ’ ἕνα τῶν ἄλλων τρόπων ἐγένετο ἡ διαίρεσις, ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός·2 ἀφ’ ἑνὸς γὰρ τοῦ πρακτικοῦ καὶ τὸ νομοθετικὸν καὶ τὸ δικαστικὸν λέγεται πρακτικόν. Μαθόντες οὖν διὰ τῶν προλαβόντων τί ἐστιν ἡ φιλοσοφία, ἔλθωμεν καὶ ἐπὶ τὸ ὁποῖόν τί ἐστιν. ἀλλὰ καὶ τοῦτο διὰ τῶν προλαβόντων μεμαθήκαμεν, φημὶ δὲ διά τε τῶν ὁρισμῶν καὶ τῆς διαιρέσεως. καὶ διὰ μὲν τῆς διαιρέσεως ἐμάθομεν ὅτι θεωρητική ἐστι καὶ πρακτική· εἰς γὰρ ταῦτα τὰ δύο διείλομεν τὴν φιλοσοφίαν, φημὶ δὴ εἰς θεωρητικὸν καὶ πρακτικόν. εἰ δέ τις εἴποι ὅτι οὐ μόνον ἡ φιλοσοφία ἐστὶ θεωρητικὴ καὶ πρακτική, ἀλλὰ καὶ αἱ τέχναι εἰσὶ θεωρητικαὶ καὶ πρακτικαί (ἰδοὺ γὰρ ἡ ἰατρικὴ καὶ θεωρητική ἐστιν, ὡς ἡνίκα διαγινώσκει τὸ νόσημα καὶ λέγει τὰς αἰτίας τὸ πόθεν γέγονε, καὶ πρακτική, ὡς ἡνίκα ἢ καθάρσιον δίδωσιν ἢ φλεβοτομεῖ), λέγομεν ὅτι κυρίως μόνη ἡ φιλοσοφία ἐστὶ θεωρητικὴ καὶ πρακτική. καὶ θεωρητικὴ μὲν κυρίως μόνη ἐστίν, ὅτι αἱ μὲν τέχναι οὐ πάντα τὰ ὄντα γινώσκουσιν, ἀλλὰ περὶ τὰ ἔνυλα μόνα καταγίνονται, ἐπεὶ περὶ τὰ θεῖα οὐ καταγίνονται, ἡ δὲ φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται· καὶ γὰρ καὶ περὶ τὰ θεῖα καταγίνεται.
柏拉图学派对亚里士多德关于实践[部分]的划分提出异议,进而将实践[部分]划分为二:即划分为立法的与司法的。这是合乎情理的;因为哲学家要么制定法律——通过这些法律他应当始终修饰品行——从而产生立法的[部分],要么依据所颁布的法律进行审判,从而产生司法的[部分]。立法的对于城邦所具有的关系(保持其中的正义),司法的对于立法的也具有同样的关系(保持其中的诫命);因为伦理的、家政的与政治的相对于立法的与司法的居于质料的地位。因为立法者确实通过制定法律——每个人都应当依据这些法律行事——来修饰个人、家庭或城邦的品行。而审判者同样也是要么审判个人,要么审判家庭,要么审判城邦。正是这一点,我指的是立法的与司法的,诗人也曾隐晦地提及,他说米诺斯与拉达曼提斯是兄弟(因为两人都以宙斯为父),米诺斯是立法者,而拉达曼提斯是审判官,以此暗示立法的与司法的都源自于唯一的实践[部分]。他又说米诺斯在时间上年长,而拉达曼提斯年幼,以此暗示立法的先于司法的;因为确实,除非有人先制定法律,否则便无法依据法律进行审判。但应当知晓的是,实践[部分]划分为立法的与司法的并不是作为从属到种的划分而产生的,因为从属划分出来的诸种不容许有先后之分;例如动物划分为有理性的与无理性的,既不是有理性的居先,也不是无理性的居先,而是同时产生。如果立法的先于司法的(因为除非有人先制定法律,否则便无法依据法律进行审判),那么显而易见这一划分并不是作为从属到种的划分而产生的。若是运用我们在物理学的、数学的与神学的[部分]上所使用的同样论据,你就会发现这一划分也不是按照任何其他方式产生的,而是属于源自同一者的事物;因为正是源自唯一的实践[部分],立法的与司法的才被称为实践的。既然我们通过前述内容学到了哲学是什么,那么我们也就来探讨它是何种事物。但这也是我们通过前述内容已经学到的,我指的是既通过诸定义也通过划分。通过划分我们学到了它是理论的与实践的;因为我们正是把哲学划分为这两者,我指的就是理论的与实践的。如果有人说,不仅哲学是理论的与实践的,而且诸技艺也是理论的与实践的(因为看哪,医学也是既为理论的——如当它诊断疾病并陈述其由何而生的原因时,又为实践的——如当它施予泻药或放血时),那么我们回答说,严格说来唯有哲学是理论的与实践的。并且严格说来唯有它是理论的,是因为诸技艺并不认识一切存在者,而仅致力于质料性的事物,因为它们并不致力于神圣的事物;而哲学致力于一切存在者,因为确实它也致力于神圣的事物。
- 25.0ὤφειλεν
在关系从句 δι’ ὧν ὤφειλεν ἀεὶ τὸ ἦθος κοσμεῖν 与 καθ’ οὓς ὤφειλεν ἕκαστος πολιτεύεσθαι 中,未完成过去时直陈式 ὤφειλεν 表达的是法律或规范所要求的客观应然与义务(“应当修饰/应当行事”),而非过去的既成事实。
- 25.0ἀλλ’ εἰσὶ τῶν ἀφ’ ἑνός
属格 τῶν ἀφ’ ἑνός 为谓语属格,表示类别与归属(“属于源自同一者的事物”),说明此处划分的逻辑性质是属于由单一来源派生的多义划分,而非属种划分。
