← 无敌的戴维

哲学导论

§74.2-75.2

实践哲学的意义与亚里士多德学派的三分科

大卫论述了实践哲学的价值,阐明了亚里士多德学派将其划分为伦理学、家政学与政治学这三分科及其对应著作,并指出了柏拉图与亚里士多德在政制论著的题名与旨趣上的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.0#1

Εἰπόντες τὴν διαίρεσιν τοῦ θεωρητικοῦ ἔλθωμεν καὶ ἐπὶ τὴν διαίρεσιν τοῦ πρακτικοῦ· εἰ γὰρ καὶ μετὰ τὸ θεωρητικόν ἐστι διὰ τὸ ἐκ τοῦ θεωρητικοῦ ἔρχεσθαι ἐπὶ τὸ πρακτικὸν καὶ μετὰ λόγου κοσμεῖν τὸ ἦθος καὶ ὑποτάσσειν τὰ πάθη, ἀλλ’ οὖν οὐ δεῖ καταφρονεῖν αὐτοῦ, ἐπειδή, ὥς φησιν ὁ Πλάτων, ‘φιλόσοφον ἐγὼ οὐ καλῶ τὸν πολλὰ εἰδότα καὶ πολλὰ ἀποστηθίσαι δυνάμενον, ἀλλὰ τὸν ἀκηλίδωτον καὶ ἄρρυπον βίον κτησάμενον’. ἀναγκαίως γάρ ἐστι φιλόσοφος1 οὐχ ὁ πολλὰ εἰδὼς ἀλλ’ ὁ τῶν παθῶν κρατῶν, καὶ αὐτὸς δὲ διὰ τοῦ λόγου τῶν παθῶν κρατεῖ ὡς λογικός. ἔλθωμεν οὖν καὶ εἴπωμεν τὴν διαίρεσιν τοῦ πρακτικοῦ. Ἀλλ’ ἰστέον ὅτι ἄλλως τὸ πρακτικὸν διαιροῦσιν οἱ Ἀριστοτελικοὶ καὶ ἄλλως οἱ Πλατωνικοί· οἱ γὰρ Ἀριστοτελικοὶ εἰς τρία αὐτὸ διαιροῦσιν, εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. εἰκότως δὲ εἰς τρία διαιρεῖται, ἐπειδὴ ὁ κοσμῶν ἦθος ἢ ἑνὸς ἦθος κοσμεῖ καὶ γίνεται τὸ ἠθικὸν ἢ οἴκου καὶ γίνεται τὸ οἰκονομικὸν ἢ πόλεως καὶ γίνεται τὸ πολιτικόν· ὅτι γάρ, φασίν, εἰς τὰ τρία ταῦτα διαιρεῖται, δείκνυται διὰ τῶν συγγραμμάτων Ἀριστοτέλους· καὶ γὰρ ὁ Ἀριστοτέλης ἔγραψε τὰ ἠθικά, ἐν οἷς περὶ ἤθους διαλέγεται, ἔγραψε δὲ καὶ τὰ οἰκονομικά, ἐν οἷς περὶ διοικήσεως οἴκου διαλέγεται (ἔνθα λέγει ὅτι τέσσαρά τινα δεῖ συνδραμεῖν εἰς σύστασιν οἴκου· σχέσιν ἀνδρὸς πρὸς γυναῖκα, στοργὴν πατρὸς πρὸς τέκνα, δέος οἰκετῶν πρὸς δεσπότην, καὶ ἵνα ᾖ σύμμετρα τὰ ἐξιόντα τοῖς εἰσιοῦσιν·2 ἑκατέρα γὰρ ἀμετρία αἰσχρά ἐστιν· εἴτε γὰρ πολλὰ εὑρεθῶσι τὰ εἰσιόντα ὀλίγα δὲ τὰ ἐξιόντα, αἰσχρόν τι συμβαίνει· ὁ γὰρ τοιοῦτος φιλάργυρος εὑρίσκεται. εἴτε πάλιν ὀλίγα εὑρεθῶσι τὰ εἰσιόντα πολλὰ δὲ τὰ ἐξιόντα, αἰσχρόν τι συμβαίνει· εὑρίσκεται γὰρ ὁ τοιοῦτος ἄσωτος), ἔγραψε δὲ καὶ τὰ πολιτικά, ἐν οἷς λέγει πῶς δεῖ πόλιν διοικεῖν. ὁμοίως δὲ καὶ ὁ Πλάτων ἔγραψε πολιτικά· τὸν αὐτὸν δὲ σκοπὸν ἔχει τῷ Ἀριστοτέλει. ἰστέον δὲ ὅτι ἐν μὲν τῷ Πολιτικῷ συγγράμματι ἕνα σκοπὸν ἔχει καὶ ὁ Ἀριστοτέλης καὶ ὁ Πλάτων (ἀμφότεροι γὰρ λέγουσι πῶς δεῖ διοικεῖσθαι πόλιν), ἐν δὲ τῷ Περὶ πολιτείας διάφορός ἐστι καὶ ὁ σκοπὸς καὶ ἡ ἐπιγραφή· καὶ ἡ μὲν ἐπιγραφή, ὅτι ὁ μὲν Πλάτων ἑνικῶς ἐπέγραψε Πολιτεία ὁ δὲ Ἀριστοτέλης πληθυντικῶς Πολιτεῖαι, ὁ δὲ σκοπός ἐστι διάφορος, ὅτι ὁ μὲν Ἀριστοτέλης λέγει πῶς ἐπολιτεύοντο οἱ ἀρχαῖοι οἷον οἱ Ἀργεῖοι, οἱ Βοιωτοί, ὁ δὲ Πλάτων λέγει πόσα εἴδη πολιτειῶν καὶ πῶς δεῖ πολιτεύεσθαι.

在叙述了理论部分的划分之后,让我们也进而探讨实践部分的划分;因为即便它处于理论部分之后——这是由于人们从理论部分走向实践部分,并通过理性修饰品行并统摄激情——然而人们绝不应轻视它,因为正如柏拉图所说:“我不把知晓诸多事物且能够背诵诸多事物的人称为哲学家,而是把获得了无瑕且纯洁生活的人称为哲学家。”因为必然地,哲学家不是知晓诸多事物的人,而是克制激情的人,并且他自身作为有理性者正是通过理性来克制激情的。因此,让我们进而陈述实践部分的划分。 然而应当知道,亚里士多德学派与柏拉图学派对实践部分的划分方式不同;因为亚里士多德学派将其划分为三部分:伦理的、家政的和政治的。而划分为三部分是合情理的,因为修饰品行者,要么修饰个体的品行,从而产生伦理的部分;要么修饰家庭的[品行],从而产生家政的部分;要么修饰城邦的[品行],从而产生政治的部分;他们说,之所以划分为这三者,是通过亚里士多德的著作表明的;因为亚里士多德确实撰写了《伦理学》,在其中探讨品行;他也撰写了《家政学》,在其中探讨家庭的管理(他在那里说,家庭的建立必须有四件事物共同具备:丈夫对妻子的关系、父亲对子女的慈爱、奴仆对主人的敬畏,以及支出与收入相称;因为无论哪一种不相称都是可耻的;因为如果发现收入多而支出少,就会出现可耻之事,因为这样的人会被发现是爱钱财的;或者反过来,如果发现收入少而支出多,就会出现可耻之事,因为这样的人会被发现是挥霍的);他也撰写了《政治学》,在其中说明应当如何治理城邦。同样,柏拉图也撰写了政治著作,并且与亚里士多德具有相同的旨趣。然而应当知道,在政治著作中,亚里士多德与柏拉图确实具有同一种旨趣(因为双方都说明了城邦应当如何被治理),但在关于政制的著作中,其旨趣与标题均不相同;就标题而言,是因为柏拉图用单数题为《理想国》,而亚里士多德用复数题为《诸邦政制》;旨趣之所以不同,是因为亚里士多德说明了古人(如阿戈斯人、玻俄提亚人)是如何实施政制的,而柏拉图则说明了政制有多少种以及应当如何实施政制。

语法注2 条
  1. 24.0ἀναγκαίως γάρ ἐστι φιλόσοφος

    副词 ἀναγκαίως(必然地)作为修饰系词 ἐστί 或整个命题的句子副词,表示“必然地,哲学家乃是……”。表语名词 φιλόσοφος 与主语从属成分 οὐχ ὁ πολλὰ εἰδὼς ἀλλ’ ὁ τῶν παθῶν κρατῶν 构成同一判断。

  2. 24.0καὶ ἵνα ᾖ σύμμετρα τὰ ἐξιόντα τοῖς εἰσιοῦσιν

    在建立家庭所需的四个要素中,前三个(σχέσιν, στοργήν, δέος)作为宾格名词短语由 συνδραμεῖν 支配,而第四个要素则由连词 καί 引出 ἵνα 加虚拟语气从句(统语破格)。在意义上,它充当等同于名词短语的事实从句,意为“支出与收入相称”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4021.tlg001.humanitext-grc1:74.2-75.2