← 无敌的戴维

哲学导论

§75.2-75.31

柏拉图学派对实践哲学三分法的反驳

大卫阐述了柏拉图学派针对亚里士多德学派关于实践哲学的三分法(伦理、家政、政治)所提出的五个反驳论据,并结束了本次讲课。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.0#2

ταῦτα μὲν ἐν τούτοις. Οἱ δὲ Πλατωνικοὶ λαμβάνονται τῆς διαιρέσεως1 λέγοντες ὅτι κακῶς ἡ παροῦσα διαίρεσις ἔχει· οὐδέποτε γὰρ γένος εἰς τρία εἴδη διαιρεῖται, ἀλλὰ πάντως εἰς δύο, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, τὸ χρῶμα εἰς λευκὸν καὶ μέλαν. ἄλλως τε δὲ οὐδέποτε τὰ ἀντιδιαιρούμενα εἴδη τὸ αὐτὸ τέλος ἔχουσιν, οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον οὐκ ἔχουσι τὸ αὐτὸ τέλος (τὸ μὲν γὰρ λογικὸν τέλος ἔχει τὸ κεχρῆσθαι λόγῳ, τὸ δὲ ἄλογον τὸ μὴ κεχρῆσθαι λόγῳ), ταῦτα δὲ τὸ αὐτὸ τέλος ἔχουσι· καὶ γὰρ καὶ τὸ ἠθικὸν καὶ τὸ οἰκονομικὸν καὶ τὸ πολιτικὸν τὸ αὐτὸ τέλος ἔχουσι, φημὶ δὲ τὸ κοσμεῖν τὸ ἦθος. ἔτι δὲ οὐδέποτε τὸ ποσὸν τὸ αὐτὸ εἶδος ἐναλλάττει, οἷον τὸ μικρὸν τρίγωνον καὶ τὸ μέγα τρίγωνον τοῦ αὐτοῦ εἴδους εἰσὶ τῷ ποσῷ διαφέροντα. ἐν δὲ τοῖς ἀντιδιαιρουμένοις εἴδεσιν οὐκ ἔστι τὸ αὐτὸ εἶδος· ἄλλο γὰρ εἶδος τοῦ λογικοῦ καὶ ἄλλο τοῦ ἀλόγου. τὸ δὲ ἠθικὸν καὶ τὸ οἰκονομικὸν καὶ τὸ πολιτικὸν ἑνὸς εἴδους εἰσίν· οὐκ ἐπειδὴ γὰρ τὸ μὲν ἠθικὸν ἑνὸς ἦθος κοσμεῖ τὸ δὲ οἰκονομικὸν πλειόνων τὸ δὲ πολιτικὸν ὅλης τῆς πόλεως, παρὰ τοῦτο καὶ διάφορά εἰσιν εἴδη·2 καὶ γὰρ καὶ ἡ δικαιοσύνη ἡ ἐν μιᾷ ψυχῇ θεωρουμένη καὶ ἡ δικαιοσύνη ἡ ἐν πολλαῖς ψυχαῖς θεωρουμένη ἡ αὐτὴ κατὰ φύσιν ἐστί. ἔτι δὲ οὐδέποτε ἐν τοῖς ἀντιδιαιρουμένοις εἴδεσι τὸ ἕτερον ἐν τῷ ἑτέρῳ θεωρεῖται (οὐδὲ γὰρ τὸ λογικὸν ἐν τῷ ἀλόγῳ θεωρεῖται οὔτε τὸ ἄλογον ἐν τῷ λογικῷ)· εἰ δὲ καὶ τὸ ἠθικὸν καὶ τὸ οἰκονομικὸν ἐν τῷ πολιτικῷ θεωροῦνται (καὶ γὰρ ὁ δυνάμενος κοσμῆσαι πόλιν καὶ οἶκον δύναται κοσμῆσαι καὶ ἕνα), δῆλον ὅτι οὐκ εἰσὶν διάφορα. ἔτι δὲ οὐδέποτε ἓν εἶδος μόνον ἰσοδυναμεῖ τῷ γένει (οὔτε γὰρ τὸ λογικὸν μόνον ἰσοδυναμεῖ τῷ ζῴῳ οὔτε τὸ ἄλογον μόνον, ἀλλὰ τὰ δύο ἅμα), τὸ δὲ πολιτικὸν μόνον ἰσοδυναμεῖ τῷ πρακτικῷ· εἰ γὰρ κατ’ αὐτούς, φασί, τὸ πρακτικὸν διαιρεῖται εἰς ἠθικὸν καὶ οἰκονομικὸν καὶ πολιτικόν, τὸ δὲ πολιτικὸν περιέχει ἐν ἑαυτῷ καὶ τὸ ἠθικὸν καὶ τὸ οἰκονομικόν (καὶ γὰρ ὁ δυνάμενος πόλιν κοσμῆσαι δύναται καὶ ἕνα κοσμῆσαι καὶ οἶκον), δῆλον ὅτι ἰσοδυναμεῖ τὸ πολιτικὸν τῷ πρακτικῷ. εἰ δὲ ἰσοδυναμεῖ αὐτῷ, δῆλον ὅτι κακῶς ἐγένετο ἡ διαίρεσις. ταῦτα ἐν οἷς σὺν θεῷ ἡ παροῦσα πρᾶξις.

关于这些便谈到这里。然而柏拉图学派对这一划分提出异议,说当前的划分是有缺陷的;因为属决不划分为三个种,而是必定划分为两个,正如动物划分为有理性的与无理性的,颜色划分为白色与黑色。此外,并列对分的诸种决不会具有同一目的,例如有理性的与无理性的不具有同一目的(因为有理性的以运用理性为目的,而无理性的以不运用理性为目的),但这三者却具有同一目的;因为确实,伦理的、家政的与政治的具有同一目的,我指的是修饰品行。再者,数量决不改变同一个种;例如小三角形与大三角形属于同一个种,仅在数量上有所不同。但在并列对分的诸种之中,并不存在同一个种;因为有理性的种是一回事,无理性的种又是另一回事。然而伦理的、家政的与政治的属于同一个种;因为并不由于伦理的修饰个人的品行,家政的修饰多数人的[品行],政治的修饰整个城邦的[品行],它们就因此是不同的种;因为确实,在一颗灵魂中被考察的正义与在许多灵魂中被考察的正义,在本质上是同一的。再者,在并列对分的诸种之中,一方决不会在另一方之中被考察(因为有理性的既不在无理性的之中被考察,无理性的也不在有理性的之中被考察);但如果伦理的与家政的都在政治的之中被考察(因为能够修饰城邦的人确实也能够修饰家庭和个人),那么显而易见它们并不是互异的。再者,绝无仅仅单个种与属具有同等效力的情况(因为既不是仅有理性的与动物具有同等效力,也不是仅无理性的具有同等效力,而是两者结合才具有);然而仅政治的就与实践的具有同等效力。因为,他们说,如果按照他们的看法,实践的被划分为伦理的、家政的与政治的,而政治的在其自身之中既包含了伦理的也包含了家政的(因为能够修饰城邦的人确实也能够修饰个人和家庭),显而易见政治的就与实践的具有同等效力。而如果它与〔实践的〕具有同等效力,那么显而易见这一划分便进行得很拙劣。在神的襄助下,本次讲课便在这些讨论中告终。

语法注2 条
  1. 24.0λαμβάνονται τῆς διαιρέσεως

    中动动词 λαμβάνομαι 接属格补足语(τῆς διαιρέσεως)是固定用法,意为“非难”、“责难”或“对……提出异议”。

  2. 24.0οὐκ ἐπειδὴ γὰρ ... παρὰ τοῦτο καὶ διάφορά εἰσιν εἴδη

    这是“οὐκ ἐπειδὴ ... παρὰ τοῦτο ...”的否定关联结构,意为“并不因为……就因此……”。否定词 οὐκ 否定的是主句推导出的结论(即“是互异的种”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:75.2-75.31